511
Ὀσούρτρου λεγομένην ἔμενον ἡσυχάζοντες ἐν τοῖς ὑπαίθροις, πάντα πρότερον τὸν ἀγρότην λαὸν καὶ γυναῖκας καὶ παῖδας καὶ πᾶν ὅ τι τίμιον συγκλείσαντες ἐν τοῖς ὀχυρώμασιν· ἔγραψαν δὲ καὶ τῷ βασιλεῖ διὰ ταχυδρόμου, δηλοποιήσαντες τὴν τῶν ἐναντίων ἐπέλευσιν. δεξάμενος οὖν οὗτος τὰ γράμματα ἐκεί νοις μὲν ἐπέχειν ἐκέλευεν, ἕως ἂν ὁ Λιπαρίτης μετὰ τῆς τῶν Ἰβήρων δυνάμεως ἐλθὼν τοῖς Ῥωμαϊκοῖς ἑνωθῇ στρατεύμασι· πέμπει δὲ πρὸς ἐκεῖνον γράμματα διοριζόμενα τὴν ταχίστην, εἴπερ σύμμαχον ἑαυτὸν καὶ φίλον κρίνει Ῥωμαίων, ἀνειληφότα πάντα τὸν περὶ αὐτὸν λαὸν ἀφικέσθαι καὶ συμμῖξαι τοῖς στρατηγοῖς τῶν Ῥωμαίων καὶ μετ' αὐτῶν διαπολεμῆσαι πρὸς τοὺς βαρβάρους. οἱ μὲν οὖν στρατηγοὶ τὰ γράμματα δεξάμενοι ἠρέμουν ὡς ἐκελεύ σθησαν, καὶ τὴν τοῦ Λιπαρίτου προσέμενον ἄφιξιν, ἐκεῖνος δὲ τὸ βασιλικὸν δεξάμενος πρόσταγμα τὸν ἑαυτοῦ μετὰ σχολῆς ἤθροισε καὶ καθώπλιζε λαόν. ἐν ὅσῳ δὲ οὗτος τὰς οἰκείας συνεκρότει δυνάμεις καὶ ὁ χρόνος ἐτρίβετο, ὁ Ἀβράμιος τὴν Βαασπρακανίαν καταλαβών, καὶ μαθὼν ὅτι περ οἱ Ῥωμαῖοι ἐνταῦθα συνειλεγμένοι ὄντες καὶ τὴν αὐτοῦ μαθόντες ἐπέλευσιν ὑπενόστησαν εἰς Ἰβηρίαν, δειλίαν, ὅπερ ἦν εἰκός, τὸ πρᾶγμα ὑπονοήσας, παρ' οὐδὲν θέμενος καὶ λείαν καὶ λαφυραγωγίαν, ἐδίωκεν ὄπισθεν αὐτῶν, ἐπειγόμενος συρράξαι τοῖς παροῦσι πρὸ 2.577 τοῦ καὶ ἑτέραν συναθροισθῆναι δύναμιν. ὅπερ μαθόντες οἱ στρατηγοὶ τῶν Ῥωμαίων, καὶ πτοηθέντες μή πως ἀναγκασθῶσι καὶ ἄκοντες πολεμῆσαι πρὸ τοῦ τὸν Λιπαρίτην καταλαβεῖν, ὑπο δύντες τινὰ δυσχωρίαν ἀπόκρημνον καὶ φάραγξι πάντοθεν κυκλου μένην ἡσύχαζον, γράψαντες πρὸς τὸν Λιπαρίτην ἥκειν καὶ μὴ βραδύνειν. ὁ δὲ Ἀβράμιος τῆς Ῥωμαϊκῆς ἠστοχηκὼς στρατιᾶς ἔρχεται εἰς τὸ λεγόμενον Ἄρτζε. κωμόπολις δὲ τὸ Ἄρτζε μυρίανδρος καὶ πολὺν πλοῦτον ἔχουσα· ᾤκουν γὰρ ἐν αὐτῇ ἰθαγενεῖς τε ἔμποροι καὶ Σύρων καὶ Ἀρμενίων καὶ ἄλλων ἐθνῶν πληθὺς οὐκ ὀλίγη· οἵτινες τῇ οἰκείᾳ θαρροῦντες πληθύϊ οὐ κατεδέξαντο εἴσω τείχους γενέσθαι, καὶ ταῦτα τῆς Θεοδοσιουπόλεως ἐκ γειτόνων κειμένης, μεγίστης πόλεως καὶ τεῖχος ἐχούσης ἰσχυρὸν καὶ ἀνά λωτον, πολλὰ τοῦ Κεκαυμένου διὰ γραμμάτων καὶ ἀπειλήσαντος καὶ παρακαλέσαντος. καταλαβόντων οὖν τῶν Τούρκων καὶ ἁπτο μένων ἔργου, οἱ ἐν τῷ Ἄρτζε τὰς διόδους συγκλείσαντες καὶ ἐπὶ τῶν δωμάτων ἀναβάντες λίθοις καὶ ξύλοις καὶ τόξοις τοὺς ἐπιόν τας ἠμύνοντο. καὶ διετέλεσαν μαχόμενοι ἐφ' ὅλας ἡμέρας ἕξ. ἀγγελθέντος δὲ τούτου τοῖς στρατηγοῖς, ὁ Κεκαυμένος πολὺς ἦν ἐγκείμενος καὶ παρακαλῶν ἀπελθεῖν καὶ συμβαλεῖν τοῖς Τούρκοις τὸν νοῦν ἔχουσι πρὸς τῇ πολιορκίᾳ, καὶ μὴ καθῆσθαι τηνάλλως καὶ τρίβειν τὸν χρόνον, τὴν συκίνην προσμένοντας ἐπικουρίαν τὸν Λιπαρίτην, καὶ τὸν ἐπιτήδειον παρατρέχοντα βλέπειν καιρόν, οὗ τυχεῖν πάλιν οὐ ῥᾴδιον. ἀντιπίπτοντος δὲ τοῦ Ἀαρών, καὶ μηδέν τι διαπράξασθαι λέγοντος παρὰ τὸ βασιλικὸν βούλημα, ἡσυχίαν 2.578 καὶ αὐτὸς ἦγεν.
Ἀβράμιος δὲ μὴ κατὰ σκοπὸν χωρούντων αὐτῷ τῶν πραγμάτων, μὴ δυνάμενος πολιορκίᾳ τὴν κωμόπολιν παρα στήσασθαι, ὑπεριδὼν καὶ πλούτου καὶ λείας πῦρ ἐνεῖναι τοῖς δώ μασιν ἐγκελεύεται, καὶ εὐθὺς οἱ Τοῦρκοι δαλοὺς αἴροντες καὶ ὕλην εὔπρηστον ἐξάπτοντες ἐρρίπτουν ἐν τοῖς δώμασιν· ἀναφθέν τος δὲ τοῦ πυρὸς πανταχόθεν καὶ πυρκαϊᾶς μεγίστης ἀνεγερθείσης, οἱ Ἀρτζηνοὶ πρός τε τὸ πῦρ πρός τε τὰς ἐκ τῶν τόξων βολὰς μὴ δυνηθέντες ἀντέχειν ἐνέκλιναν εἰς φυγήν. καὶ λέγεται ἀπολέσθαι περὶ τὰς ρνʹ χιλιάδας ἀνδρῶν, τῶν μὲν μαχαίρας τῶν δὲ πυρὸς παρανάλωμα γεγονότων· οὗτοι γὰρ ἐπεὶ κατισχυμένοι ἔγνωσαν ἀποσφάττεσθαι, γυναῖκάς τε καὶ τέκνα ἑαυτῶν εἰς τὸ πῦρ ἀπερ ρίπτουν. οὕτω τοῦ Ἄρτζε ληφθέντος, πολὺ χρυσίον εὑρὼν ὁ Ἀβράμιος καὶ ὅπλα καὶ ἄλλα τινὰ χρειώδη, ὁπόσα μὴ τῷ πυρὶ κατέστησαν ἄχρηστα, περιβαλόμενος δὲ καὶ ἵππον οὐκ ὀλίγην καὶ ὑποζύγια, καὶ τὸν ἑαυτοῦ λαὸν καθοπλίσας ὡς ἔδει, ὑπέστρεψεν ἀναζητῶν τὴν Ῥωμαϊκὴν δύναμιν.