515
πιέζονται, ἀναπείσας καὶ τοὺς Ῥωμαίους ὀκνοῦν τας καὶ δεδιότας πρὸς τοσαύτας ἀντιπαρατάττεσθαι μυριάδας, προσρήγνυται τοῖς ἐχθροῖς. οἱ δὲ τὴν ὀξεῖαν ἔλευσιν ἐκπλαγέντες καὶ πρὸς τὸν πόλεμον ἀποδειλιάσαντες, ῥίψαντες τὰ ὅπλα αὐτός τε ὁ Τυρὰχ καὶ πάντες οἱ ἄρχοντες καὶ τὸ λοιπὸν πλῆθος ἑαυτοὺς ἐγχειρίζουσιν. ὁ μὲν οὖν Κεγένης συνεβούλευε καὶ διεμαρτύρατο πάντας ἡβηδὸν ἀποσφάξαι, ἔλεγε δὲ καὶ παροιμίαν βάρβαρον μὲν νοῦν δὲ πολὺν ἔχουσαν, ὡς ἔτι χειμῶνος ὄντος δεῖ τὸν ὄφιν ἀπο 2.587 κτεῖναι, ὁπηνίκα τὴν κέρκον κινεῖν οὐ δύναται· ὑπὸ ἡλίου γὰρ θαλφθεὶς κόπους ἡμῖν παρέξει καὶ πράγματα. τοῦτο δὲ τοῖς ἄρχουσιν οὐκ ἐδόκει Ῥωμαίων, ἀλλὰ βαρβαρικὸν τὸ ἔργον καὶ ἀνόσιον ἐνομίζετο καὶ Ῥωμαϊκῆς ἀνάξιον ἡμερότητος. μᾶλλον μὲν οὖν συμφέρον ἐνόμιζον διασκεδάσαι τούτους ἐν ταῖς ἐρήμοις τῆς Βουλγαρίας πεδιάσι καὶ ἄλλους ἀλλαχοῦ ἐγκατοικίσαι καὶ φό ρους αὐτοῖς ἐπιθεῖναι· ἔσεσθαι γὰρ οὐκ εὐαρίθμητον τὸν ἀπὸ τῶν τοιούτων δασμόν· εἰ δεήσει δὲ τῷ βασιλεῖ καὶ στρατοῦ πρός τε τοὺς Τούρκους καὶ πρὸς ἄλλα ἑτερόφυλα γένη, καθοπλίζειν ἀπ' αὐτῶν.
Πολλῶν οὖν λόγων ῥηθέντων ἐνίκησεν ἡ τῶν Ῥωμαίων γνώμη· καὶ ὁ μὲν Κεγένης ὅσους ἔλαβε ζωγρίας, πλὴν ὧν ἀπημ πόληκε, τοὺς πάντας ἀποσφάξας ὑπενόστησεν οἴκαδε, τὰς δὲ τῶν Πατζινάκων μυριάδας ὁ τῆς Βουλγαρίας παραλαβὼν ἄρχων Βασί λειος ὁ Μοναχὸς ἐγκαθιδρύει ἀνά τε τὰς πεδιάδας τῆς Σαρδικῆς, τῆς Ναϊσοῦ καὶ Εὐτζαπέλου διασπείρας πάντας καὶ πᾶν ὅπλον ἀφελόμενος διὰ τὸ ἀνεπιβούλευτον. ὁ δὲ Τυρὰχ καὶ σὺν αὐτῷ ἄνδρες ἑκατὸν καὶ τεσσαράκοντα ἄγονται εἰς τὸν βασιλέα· οὓς φιλοφρόνως οὗτος ἀποδεξάμενος καὶ βαπτίσας καὶ μεγίστοις ἀξιώ μασιν ἐπάρας ἐν εὐπαθείαις κατεῖχεν. Ὁ δὲ σουλτάνος τὴν τῶν αὐτοῦ πρέσβεων ἄπρακτον ὑπο στροφὴν μὴ φέρων, τὰς ἐν Περσίδι πάσας δυνάμεις καὶ τὰς Βα βυλωνίους ὑφ' ἓν ἀθροίσας εἰσβολὴν ποιεῖται κατὰ Ῥωμαίων. τοῦτο δὲ προακηκοὼς ὁ Μονομάχος ἔσπευδε