450
ρηται, ἀραμένων πτέρναν καὶ τὴν Ῥωμαϊκὴν ἀποσεισαμένων ἐξου σίαν, ἔξεισι κατ' αὐτῶν ὁ βασιλεὺς καὶ ἄπεισιν ἄχρι ∆αμασκοῦ. καὶ τὰς μὲν πειθοῖ καὶ λόγῳ τὰς δὲ πολέμῳ καὶ βίᾳ ἀνακτησά μενος, καὶ πάντα κατὰ τὸ πρέπον καταστησάμενος, ἀνέζευξε πρὸς τὴν βασιλίδα. γενόμενος δὲ κατὰ τὴν Ἀνάζαρβον, καὶ τὸν Πο δανδὸν καὶ τὰς λοιπὰς παροδεύων χώρας, καὶ βλέπων τὰ ἐν ποσί, κτήσεις τε ὁρῶν πολυτελεῖς καὶ χωρία εὐφυῆ τε καὶ πάμφορα, διεπυνθάνετο τοὺς παρευρημένους τίνος ἂν καὶ εἶεν αὗται. ὡς δ' ἐμάνθανε παρὰ τῶν ἐρωτωμένων ὅτι περ τοῦ παρακοιμωμένου εἰσὶ Βασιλείου πᾶσαι, αὕτη μὲν καὶ αὕτη Ῥωμαίοις προσκτηθεῖ 2.415 σαι ἔναγχος παρὰ Νικηφόρου τοῦ βασιλέως, αὕτη δὲ παρὰ τοῦδε τοῦ δομεστίκου τῶν σχολῶν, καὶ αὕτη παρὰ τοῦ δεῖνος, καὶ αὕτη καὶ αὕτη παρὰ σοῦ, καὶ τῷ Βασιλείῳ δεδώρηνται, οὐδὲν δὲ ὅτι καὶ λόγου ἄξιον εἶδεν ὑπολελειμμένον τῶν προσκτηθέντων τῷ δημοσίῳ, γενόμενος περιαλγὴς καὶ βύθιον στενάξας "δεινόν, ὦ παρόντες," ἔφη "εἰ τὰ δημόσια καταναλίσκονται χρήματα καὶ τὰ Ῥωμαϊκὰ ταλαιπωροῦνται στρατεύματα καὶ οἱ βασιλεῖς ὑπερο ρίους ἀναδέχονται κόπους, τὰ δὲ ἐκ τοσούτων προσκτώμενα μό χθων καὶ κόπων ἑνὸς εὐνούχου γίνονται κτῆμα." καὶ ὁ μὲν βα σιλεὺς ταῦτα, τῶν τις δὲ παρόντων τῷ Βασιλείῳ τὸν τοῦ βασι λέως λόγον διαπορθμεύσας ἀνηρέθισε πρὸς ὀργήν. καὶ ἔκτοτε εὐκαιρίαν ἐζήτει τὸν βασιλέα ἀποσκευάσασθαι. θωπείαις οὖν ὑπελθών ποτε καὶ δώροις ἐξαπατήσας τὸν ἐγχεῖν εἰωθότα τὸν οἶνον τῷ βασιλεῖ, καὶ δηλητήριον κερασάμενος οὐ τῶν δραστικωτάτων καὶ ταχὺν ἐπιφερόντων τὸν κίνδυνον, ἀλλὰ τῶν σχολαίως καὶ κατὰ μικρὸν ἀναλισκόντων τὴν τοῦ πεπωκότος δύναμιν, κεράννυσι τῷ βασιλεῖ. καὶ πιὼν καὶ κατ' ὀλίγον νοσηλευόμενος καὶ τῆς οἰκείας δυνάμεως ἀποπίπτων, τελευταῖον δὲ καὶ τοὺς ὤμους ἀνθρακιάσας, αἵματος πολλοῦ ῥυέντος αὐτῷ διὰ τῶν ὀφθαλμῶν, εἰσελθὼν ἐν τῇ βασιλίδι κατέλυσε τὴν ζωήν, βασιλεύσας ἔτη ʹ τοσούτους τε μῆνας καὶ πρός, διαδόχους καταλιπὼν τῆς βασιλείας Βασίλειον καὶ Κωνσταντῖνον τοὺς παῖδας τοῦ Ῥωμανοῦ. 