407
Κωνσταντῖνος ὑποβιβάζεται, καὶ δεύτερος ἀνηγορεύετο βασιλεύς, 2.299 πρῶτος δὲ ὁ Ῥωμανός, προφασισάμενος οὕτως μόνως δυνατὸν εἶναι κατευνασθῆναι τὰς ἐπιβουλάς, διά τε πράγματα πρόσκαιρα καὶ βασιλείαν φθαρτὴν καὶ ἐπίκηρον ἐπιορκίᾳ περιπεσὼν καὶ τοῦ θεοῦ γενόμενος μήκοθεν.
Καὶ τὰ μὲν κατὰ τὴν πόλιν ἐφέρετο τῇδε. Ὁ δὲ Συμεὼν πάλιν δύναμιν βαρεῖαν ἐκπέμπει κατὰ Ῥω μαίων, ἔξαρχον ἔχουσαν Χαγάνον ἕνα τῶν παρ' αὐτῷ μέγα δυνα μένων καὶ Μινικὸν τῶν ἱπποκόμων τὸν πρῶτον, οἷς ἐπέσκηψεν κατ' αὐτῆς ὡς τάχιστα τῆς πόλεως ἐκστρατεῦσαι. ὧν τὴν ἔφοδον ἀναμαθὼν ὁ βασιλεὺς Ῥωμανός, καὶ λογισάμενος μή πως ἐπελθόν τες τὰ κάλλιστα τῶν πλησιαζόντων τῇ πόλει παλατίων καὶ οἰκη μάτων πυρπολήσωσι, τὸν ῥαίκτωρα Ἰωάννην ἅμα Λέοντι καὶ Πόθῳ τοῖς Ἀργυροῖς ἐκπέμπει μετὰ πλήθους ἱκανοῦ ἔκ τε τῆς βασιλικῆς ἑταιρείας καὶ τῶν ταγματικῶν, οἷς συνῆν καὶ ὁ πατρίκιος Ἀλέξιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Μωσηλὲ μετὰ τῶν ὑπ' αὐτόν. κατὰ δὲ τὴν εʹ ἑβδομάδα τῶν νηστειῶν διατάξαντες τὸν λαὸν ἐν τοῖς πεδινοῖς τῶν Πηγῶν τόποις προσέμενον. ἐκεῖ θεν δὲ τῶν Βουλγάρων ἀναφανέντων καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ σφοδρῶς ἐπελασάντων κατ' αὐτῶν, φεύγει μὲν ὁ ῥαίκτωρ Ἰωάννης, σφάττεται δὲ ὑπὲρ αὐτοῦ ἀγωνιζόμενος Φωτεινὸς πα τρίκιος ὁ τοῦ Πλατύποδος υἱὸς καὶ ἄλλοι οὐκ ὀλίγοι. μόλις οὖν ὁ ῥαίκτωρ διασωθεὶς εἰσῆλθεν εἰς τὸν δρόμωνα. τοῦτο καὶ Ἀλέ ξιος ὁ δρουγγάριος ποιῆσαι βουληθείς, καὶ μὴ δυνηθεὶς ἀνελθεῖν, 2.300 ἐν τῇ τοῦ δρόμωνος ὑποβάθρᾳ πεσὼν ἐν τῇ θαλάσσῃ σὺν τῷ αὐ τοῦ πρωτομανδάτωρι ἀπεπνίγη. Λέων δὲ καὶ Πόθος οἱ Ἀργυροὶ ἐν τῷ καστελλίῳ διαφυγόντες ἐσώθησαν. τοῦ δὲ λοιποῦ πλήθους οἱ μὲν τὰς τῶν πολεμίων χεῖρας φεύγοντες ἀπεπνίγησαν, οἱ δὲ σιδήρου γεγόνασι παρανάλωμα, οἱ δὲ χερσὶ βαρβαρικαῖς συνελή φθησαν. οἱ δὲ Βούλγαροι κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν τά τε τῶν Πηγῶν ἐνέπρησαν παλάτια καὶ ἅπαν τὸ Στενὸν ἐπυρπό λησαν. Εἰκοστῇ δὲ Φεβρουαρίου μηνός, ἰνδικτιῶνος ιʹ, θνήσκει Θεοδώρα ἡ σύμβιος Ῥωμανοῦ, καὶ θάπτεται ἐν τῷ Μυρελαίῳ· ἀνηγορεύθη δὲ Αὐγοῦστα ἡ τοῦ βασιλέως Χριστοφόρου γυνὴ ἡ Σοφία. παρεγένετο δὲ καὶ ἐξ Ἰβηρίας ὁ κουροπαλάτης ὁ Ἴβηρ,καὶ διὰ μέσης τῆς ἀγορᾶς διελθὼν κεκοσμημένης λαμπρῶς μετὰ δόξης πολλῆς καὶ τιμῆς ὑπεδέχθη· ὃν καὶ ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ σοφίᾳ ἀπέστειλεν ὁ βασιλεύς, τὸ κάλλος αὐτῆς θεάσασθαι καὶ τὸ μέγεθος. ἀπελθὼν οὖν καὶ τοῦ ναοῦ τὴν καλλονὴν καταπλαγεὶς καὶ τὸν πολυτελῆ κόσμον ὑπερθαυμάσας, καὶ ἀληθῶς θεοῦ κατα γώγιον τὸν ἱερὸν τουτονὶ χῶρον εἰπών, ὑπέστρεψεν εἰς τὰ ἴδια. τῶν δὲ Βουλγάρων πάλιν εἰσβολὴν ποιησαμένων κατὰ τῆς Ῥω μαίων χώρας, καὶ τοῖς παλατίοις τῆς βασιλίδος ἐγγισάντων Θεο δώρας, ὡς οὐδὲν ἦν τὸ προσιστάμενον, πυρὶ ταῦτα παρέδοσαν. ὁ δὲ βασιλεὺς Ῥωμανὸς ἄριστον ποιησάμενος πολυτελὲς τοὺς τῶν ταγμάτων ἄρχοντας συνεκάλεσε· συνῆν δὲ τούτοις καὶ ὁ τὴν ἐπω νυμίαν Σακτίκιος, τοῦ τάγματος ἄρχων τῶν ἐξκουβίτων. ἐπίδο 2.301 σιν δὲ λαμβανούσης τῆς εὐωχίας λόγος ἐκινήθη περὶ τῶν Βουλγά ρων. καὶ τοῦ βασιλέως ἐπαγωγὰ πολλὰ εἰρηκότος, πρὸς ὁρμὴν ἐπανιστῶντα ἐνθουσιώδη καὶ παρακαλοῦντα εὐψύχως ἐξελθεῖν κατὰ τῶν ἐναντίων καὶ τῆς σφῶν ὑπεραγωνίσασθαι πατρίδος, πάντες συνέθεντο ἑτοίμως ἐξελθεῖν καὶ τῶν Χριστιανῶν ὑπεραγω νίσασθαι. ἕωθεν οὖν καθοπλισθεὶς ὁ Σακτίκιος, ὄπισθεν τῶν Βουλγάρων γενόμενος καὶ εἰς τὸ στρατόπεδον αὐτῶν εἰσελθών, τῶν πλειόνων ἐπὶ διαρπαγὴν σκύλων σκεδασθέντων κατὰ τὴν χώ ραν, πάντας τοὺς ἐν τῇ παρεμβολῇ εὑρεθέντας κατέσφαξε. μαθὸν οὖν τὸ πλῆθος τῶν Βουλγάρων ὑπὸ τῶν διαδράντων τὸ γεγονὸς ὑποστρέφουσιν ἐν τῷ στρατοπέδῳ. καὶ συμπλοκῆς γενομένης, ἀκμῆτες οἱ Βούλγαροι πρὸς κεκμηκότας μαχόμενοι καὶ ἀκραιφνεῖς πρὸς ἤδη τῷ προηγησαμένῳ πολέμῳ κεκακωμένους ἄνδρας τρέ πουσι τὸν Σακτίκιον σὺν ὀλίγοις τὴν προσβολὴν τῶν