303
ἐποίησας;" ὁ δὲ μετὰ θρήνων ἔφη "εἴθε μηδὲ ἐκάθισα ἐν τῷ τῆς ἱερωσύνης θρόνῳ, τῆς ἐκκλησίας τοῦ θεοῦ τυραννουμένης καὶ ἐσχισμένης ἐκ τῶν λοιπῶν καθολικῶν θρόνων καὶ ἀναθεματιζομέ νης. καὶ ἐὰν μὴ σύνοδος γένηται οἰκουμενικὴ καὶ τὰ ἐν μέσῳ σφάλματα διορθωθῇ, οὐκ ἔχετε σωτηρίαν." ἡ δὲ εἶπεν αὐτῷ "καὶ ἵνα τί ὑπέγραψας ἐν τῷ χειροτονεῖσθαί σε τοῦ μὴ προσκυνεῖν εἰκόνας;" ὁ δὲ ἔφη "καὶ διὰ τοῦτο θρηνῶ καὶ πρὸς μετάνοιαν καταφεύγω, δεόμενος τοῦ θεοῦ ἵνα μὴ ὡς ἱερέα με κολάσῃ, σιγή σαντα ἕως τοῦ νῦν καὶ μὴ κηρύξαντα τὴν ἀλήθειαν τῷ φόβῳ τῆς μανίας ὑμῶν." ἐν τούτοις ἐκοιμήθη ἐν εἰρήνῃ. ἔκτοτε οὖν ἤρ ξατο λαλεῖσθαι ὁ περὶ τῶν ἁγίων εἰκόνων λόγος παρρησίᾳ ὑπὸ πάντων. Τῷ εʹ ἔτει συναγαγοῦσα ἡ βασιλὶς Εἰρήνη πᾶσαν τὴν σύγ κλητον καὶ τὸν λαὸν ἐζήτει τίς γενήσεται πατριάρχης, καὶ πάντες ἐξεφώνησαν Ταράσιον τὸν ἀσηκρῆτις. ὁ δὲ παρῃτεῖτο, τὴν τῶν λαῶν καὶ τῶν ἐκκλησιῶν προβαλλόμενος διχοστασίαν, καὶ σύνοδον ἐξαιτῶν γενέσθαι. τῆς δὲ βασιλίσσης καὶ τοῦ λαοῦ τοῦτο κατα νευσάντων, τῇ κεʹ τοῦ ∆εκεμβρίου μηνὸς τῆς ηʹ ἰνδικτίωνος χειρο τονεῖται ὁ ὅσιος πατὴρ ἡμῶν Ταράσιος πατριάρχης Κωνσταντι νουπόλεως. καὶ ἀποστείλας ἐν Ῥώμῃ τὰ συνοδικὰ καὶ τὸν λίβελ λον τῆς πίστεως αὐτῶν ἀπεδέχθη παρὰ τοῦ πάπα Ἀδριανοῦ. 2.23 Τῷ ʹ ἔτει συνόδου κηρυχθείσης ἐν τῷ ναῷ τῶν ἁγίων ἀπο στόλων συνηθροίσθησαν καὶ οἱ ὑπηρέται τοῦ διαβόλου, καὶ μετὰ ξιφῶν εἰσελθόντων σὺν αὐτῷ ἐταράχθησαν καὶ ὑπέστρεψαν. Τῷ ζʹ ἔτει ἠνοίχθη ἐν Νικαίᾳ ἡ καθολική. τῇ δὲ θʹ τοῦ Σεπτεμβρίου ἡμέρᾳ αʹ, ὥρᾳ εʹ, ἔκλειψις γέγονεν ἡλίου μεγίστη. Τῷ δὲ ηʹ ἔτει, παρελθόντων ἀπὸ τῆς ʹ συνόδου χρόνων ρκβʹ, γέγονεν ἐν Νικαίᾳ οἰκουμενικὴ ζʹ σύνοδος, καὶ ἀπέλαβεν ἡ καθολικὴ ἐκκλησία διὰ Ταρασίου τοῦ ἁγιωτάτου πατριάρχου τὸν ἀρχαῖον κόσμον αὐτῆς, συνελθόντων πατέρων ἐν Νικαίᾳ τὸ δεύ τερον τνʹ, οἳ τὰς εἰκόνας σὺν τῷ σταυρῷ διορίσαντες προσκυνεῖ σθαι, οὐδὲν καινὸν δογματίσαντες ἀλλὰ τὰ τῶν ἁγίων