127
πανάρεστον ἀκτημοσύνην καὶ δικαιοσύ νην καὶ σωφροσύνην καὶ σκληραγωγίαν ἐπέτειναν, καθώς φησι καὶ Ἰώσηπος περὶ αὐτῶν ὅτι Ἐσσαῖοι Ἰουδαῖοι μέν εἰσι τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων εὐλαβεῖς πλέον, οἳ τὴν μὲν ἡδονὴν ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ σωφροσύνην καὶ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμος μὲν παρ' αὐτοῖς ὑπερορᾶται, τοὺς δὲ ἀλλοτρίους παῖδας νέους ἔτι 1.349 προσλαμβανόμενοι καὶ διδάσκοντες ὡς συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσι. καὶ τὸν μὲν ἔννομον καὶ σώφρονα γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν ἀποδέχονται, τὰς δὲ πονηρὰς καὶ θεοστυγεῖς μίξεις καὶ ἀσελγείας τέλεον ἀποστρέφονται καὶ ἀποβάλλονται. καταφρονεῖται δὲ παρ' αὐτοῖς πλοῦτος καὶ πολυ κτησία, τὴν δὲ ἀκτημοσύνην ὡς ἀπερίσπαστον καὶ ἐνάρετον ἀσπά ζονται. καὶ πρὶν μὲν ἀνίσχειν τὸν ἥλιον οὐδὲν ἀργὸν φθέγγονται, προσευχὰς δὲ καὶ ψαλμῳδίας ἐκ μέσης νυκτὸς μέχρις αὐγῆς πρὸς τὸν θεὸν ἀναφέρουσι μετ' εὐλαβείας καὶ σεμνότητος. καὶ οὕτω πρὸς ἣν ἕκαστος ἔχει τέχνην, ὑπὸ τοῦ προεστῶτος ἀποστέλλεται. καὶ μέχρις ὥρας ἕκτης μετὰ νήψεως καὶ θεολογίας, οὕτως ἐπὶ τὸ δειπνητήριον συναθροίζονται μετ' εὐλαβείας καὶ ἡσυχίας πολλῆς. καὶ ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος πάντοτε προσάγει. καὶ προκατεύχε ται δὲ τῆς τροφῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς ὁ ἱερεύς· ἀθέμιτον γὰρ πρὸ τῆς εὐχῆς ἡγοῦνται γεύσασθαί τι. καὶ πάλιν ἀριστησάν των ὁ ἱερεὺς ἐπεύχεται. καὶ ἁπλῶς ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεὸν ἀδιαλείπτως. καὶ αὖθις ἐπ' ἔργα μέχρις ἑσπέρας διακαρτερήσαντες, καὶ δειπνήσαντες μετὰ τῆς συνήθους σιωπῆς καὶ σεμνοπρεποῦς καταστάσεως, ἐπ' εὐχὰς πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχονται, τοὺς βραχυτάτους ὕπνους καὶ κουφοτάτους ἐκτιναξάμενοι. οὗπερ ἐστὶν αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ με 1.350 τρεῖσθαι παρ' αὐτοῖς τροφὴν καὶ πόσιν λιτὴν καὶ ἀπερίεργον καὶ σπανίζουσαν· οὐδεὶς γὰρ παρ' αὐτοῖς κόρος καὶ χορτασία κοιλίας, ἀλλ' ἔνδεια πολλὴ καὶ ὀλιγοδεΐα. τὸν δὲ προσερχόμενον ζηλῶσαι τὸν βίον οὐκ εὐθὺς ἀδοκιμάστως καὶ ἀγυμνάστως παραδέχονται, ἀλλ' ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθενται δίαιταν καὶ κατά στασιν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ πενιχρὸν ἱμάτιον γυμνάζουσιν ἐπ' ἔργοις ἀρίστοις καὶ λόγοις. εἶτα μετὰ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσιν τὸ ἦθος καὶ τὸ ἐν πᾶσιν ὑπήκοον δοκιμάζεται, καὶ φανεὶς ἄξιος καὶ δόκιμος οὕτως εἰς τὸν ἱερὸν ὅμιλον ἐγκρίνεται. πρό γε οὖν πάντων ὅρκους φρικώδεις ἀπαιτοῦσι, πρῶτον μὲν εὐσεβεῖν καὶ θεραπεύειν ἐξ ὅλης καὶ κα θαρᾶς ψυχῆς καὶ σώματος τὸ θεῖον, ἔπειτα δὲ πρὸς ἀνθρώπους δίκαια φυλάττειν ἅπαντα καὶ ἀπροσωπόληπτα, καὶ μὴ κατὰ γνώ μην βλάψαι τινά, μήγε μὴν συγκοινωνεῖν ἀδίκοις, ἀλλὰ κατὰ δύναμιν τοῦ δικαίου καὶ φροντίζειν καὶ βιάζεσθαι πάντως καὶ τὸν ἐνήδονον καὶ περιττὸν καὶ ὑγρὸν ἀποστρέφεσθαι βίον μέχρι θανά του. πρὸς δὲ τούτοις ὀμνύουσι πάλιν μηδενὶ μὲν τὸ παράπαν μεταδοῦναι τῶν δογμάτων καὶ τῶν ἁγιοπρεπῶν τούτων ἐπιτηδευ μάτων ἢ ὡς ἀκριβῶς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ πάσης ἐναν τίας δόξης καὶ λατρείας, καὶ ταύτῃ μόνῃ προσανέχειν τῇ θείᾳ μέχρις αἵματος θρησκείᾳ καὶ καταστάσει. ἐκ τῆς πολλῆς δὲ ἀσκή σεως καὶ καθαρότητος πολλοὶ καὶ τὰ μέλλοντα προγινώσκουσιν ἐκ 1.351 θείας ἐπιπνοίας καὶ χάριτος, ἀκαταπαύστῳ μελέτῃ προφητῶν καὶ λοιπῶν ἱερῶν λογίων καὶ προσευχῇ ἐμπαιδοτριβούμενοι. Ταύτην οὖν ὁ Ἰώσηπος ἄκρως ἀσκήσας τὴν φιλοσοφίαν ἐπὶ μείζονι προκόπτειν ἔσπευσεν. ἀκούσας γάρ τινα διαφερόντως ἀσκοῦντα κατὰ τὴν ἔρημον Ἀββᾶν ὀνομαζόμενον, ἐσθῆτι μὲν ἀπὸ δένδρων καλυπτόμενον τροφῇ δὲ αὐτομάτως φυομένῃ χρώμενον, καὶ τὴν ἄκραν ἄσκησιν αὐτοῦ ζηλώσας πρὸς αὐτὸν ἀφίκετο, καὶ τρεῖς παρ' αὐτῷ ποιήσας ἐνιαυτοὺς εἰς τὴν πόλιν ὑπέστρεψε καὶ τῇ τῶν Φαρισαίων ἐπολιτεύετο δικαιοσύνῃ. Ὁ δέ γε Φίλων, ὡς εἴρηται, περὶ τῶν ἐξ