408
ἐναντίων δεξάμενον. γενναίως οὖν ἀγωνισάμενος καὶ πολλοὺς ἀνελὼν τῶν πολεμίων, ἐπειδὴ κατισχύετο, μεθίησι τοῦ ἵππου τὸν χαλινόν, καὶ νῶτα δοὺς ἔφυγεν. ἔν τινι δὲ ποταμῷ γενόμενος καὶ τοῦτον διαπερῶν, καὶ τῇ ἰλύϊ τοῦ ἵππου ἐμπαγέντος, καταλαμβάνεται παρὰ τῶν Βουλγάρων καὶ δέχεται πληγὴν καιρίαν κατὰ τῆς ἕδρας καὶ τοῦ μηροῦ. καὶ τοῦ ἵππου δὲ ἀνασπασθέντος ἐκ τῆς ἰλύος σπουδῇ καὶ συνεργίᾳ τῶν αὐτοῦ θεραπόντων, νῦν μὲν φεύγων, νῦν δ' ὑποστρέφων μετὰ τῶν ὑπ' αὐτὸν καὶ τοὺς ἐπιόντας ἀνα κόπτων Βουλγάρους, διασώζεται μέχρι τῶν Βλαχερνῶν, καὶ 2.302 ἐν τῷ ναῷ τῆς ἁγίας σοροῦ τεθεὶς τῇ ἐπιούσῃ νυκτὶ ἐτελεύτησε, μέγα πένθος οὐ τῷ βασιλεῖ μόνον ἀλλὰ καὶ τῷ στρατῷ καὶ παντὶ τῷ πλήθει Ῥωμαίων ἀπολιπών. Ἐγένετο δὲ καὶ ἑτέρα τις ἀποστασία κατὰ τοῦ βασιλέως ἐν Χαλδίᾳ, ὑποθήκῃ τοῦ στρατηγοῦντος αὐτῆς Βάρδα πατρικίου τοῦ Βοΐλα. ἐξῆρχον δὲ τοῦ νεωτερισμοῦ Ἀδριανός τις Χαλδαῖος καὶ Τατζάτης ὁ Ἀρμένιος, πλούσιοι σφόδρα. κατασχόντες οὖν οὗτοι φρούριον τὸ λεγόμενον Παΐπερτε κατὰ τοῦ βασιλέως ὡπλίζοντο. ἀλλ' ὀξὺς ἐπιφανεὶς (ἔτυχε γὰρ ἐνδημῶν ἐν Καισαρείᾳ) ὁ τῶν σχολῶν ἐξηγούμενος Ἰωάννης ὁ Κουρκούας τὴν σύστασιν διεσκέ δασε, τοὺς ἐμφανεστέρους τῶν κατασχεθέντων ἀποτυφλώσας καὶ τὰς οὐσίας αὐτῶν δημεύσας, τοὺς δὲ πενιχροὺς καὶ ἀσήμους ἀθῴους κελεύσας ὅπῃ βούλονται ἀπιέναι. μόνος δὲ ὁ Τατζάτης φρούριον ἐπί τινος ὑψηλοῦ λόφου κατεσκευασμένον κατεσχηκώς, καὶ λόγον τοῦ μή τι κακὸν παθεῖν δεξάμενος ἀπὸ τοῦ δομεστίκου τῶν σχολῶν καὶ λαβών, εἰσῆλθεν ἐν τῇ βασιλίδι, καὶ τῇ τοῦ μαγκλαβίτου ἀξίᾳ τιμηθεὶς ἐν τῷ οἴκῳ τῶν μαγγάνων ἐτηρεῖτο. δρασμὸν δὲ βουλευσάμενος ἁλίσκεται καὶ τῶν ὀφθαλμῶν στερεῖται. Βάρδας δὲ ὁ Βοΐλας φιλίως πρὸς αὐτὸν διακειμένου τοῦ βασιλέως ἀπεκάρη μοναχός, μηδὲν ἄλλο πεπονθὼς ἀνιαρόν. Συμεὼν δὲ ὁ τῶν Βουλγάρων ἄρχων τὴν Ἀδριανούπολιν καταλαβὼν καὶ ταύτην χάραξι καὶ τάφροις περιστοιχίσας ἐπιμελῶς ἐπολιόρκει. ἐστρατήγει δὲ τῆς πόλεως ὁ πατρίκιος Λέων, ὃν διὰ 2.303 τὴν ὀξύρροπον πρὸς τοὺς πολέμους ὁρμὴν Μωρολέοντα ἐκάλουν. οὗτος εὐψύχως τὴν πολιορκίαν ἐδέξατο, καὶ γενναιοτάτως ποτὲ μὲν ἀπὸ τοῦ τείχους τοὺς προσιόντας τῶν Βουλγάρων ἠμύνετο, ποτὲ δὲ τὰς πυλίδας ἀναπεταννὺς ἐπετίθετο σὺν ῥύμῃ ἀνυποστάτῳ καὶ ῥᾳδίως ἐτρέπετο. ἐπεὶ δὲ ὁ σῖτος τοὺς ἐν τῇ πόλει ἐπιλελοί πει καὶ λιμὸς ἐπίεζε τοὺς ἔνδοθεν κραταιός, μηδαμόθεν ἐλπίδα ἔχοντες ἐπισιτισμοῦ, τῇ ἐνδείᾳ πεισθέντες προδεδώκασι τὴν πόλιν καὶ ἑαυτοὺς καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις· ὃν χειρωσάμενος ὁ Συμεών, καὶ ὧν εἰς τοὺς Βουλγάρους ἐνεδείξατο μεμνημένος κακῶν, μυρίαις αἰκίαις τιμωρησάμενος τελευταῖον ἀπέκτεινε θα νάτῳ πικρῷ. Βουλγάρους οὖν ἐπιστήσας φύλακας τῇ πόλει ὑπεχώρησεν· οἵτινες Ῥωμαϊκὸν στρατόπεδον ἀκηκοότες ἥκειν κατ' αὐτῶν καταλιπόντες τὴν πόλιν ἔφυγον, καὶ πάλιν ἡ Ἀδριανούπο λις ὑπὸ Ῥωμαίους ἐγένετο. Τότε δὲ καὶ Λέων ὁ Τριπολίτης μετὰ δυνάμεως πολλῆς καὶ πλοίων πολεμικῶν ἐξῆλθε κατὰ Ῥωμαίων· ὃν ἐν τῇ νήσῳ Λήμνῳ ναυλοχοῦντα Ἰωάννης πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Ῥαδηνὸς αἰφνίδιον ἐπιφανεὶς ῥᾳδίως ἐτρέψατο, τῶν Ἀγαρηνῶν σχεδὸν πάντων ἀνῃρημένων, τοῦ δὲ Τριπολίτου μόνου φυγῇ τὴν σωτηρίαν πορισαμένου. Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος βʹ, ὁ ἄρχων Βουλγαρίας Συμεὼν πανστρατὶ κατὰ τῆς Κωνσταντινουπό λεως ἐκστρατεύει, καὶ ληΐζεται μὲν Μακεδονίαν, ἐμπιπρᾷ δὲ τὰ ἐπὶ Θρᾴκης χωρία, καὶ πάντα καταστρέφει τὰ ἐν ποσί. ἔγγιστα 2.304 δὲ Βλαχερνῶν στρατόπεδον πήξας ἐπεζήτησεν ἀποσταλῆναι αὐτῷ τὸν πατριάρχην Νικόλαον καί τινας τῶν ἐν τέλει ὥστε περὶ εἰρή νης διαλεχθῆναι. λαβόντες οὖν ὁμήρους παρ' ἀλλήλων ὡς οὐδε μία τις ἐπακολουθήσει ἐπιβουλή, καὶ τοῦ πατριάρχου τοῖς ὅρκοις ἀναθαρρήσαντος, γέγονε λόγος ὁποίους δεῖ τῶν συγκλητικῶν τούτῳ συνεξελθεῖν. προεκρίθη γοῦν ὁ πατρίκιος Μιχαὴλ ὁ Στυ πειώτης καὶ Ἰωάννης ὁ μυστικὸς καὶ