μὲν καὶ διὰ τῶν οἰ κείων δυνάμεων ἀντιπαράταξιν στῆσαι τῷ πολεμίῳ, ὥπλισε δὲ 2.588 καὶ ἀπὸ τῶν Πατζινάκων χιλιάδας ιεʹ. καὶ ἡγεμόνας τέσσαρας ἀπὸ τῶν ἐν Κωνσταντινουπόλει Πατζινάκων αὐτοῖς ἐπιστήσας, τὸν Σουλτζοῦν, τὸν Σελτέ, τὸν Καραμᾶν καὶ τὸν Καταλείμ, δώροις τε φιλοτιμησάμενος οὐ μικροῖς, καὶ ἅρματα κάλλιστα δοὺς καὶ ἵππους διαπρεπεῖς, περαιοῖ ἐν Χρυσουπόλει, δοὺς αὐ τοῖς ὁδηγὸν τὸν ἀπάξαι μέλλοντα τούτους εἰς Ἰβηρίαν Κωνσταν τῖνον τὸν πατρίκιον, ᾧ Ἁδροβάλανος τὸ ἐπώνυμον. περαιωθέν τες δὲ οὗτοι καὶ τοὺς ἵππους ἀναβάντες καὶ τῆς πρὸς ἀνατολὴν φερούσης ἁψάμενοι καὶ προελθόντες ἄχρι μιλίων τινῶν καὶ τῷ λεγομένῳ ∆αματρύϊ προσεγγίσαντες ἐπέσχον τὴν πορείαν, καὶ στάντες ἐπὶ τῆς ὁδοῦ συμβουλὴν προετίθεσαν, ἥτις παρ' αὐτοῖς κομέντον ὠνόμασται. τισὶ μὲν οὖν ἐδόκει πορευτέα εἶναι καὶ μὴ ἀντιβαίνειν ἐπὶ τῆς χώρας τοῦ βασιλέως τοῖς βασιλικοῖς προστά γμασι, τοῦ τε λοιποῦ ἔθνους κεχωρισμένοις καὶ μήτε καθ' ἑαυ τοὺς ὑποστῆναι δυναμένοις τὴν Ῥωμαϊκὴν δύναμιν μήτε ὁρμητή ριον ἔχουσι πρὸς τὰ τῆς τύχης ἀβούλητα· ἄλλοις πάλιν ἐδόκει, κατασχοῦσιν ὄρη τινὰ τῆς Βιθυνίας, ἐν τούτοις παραμένειν καὶ τοὺς ἐπιόντας ἀμύνασθαι, ἀνελθεῖν δὲ μηδαμῶς εἰς Ἰβηρίαν, ἐς χώραν μακρὰν καὶ ἀλλόκοτον, ἔνθα μέλλουσιν ἕξειν πολεμίους οὐ μόνον τοὺς ἐχθροὺς Ῥωμαίων ἀλλὰ καὶ αὐτοὺς τοὺς Ῥωμαίους. ὁ Καταλεὶμ δὲ μόνος γνώμην ἐδίδου ὑποστρέψαι καὶ ἑνωθῆναι τοῖς συγγενέσιν. εἰπόντος δέ τινος "καὶ πῶς ἂν ἔσεται περατὴ ἡ θάλασσα;" μηδὲν πλέον εἰπὼν ἕπεσθαί οἱ κελεύει. τὸν μὲν 2.589 οὖν Ἁδροβάλανον ὁρμήσαντες ἀποκτεῖναι οὐκ ἴσχυσαν (φυγὼν γὰρ διεσώθη ἔν τινι τριωρόφῳ ὑπερῴῳ τῶν ἐν τῷ ∆αματρύϊ πα λατίων), τῷ Καταλεὶμ δὲ ἑπόμενοι κατήρχοντο πρὸς τὴν θάλασ σαν, οὐκ ἐλπίζοντες τάχα πλοῖα ἔχειν αὐτὸν ηὐτρεπισμένα τὰ ῥᾳ δίαν τούτοις μέλλοντα ποιῆσαι τὴν τῆς θαλάσσης περαίωσιν, ἀλλὰ διαποροῦντες καὶ μαθεῖν ἐθέλοντες τίς ὁ τρόπος τῆς