καὶ μακα ρίων πατέρων δόγματα ἀσάλευτα φυλάττεσθαι, καὶ τὴν νέαν αἵ ρεσιν ἀποκηρύξαντες, τοὺς τρεῖς ψευδωνύμους πατριάρχας ἀνε θεμάτισαν, Ἀναστάσιον φημὶ καὶ Κωνσταντῖνον καὶ τὸν Νικήταν εὐνοῦχον. ὑπέγραψε δὲ καὶ ὁ βασιλεὺς καὶ ἡ μήτηρ αὐτοῦ ἐν τῷ τόμῳ, καὶ εἰρήνευσεν ἡ τοῦ θεοῦ ἐκκλησία, εἰ καὶ ὁ ἐχθρὸς τὰ ἑαυτοῦ ζιζάνια ἐν τοῖς ἰδίοις ἐργάταις σπείρειν οὐ παύεται. ἀλλ' ἡ τοῦ θεοῦ ἐκκλησία τῇ αὐτοῦ χάριτι πάντως πολεμουμένη νικᾷ. Τῷ θʹ ἔτει λύσασα ἡ βασιλὶς Εἰρήνη τὴν πρὸς τοὺς Φράγ γους συναλλαγὴν ἤγαγε κόρην ἐκ τῶν Ἀρμενιακῶν ἀπὸ Ἀμνείας, ὀνόματι Μαρῖναν, καὶ ἔζευξεν αὐτὴν Κωνσταντίνῳ τῷ υἱῷ αὐτῆς μὴ θέλοντι, καὶ ἐποίησε τοὺς γάμους. Τῷ ιʹ ἔτει γέγονε σεισμὸς φοβερώτατος. φθόνῳ δέ τινες φερόμενοι τῶν προσφιλῶν Εἰρήνης, καὶ βουλόμενοι οὗτοι τὰ πρά 2.24 γματα διοικεῖν, συνέβαλον τὴν μητέρα κατὰ τοῦ υἱοῦ, πείσαντες αὐτὴν ὡς οὐκ ἔστιν ὡρισμένον παρὰ θεῷ κρατῆσαι τὸν υἱόν σου· σὴ γάρ ἐστιν ἡ βασιλεία. αὕτη δὲ ὡς ἅτε γυνὴ ἐξαπατηθεῖσα, στέργουσα δὲ καὶ τὸ φίλαρχον, ἐβεβαιώθη τῷ νοῒ οὕτως εἶναι. ὁ γοῦν βασιλεὺς εἰκοσαετὴς ὢν καὶ ῥωμαλεώτατος πάνυ καὶ ἱκανὸς ἐν τοῖς πολέμοις ἐλυπεῖτο μηδενὸς ἐξουσιάζων, καὶ ἐμελέτα κατὰ τῆς μητρὸς αὐτοῦ. ἡ δὲ τοῦτο μαθοῦσα παρὰ τοῦ Σταυρακίου, τοὺς μὲν οἰκείους ἀνθρώπους αὐτοῦ πάντας τύψασα ἐξώρισε, τὸν δὲ μάγιστρον καὶ Θεόδωρον πατρίκιον τὸν Καμουλιανὸν καὶ ἑτέ ρους τῶν ἐν τέλει ἐξώρισεν ἐν Καϊστορίᾳ. τὸν δὲ υἱὸν αὐτῆς πολλὰ λοιδορήσασα ἀπρόϊτον ἐποίησεν ἐφ' ἡμέρας ἱκανάς. πάντα δὲ τὸν στρατὸν καὶ πάντας τοὺς ἐν τέλει ὀμόσαι πεποίηκεν ὅτι ἕως οὗ ζῇς, οὐ καταδεξόμεθα τὸν υἱόν σου κρατῆσαι.
Ἀρμενιακοὶ δὲ μόνοι τοῦτο οὐ κατεδέξαντο, ἀλλὰ Κωνσταντῖνον καὶ Εἰρήνην ὡς ἐξ ἀρχῆς εὐφήμουν, τοῦ διαβόλου τὴν τοιαύτην ἐπιορκίαν καὶ ἄρνησιν ὑποβάλλοντος τοῖς ἀνθρώποις. συναχθέντες δὲ οἱ θεμα τικοὶ ἐν τῷ Ἀτρώᾳ πάντες κοινῇ γνώμῃ ἐζήτησαν Κωνσταντῖνον βασιλέα. φοβηθεῖσα δὲ ἡ Εἰρήνη τὸ ὅρμημα