313
προσφυγόντες ἱκέται γίνονται. οὓς ἐκεῖ θεν ἀποσπάσας ὁ τύραννος ἀπ' ἀλλήλων διέστησε, καὶ Μιχαὴλ μὲν ὑπερόριον ἐν τῷ κατὰ τὴν νῆσον Πρώτην μοναστηρίῳ ἐποιή σατο, ἐν ᾧ τὴν κοσμικὴν ἀποθέμενος τρίχα τὸν λοιπὸν τῆς ζωῆς διήνυσε χρόνον, Θεοφύλακτον δὲ τὸν πρεσβύτερον τῶν τούτου υἱῶν ἐκτεμὼν συνάμα τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ἐξορίᾳ παρέπεμ 2.49 ψεν. οὐ παρέλκον δὲ ἴσως ἱστορῆσαι καὶ ὅπως τῷ βασιλεῖ Μιχαὴλ προδεδήλωται ἡ τῆς βασιλείας ἀποβολή. Παιδίσκη τις ἦν οἰκογενὴς τῷ Μιχαήλ· αὕτη κατὰ τὰς σε ληνιακὰς συνόδους πάθει μανίας ἡλίσκετο. ὁπότε γοῦν ἁλῴη τῷ πάθει, εἰς τόπον ἐρχομένη ἐν ᾧ βοῦς τε καὶ λέων ἵδρυνται λίθινοι (κἀκ τούτων ἔχει τὴν προσηγορίαν ὁ τόπος, Βουκολέων ὀνομαζό 2.50 μενος) ἐβόα γεγωνοτέρᾳ φωνῇ πρὸς τὸν βασιλέα "κάτελθε, κάτελθε, ὑποχώρει τῶν ἀλλοτρίων." τοῦτο πολλάκις γινόμενον θάμβος ἐνεποίει τῷ βασιλεῖ, καὶ εἰς φροντίδας οὐ τὰς τυχούσας ἐνέβαλε. διὸ καὶ κοινολογεῖται περὶ τοῦ πράγματος τῶν συνήθων τινὶ καὶ οἰκείων Θεοδότῳ τῷ υἱῷ Μιχαὴλ πατρικίου τοῦ Μελισσηνοῦ, ὃν δὴ καὶ Κασσιτηρᾶν κατωνόμαζον, καὶ διάπειραν ἔσπευσε τῶν λε γομένων λαβεῖν. ὁ δὲ γνώμην δίδωσι τοιάνδε, ἵν' ἐπειδὰν κάτο 2.51 χον τῇ μανίᾳ γένηται τὸ κοράσιον κατασχεθῇ, καὶ διερωτηθῇ τίνι προσήκουσα ἡ οἰκία τοῦ παλατίου ἐστί, καὶ ὁποῖον εἴη τούτῳ τὸ γνώρισμα. ἐγένετο τοῦτο, τοῦ Θεοδότου τῇ πράξει ὑπηρετοῦν τος. καὶ τὸ τῇ κατοχῇ κατάσχετον γύναιον ἐρωτηθὲν τήν τε κλῆ σιν ἐμφαίνει τοῦ Λέοντος καὶ τὸν χαρακτῆρα καὶ τὴν μορφήν, προστίθησί τε ἀπελθεῖν κατὰ τὴν ἀκρόπολιν, ἐν ᾗ συναντήσειε δυσὶν ἀνδράσιν, ὧν ὁ τῷ ἡμιόνῳ ἔποχος ἐπιβήσεται πάντως τῆς βασιλείας. ἡ μὲν οὖν εἶπε, καὶ Θεόδοτος ἠκριβώσατο εἰς τὸν εἰρημένον ἀπελθὼν τόπον, τὸν ἄνδρα τε κατεφώρασεν ἐκ τῶν γνωρισμάτων, καὶ κατ' οὐδὲν διαψεύδεσθαι ἔγνω τὴν ἄνθρωπον. τῷ μὲν οὖν βασιλεῖ ἀπήγγειλε τῶν ἐγνωσμένων οὐδέν, κενολογίαν δὲ τὰ τῆς γυναικὸς ἐκάλει ῥήματα καὶ φλυαρίαν μηδὲν ἴχνος φέ ρουσαν ἀληθείας. τὸν Λέοντα δὲ λαβὼν τῆς χειρός, καὶ εἰς τὸν ναὸν εἰσελθὼν Παύλου τοῦ ἀποστόλου κατὰ τὸ ὀρφανοτροφεῖον, καὶ πίστεις δοὺς αὐτῷ καὶ λαβών, ἀνακαλύπτει τὰ ἔκφορα, τὴν μὲν ἀλήθειαν ἀποκαλύψας, εἰπὼν δ' ἐκ θείας ἀποκαλύψεως πε πληροφορῆσθαι ὡς τῆς Ῥωμαίων ἡγεμονίας πάντως ὁ Λέων γενή σεται ἐγκρατής. ἐκβεβηκυίας δὲ τῆς προρρήσεως ἐζήτει μὴ ἄμι σθον αὐτῷ γενέσθαι τὸ εὐαγγέλιον. καὶ ὁ Λέων, εἰ ὁ λόγος εἰς ἔργον ἐκβαίη, ὑπέσχετο ὧν δέοιτο μὴ ἀτυχήσειν αὐτόν. ἀλλὰ ταῦτα μὲν συνετίθετο οὕτως. Συνέβη δὲ καὶ δι' ἄλλας μὲν αἰτίας Ῥωμαίοις τε καὶ Βουλ 2.52 γάροις ἀναρριπισθῆναι τὸν προρρηθέντα πόλεμον, οὐχ ἥκιστα δὲ 2.52 καὶ διὰ τὴν ῥηθήσεσθαι μέλλουσαν. Βούλγαροί τινες ἐξ ἠθῶν ἀναστάντες τῶν πατρῴων τὴν Ῥωμαίων καταλαμβάνουσι παγγενεί, καὶ παρὰ τοῦ βασιλέως προσδεχθέντες Μιχαὴλ ἐν διαφόροις ἐγκατ οικίζονται χώραις. καί τινες δὲ Ῥωμαῖοι τῶν ἐν τοῖς προηγησα μένοις αἰχμαλωτισθέντων πολέμοις τὰ δεσμὰ διαρρήξαντες εἰς τὰς ἑαυτῶν ἐπανῆκον πατρίδας. τούτους ἅπαντας ὁ τῶν Βουλγάρων ἀρχηγὸς Κροῦμος ἐκδοθῆναί οἱ ἀπῄτει. τισὶ μὲν οὖν τῶν Ῥω μαίων ἐπαινετὴ ἐδόκει ἡ ἔκδοσις, ᾗ τινὶ καὶ ὁ βασιλεὺς καί τινες ἀξιόλογοι συγκατετίθεντο μοναχοί· ᾤοντο γὰρ διὰ τῆς τῶν προσ φύγων ἐκδόσεως τῆς βαρβαρικῆς ἀπαλλαγήσεσθαι λεηλασίας. τινὲς δ' ἀπηρέσκοντο πρὸς τὴν γνώμην, ὧν κορυφαῖος ἐτύγχανε Νικηφόρος ὁ πατριάρχης καὶ ὁ μάγιστρος Θεόκτιστος ἐπ' ἀρετῇ καὶ συνέσει πρωτεύων τῷ τότε, καὶ ἄλλοι δὲ οὐκ ὀλίγοι, ἐφεῖναι λέγοντες τὰ καθ' ἑαυτοὺς τῷ θεῷ, καὶ μὴ διὰ προσφύγων ἐκδό σεως τὴν τοῦ θεοῦ παραλιπόντας παναλκῆ βοήθειαν τὴν τοῦ βαρ βάρου ἐξευμενίζεσθαι ἀλαζονείαν. μηδαμῶς δὲ συμβάσης τῆς τοιαύτης ἐπιτάσεως τοῦ Κρούμου, ὁ προλεχθεὶς ἀνερριπίσθη πό λεμος, καὶ ἡ τροπὴ καὶ ὁ πολὺς φθόρος τῶν Ῥωμαίων ἐπηκολού θησεν, ἄλλο τι τοῦ θεοῦ ὡς ἔοικε προοικονομοῦντος.