71
ἄνθρωπος τοῦ θεοῦ ἐστίν, ὁ προφητεύσας τοὺς λόγους τούτους ἐπὶ τὸ θυσιαστήριον Βεθήλ." καὶ εἶπεν "ἄφετε αὐτόν· μηδεὶς κινήσῃ τὰ ὀστᾶ αὐτοῦ." καὶ μέντοι καὶ τοὺς ἐγ γαστριμύθους καὶ τοὺς ψευδοπροφήτας καὶ πᾶν βδέλυγμα καὶ προσόχθισμα ἐν Ἱερουσαλὴμ ἐξῆρε· καὶ ἐπέστρεψε πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ καὶ ἰσχύϊ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ κατὰ τὸν νόμον 1.197 Μωϋσέως. διὸ δὴ καὶ τὸ πάσχα τοιοῦτον ἐποίησεν οἷον οὐ γέγονεν ἀπὸ χρόνων Ἰησοῦ τοῦ Ναυῆ καὶ Σαμουήλ· ἐν ᾧ βόας μὲν ἔθυσε χιλιάδας ιβʹ, πρόβατα χιλιάδας ληʹ. καὶ κατωρθώθη, φησί, τὰ ἔργα Ἰωσίου ἐναντίον κυρίου, ἐν καρδίᾳ πλήρει εὐσεβείας· καὶ γὰρ ὅμοιος αὐτῷ οὐκ ἐγεννήθη ἔμπροσθεν αὐτοῦ, καὶ οὐκ ἀνέστη ὅμοιος αὐτοῦ. πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ, οὗ ἐθυμώθη ἐν τῷ Ἰούδᾳ, ἐπὶ τοὺς παροργισμοὺς οὓς παρεώργισεν αὐτὸν Μανασσῆς. ἐφ' ὧν χρόνων καὶ τὸ Βυζάντιον ὑπὸ Βύζου βασιλέως τῆς Θρᾴκης ἐκτίσθη, ὡς δέ τινες, ὑπὸ Με γαρέων. ἐφ' ὧν καὶ Σίβυλλα ἡ Σαμωναία ἐγνωρίζετο. Μετὰ δὲ Ἰωσίαν ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ, ὃς ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ληφθεὶς ὑπὸ Νεχαὼβ βασιλέως Αἰγύπτου ἀπήχθη εἰς Αἴγυπτον, ἐν ᾗ καὶ ἀπέθανε, βασιλεύσας μῆνας τρεῖς. ἐφ' οὗ οἱ Ἰσραηλῖται, καθώς φησιν Ἰώσηπος, ἐκ τοῦ κρατῆσαι τὴν τοῦ Ἰούδα φυλὴν καὶ κατοικῆσαι τὴν πόλιν Ἱερουσαλήμ, οὗτοι μὲν ἐκλήθησαν Ἰουδαῖοι, ἡ δὲ πόλις ἡ καὶ Σιὼν Ἰουδαία, ἥτις πάλαι μὲν Ἰεβοὺς ἐλέγετο διὰ τὸ τὸν Ἰεβουσσαῖονκατοικῆσαι τὸν τόπον ἐκεῖνον. ∆αβὶδ δὲ Ἱερουσαλὴμ προσηγό ρευσεν, ἐκ τοῦ συμβεβηκότος τεχνησάμενος τὸ ὄνομα· ἐν ὄρει γάρ ἐστιν ὑψηλοτάτῳ κατῳκοδομημένη, ἐν ᾧ κύριος ὤφθη τῷ ∆αβὶδ ἐν ἁλῶνι Ὀρνᾶ τοῦ Ἰεβουσσαίου, ἐν τῇ θραύσει τοῦ λαοῦδιὰ τὴν ἄλογον ἐπαρίθμησιν. καὶ τὸ μὲν ὄρος Ἑβραΐδι φωνῇ λέγεται Ἄρ, ἡ δὲ πόλις Σαλήμ. ὁ οὖν ∆αβὶδ νέον τόπον εἰς βα 1.198 σίλειον κατασκευάζων Ἀρσαλὴμ ὠνόμασεν, ὅ ἐστι τόπος εἰρήνης. Ἱερουσαλὴμ δὲ εἰς τὸ Ἑλληνικὸν παρενηνεγμένη κέκληται διὰ τὴν