258
∆αλματίαν ἐχώρησε, καὶ καταλαβὼν τὴν Βάλβην καὶ τὰς περὶ αὐτὴν τεσσαράκοντα πόλεις ταύτας ἐπόρθησεν. ὁ δὲ Πρί σκος ταῦτα μαθὼν Γουνδούην ἐπὶ κατασκοπῇ τῶν πραττομένων ἀπέστειλεν· ὃς καταλαβὼν τοὺς βαρβάρους διὰ δυσβάτων χωρίων βαδίζοντας, περιτυγχάνει δύο ἐξ αὐτῶν τῷ οἴνῳ κεκαρωμένους, οἳ καὶ ἔφασαν δισχιλίοις ὁπλίταις τὴν αἰχμαλωσίαν τὸν χαγάνον παραδεδωκέναι καὶ πρὸς τὰ οἰκεῖα ἀποστεῖλαι. ταῦτα ὁ Γουν δούης μεμαθηκὼς κρύπτεται ἐν μικρᾷ φάραγγι, καὶ ἑωθινὸς ἐπὶ τὰ νῶτα τούτων γενόμενος ἀθρόως πάντας ἀνεῖλε καὶ τὴν αἰχμα λωσίαν πρὸς τὸν Πρίσκον ἤγαγεν. ὁ δὲ χαγάνος τὰ τῆς ἀποτυ χίας μαθὼν εἰς τὴν ἑαυτοῦ ἐπανέζευξε χώραν, καὶ ὁ Πρίσκος ὑπέστρεψεν εἰς τὰ ἴδια. Καὶ τῷ ιηʹ ἔτει λαβὼν τὰς δυνάμεις ἐπὶ τὴν Σιγιδῶνα παρα 1.700 γίνεται. ὁ δὲ χαγάνος συναθροίσας τὴν ἑαυτοῦ δύναμιν ἄφνω τῇ Μυσίᾳ ἐφίσταται. τῆς δὲ ἑορτῆς τοῦ πάσχα καταλαβούσης ἀμφό τεροι μετ' εἰρήνης ἡσύχασαν· καὶ τῆς ἑορτῆς πληρωθείσης δια χωρίζονται ἀπὸ τῶν Ῥωμαίων οἱ βάρβαροι, καὶ ποικίλου διωγμοῦ ἐξ ἀλλήλων τῶν μερῶν γενομένου πλῆθος Ῥωμαίων τὸ μὲν κατα σφάττεται τὸ δὲ αἰχμαλωτίζεται. τότε δὴ ὁ χαγάνος κατὰ Μαυ ρικίου ὡς αἰτίου τῆς σφαγῆς τοῦ λαοῦ καταβοῶν εἶπε διδόναι τοὺς αἰχμαλώτους ἀνὰ νομίσματος, καὶ πάλιν δύο τοῦ νομίσματος, καὶ πάλιν ἀνὰ κεράτια δʹ. ὁ δὲ Μαυρίκιος οὐδὲ οὕτως τούτους ἠθέλησεν ἀγοράσαι. ὅθεν θυμωθεὶς ὁ χαγάνος πάντας ἀπέκτει νεν. ἦσαν δὲ χιλιάδες ιβʹ, ἀνεβιβάζετο δὲ ἡ τιμὴ αὐτῶν ἀνὰ μιλιαρισίων δύο #22βθλγʹ. καὶ οὕτως ποιήσας ὁ χαγάνος εἰς τὰ ἴδια ὑπέστρεψε, νʹ χιλιάδας ταῖς Ῥωμαίων σπονδαῖς ἐπιθείς. ὁ δὲ στρατὸς ἔπεμψε κατὰ Κομεντιόλου ὡς προδοσίαν ἐν τῷ πολέμῳ ποιήσαντος, ἐν οἷς ἦν καὶ Φωκᾶς, ὃς διαλεγόμενος τῷ βασιλεῖ βριαρῶς τούτῳ ἀντέλεγεν ἐν τῷ Σελεντίῳ. καί τις τῶν πατρικίων τοῦτον ἐρράπισε καὶ τὸν πώγωνα ἐξέτιλεν, ὁ δὲ βασιλεὺς τοῦτον ἄπρακτον ἀπέλυσεν. ἐκ τούτου καὶ ἡ τοῦ βασιλέως ἐπιβουλὴ ἀρχὴν ἐλάμβανε. κατὰ τοῦτον τὸν χρόνον ἐν τῇ Αἰγύπτῳ Μηνᾶ τοῦ ἐπάρχου ἐν τῷ Νείλῳ ποταμῷ μετὰ τοῦ λαοῦ πορευομένου, ἐν τόπῳ τῷ ἐπιλεγομένῳ ∆έλτα, ἡλίου ἀνίσχοντος ζῷα ἀνθρωπό μορφα ἐν τῷ ποταμῷ ἐφάνησαν, ἀνήρ τε καὶ γυνή· καὶ ὁ μὲν ἀνὴρ εὔστολος, εὔστερνος, καταπληκτικὸς τὴν ὄψιν, ξανθὸς τὴν κόμην, μιξοπόλιος, καὶ μέχρι τῆς ὀσφύος ἐγύμνου τὴν φύσιν, 1.701 τὰ δὲ λοιπὰ μέρη τοῦ σώματος τὸ ὕδωρ ἐκάλυπτε. τοῦτον ὁ ἔπαρ χος ὅρκοις ἔβαλλε μὴ καταλῦσαι τὴν θεωρίαν, πρὶν ἅπαντας ἐμφορηθῆναι τῆς παραδόξου ταύτης ὁράσεως. ἡ δὲ γυνὴ τούς τε μασθοὺς εἶχε καὶ τὴν ὄψιν λείαν καὶ κόμην βαθεῖαν. καὶ μέχρις ὥρας θʹ πᾶς ὁ λαὸς ἐθαύμασεν, ὁρῶν τὰ ζῷα ταῦτα, καὶ τῇ θʹ ἔδυσαν ἐν τῷ ποταμῷ. καὶ ἰδοὺ καὶ κροκοδείλων πλῆθος ἀνεφάνη. ὁ δὲ κροκόδειλος θηρίον ἐστὶν ὁμοῦ καὶ ἰχθὺς μέγας, ἀμφίβιος δέ. καὶ ἡ μὲν χροιὰ τοῦ νώτου αὐτοῦ πέτρᾳ ἔοικε μελαίνῃ, ἡ δὲ γα στὴρ λευκή, πόδες δὲ δʹ, καὶ οὐρὰ μεγάλη καὶ τραχεῖα· τῆς ῥά χεως γάρ ἐστιν ἑνὸς ὀστέου τελευτή. ἐντέτμηται δὲ ἄνωθεν ὡς αἱ τῶν πριόνων ἀκμαί, καὶ τύπτει ἐν ταὐτῷ καὶ τραυματίζει. ἡ κεφαλὴ δὲ προσηρμοσμένη τοῖς ὤμοις καὶ ἐξισουμένη· καὶ ἐφ' ὅσον μὲν οὐ κέχηνε, θηρίου κεφαλή ἐστιν, ἐπὰν δὲ χάνῃ, ὅλη γίνεται στόμα μέχρι τῶν ὤμων ποιοῦσα τὸ χάσμα. ζῷον δέ ἐστι μικρὸν ἡ ὕδρις, ἥτις καὶ ὕλλος λέγεται, κυνὸς ἔχουσα μορφήν. αὕτη εἰς πηλὸν κυλισαμένη, ἐπιτηροῦσά τε τὸν κροκόδειλον καθεύ δοντα, εἰσπηδᾷ διὰ τοῦ στόματος αὐτοῦ (κεχηνὼς γὰρ ὁ κροκό δειλος καθεύδει) εἰς τὴν γαστέρα τούτου χωροῦσα, καὶ ταύτην διαρρήσσουσα ἐξέρχεται διὰ τῆς ἕδρας ἀπονεκροῦσα αὐτόν.
Τῷ ιθʹ ἔτει, τοῦ ἁγίου πάσχα, Σοφία Αὐγοῦστα ἡ γυνὴ Ἰουστίνου, ἅμα Κωνσταντίνᾳ τῇ γυναικὶ Μαυρικίου, στέμμα κατασκευάσασαι ὑπέρτιμον τῷ βασιλεῖ προσήγαγον. ὁ δὲ βασιλεὺς τοῦτο θεασάμενος, ἀπελθὼν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῷ θεῷ τοῦτο προσήγαγε, κρεμάσας ἐπάνω τῆς ἁγίας τραπέζης. λυθείσης δὲ 1.702 τῆς πρὸς τοὺς βαρβάρους εἰρήνης πάλιν ὁ χαγάνος ἐπὶ τὰ Ῥω μαϊκὰ χωρεῖ. τοῖς δὲ