2.416 Τὸ μὲν οὖν Ἰωάννου τέλος τὸν εἰρημένον συνηνέχθη τρόπον, τὸ δὲ τῆς βασιλείας κράτος εἰς Βασίλειον μετήχθη καὶ Κωνσταν τῖνον τοὺς υἱοὺς Ῥωμανοῦ, κατὰ τὸ #22υπδʹ ἔτος, ἰνδικτιῶνος δʹ, μηνὶ ∆εκεμβρίῳ· ὧν ὁ μὲν Βασίλειος τὸν κʹ ἤνυε τῆς ἡλικίας χρό νον, ἔτεσι δὲ τρισὶ τούτου νεώτερος ἦν ὁ Κωνσταντῖνος. σχῆμα μὲν οὖν καὶ ὄνομα μόνον τοῖς βασιλεῦσι περιετέθειτο, ἡ δὲ μετα χείρησις τῶν πραγμάτων παρὰ τοῦ προέδρου ἐνηργεῖτο Βασιλείου διὰ τὸ νεάζον τῆς ἡλικίας τῶν βασιλέων καὶ ἁπαλὸν καὶ μήπω βεβηκὸς τοῦ φρονήματος. ὃς ἅμα τε περιῆλθεν εἰς τοὺς παῖδας τοῦ Ῥωμανοῦ τὸ κράτος, καὶ ἅμα ταχυδρόμους ἐκπέμψας ἄγει τὴν αὐτῶν μητέρα ἀπὸ τῆς ὑπερορίας εἰς τὰ βασίλεια. δεδιὼς δὲ καὶ τὰς κατὰ τῆς βασιλείας ἐπαναστάσεις, καὶ μᾶλλον τῶν ἄλλων Βάρδαν μάγιστρον τὸν Σκληρόν, ἀεὶ τῇ βασιλείᾳ ἐφεδρεύοντα καὶ 2.417 διὰ παντὸς τὴν ἀποστασίαν ὠδίνοντα (ἑάλω γὰρ καὶ ἐπὶ τοῦ βασιλέως Ἰωάννου ἐπιβουλεύων, καὶ καταδικασθεὶς ἐξορυχθῆναι τοὺς ὀφθαλμοὺς ἐξερρύσθη παρ' αὐτοῦ τῆς ποινῆς), τοῦτον μά λιστα δεδοικὼς πᾶσαν τηνικαῦτα τὴν Ῥωμαϊκὴν δύναμιν ἐγκεχει ρισμένον καὶ ὅπῃ καὶ βούλοιτο ῥᾳδίως ἄγοντα καὶ μετακυβεύοντα (ἦν γὰρ στρατηλάτης προβεβλημένος πάσης ἀνατολῆς) συμφέρον εἶναι τῇ βασιλείᾳ καὶ ἀσφαλὲς ἐνόμισε τὸ πολὺ τῆς δυνάμεως ἀκρωτηριάσαι καὶ ἀσθενέστερον αὐτὸν ἀποφήνασθαι πρὸς τὴν ὑποπτευομένην ἀποστασίαν. καὶ γοῦν καὶ παραλύει τοῦτον τῆς τοῦ στρατηλάτου ἀρχῆς, δοῦκα δὲ ἀποδείκνυσι τῶν ἐν τῇ Μεσοποταμίᾳ ταγμάτων, ἐπαγρυπνεῖν κελεύσας τὰς ἐκδρομὰς τῶν Σα ρακηνῶν φυλάττοντα. τὸ δ' αὐτὸ τοῦτο καὶ εἰς Μιχαὴλ τὸν Βούρτζην ὕποπτον ὄντα ἐμηχανήσατο, διαστῆσαι τοῦτον τῆς τοῦ Σκληροῦ ἑταιρείας σπουδάσας (συνῆν γὰρ καὶ οὗτος αὐτῷ τάγμα τός τινος κατάρχων στρατιωτικοῦ)· ὅνπερ τῷ τῶν μαγίστρων τι μήσας ἀξιώματι δοῦκα τῆς παρὰ τῷ