καλλιφωνίαν. Μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωακεὶμ καὶ Ἐλιακεὶμ ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐλθὼν Ναβουχοδονόσορ ὁ διάδοχος Μαροδάχ, καὶ πολιορκήσας τὴν Ἰουδαίαν, ὑπόφορον αὐτὴν ἐποίησεν. ἀθετήσαντος δὲ τὴν φορολο γίαν Ἰωακεὶμ ἦλθε πάλιν εἰς Ἱερουσαλὴμ Ναβουχοδονόσορ, καὶ τοῦτον χειρωσάμενος καὶ ἀνελὼν καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι κε λεύσας ἄταφον ἐπὶ πολὺν κατέλιπε χρόνον, βασιλεύσαντα ἔτη ἕν δεκα. περὶ οὗ φησὶν Ἱερεμίας "τάδε λέγει κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσίου· οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον. οὐ μὴ κόψονται αὐτόν, ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν, οἴ μοι, κύριε, καὶ οἴ μοι, ἀδελφέ· ἀλλὰ ταφὴν ὄνου ταφήσεται, καὶ συμψηφισθεὶς ῥιφή σεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ." τότε καὶ ∆ανιὴλ ἀπήχθη καὶ οἱ τρεῖς παῖδες καὶ ἄλλοι τοῦ λαοῦ πλεῖστοι καὶ μέρος τῶν σκευῶν κυρίου εἰς Βαβυλῶνα. οἱ δὲ ἅγιοι τρεῖς παῖδες υἱοὶ Ἐζεκίου εἰσίν. ἐν γὰρ τῷ ἀναστῆναι αὐτὸν ἀπὸ τῆς νόσου, ἀποστεῖ λαι δὲ πρὸς αὐτὸν Μαροδὰχ υἱὸς Βαλαδὰν βασιλεὺς Βαβυλῶνος ἐπιστολὴν καὶ δῶρα (ἤκουσε γὰρ ὅτι ἠρρώστησε, καὶ ἀνέστη), ὑπέδειξεν αὐτὸς τοῖς ἀγγέλοις Μαροδὰχ πάντα τὸν πλοῦτον αὐτοῦ καὶ τοὺς θησαυροὺς αὐτοῦ. πρὸς ὃν λυπούμενος εἶπεν Ἠσαΐας ὁ προφήτης "ἄκουσον λόγον κυρίου. ἰδοὺ ἡμέραι ἔρχονται, καὶ 1.199 ληφθήσονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, καὶ εἰς Βαβυλῶνα ἀπενεχθή σονται. ἀλλὰ καὶ ἀπὸ τῶν υἱῶν σου τῶν ἐξεληλυθότων ἐκ σοῦ λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βα βυλῶνος." τῷ δὲ εἰκοστῷ ἔτει τῆς βασιλείας Ναβουχοδονόσορ, τετρακισχιλιοστῷ δὲ καὶ ἐνενηκοστῷ τετάρτῳ τοῦ κόσμου, διεσά φησε τὰ ἐνύπνια αὐτοῦ ὁ ∆ανιήλ. τῷ δὲ τετρακισχιλιοστῷ ἑκα τοστῷ δεκάτῳ ἔτει τὰ κατὰ τὴν κάμινον τῶν ἁγίων τριῶν παίδων ἐπράχθησαν. τοῦ γὰρ Βαλτάσαρ, ὃς καὶ Ῥινιγλίσαρος ἐλέγετο, πίνοντος ἐν τοῖς ἱεροῖς σκεύεσιν οἴκου κυρίου σὺν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ ταῖς παλλακαῖς ἐν δείπνῳ, εἶδεν ἀνθρώπου