412
τοὺς τεθνεῶτας ἐκκομίζειν, τοῦ βασιλέως πολλὴν πρόνοιαν ποιησαμένου κατὰ τὸ δυνατὸν καὶ τοῦ χειμῶνος καὶ τοῦ λιμοῦ δι' εὐποιιῶν καὶ ἄλλων βοηθημάτων παντοδαπῶν. Πέτρῳ δὲ τῷ Βουλγάρων ἄρχοντι ἐπέθετο Ἰωάννης ὁ ἀδελ φὸς αὐτοῦ μεθ' ἑτέρων τῶν μέγα δυναμένων ἐν Βουλγαρίᾳ. καὶ φωραθεὶς αὐτὸς μὲν τύπτεται καὶ καθείργνυται, οἱ δὲ λοιποὶ πάντες ταῖς ἐσχάταις ὑπεβλήθησαν τιμωρίαις. δῆλα δὲ ἔθετο καὶ τῷ βασιλεῖ Ῥωμανῷ Πέτρος τὰ γεγενημένα. ἅπερ μαθὼν οὗτος τὸν μοναχὸν Ἰωάννην τόν ποτε ῥαίκτωρα πέπομφε, προφάσει μὲν ἀλλαγίου, τῇ δ' ἀληθείᾳ Ἰωάννην ποικιλοτρόπως εὑρεῖν καὶ εἰς Κωνσταντινούπολιν ἀγαγεῖν. ὃ δὴ καὶ γέγονε· καὶ δυνηθεὶς ὁ ῥαίκτωρ ἀποκλέψαι τὸν Ἰωάννην, ἐν πλοίῳ ἀπὸ Μεσημβρίας εἰσ ελθών, ἅμα αὐτῷ τὴν βασιλίδα κατέλαβε. καὶ μετ' οὐ πολὺ τὸ μοναχικὸν ἀπορρίψας σχῆμα καὶ γυναῖκα αἰτήσας ἔλαβε, προσ έλαβε δὲ καὶ οἶκον καὶ κτήματα πάμπολλα. καὶ Μιχαὴλ δὲ ὁ τοῦ Πέτρου ἕτερος ἀδελφός, τὴν Βουλγαρικὴν ἱμειρόμενος κατασχεῖν ἐξουσίαν, φρούριον καταλαβὼν ἐρυμνὸν ἀνέσειε τὰ Βουλγάρων, καὶ πολλοὶ προσερρύησαν αὐτῷ. μετὰ μικρὸν δὲ τούτου ἀποθα νόντος δεδιότες οἱ προσρυέντες τὴν τοῦ Πέτρου ἀγανάκτησιν, 2.313 ἐπῆλθον ταῖς Ῥωμαϊκαῖς χώραις διὰ Μακεδονίας καὶ Στρυμόνος καὶ Ἑλλάδος, καταλαβόντες τὴν Νικόπολιν, πάντα τὰ ἐν ποσὶ ληϊσάμενοι καὶ τέλος ἐν αὐτῇ σαββατίσαντες· οἵτινες ὕστερον διαφόρως καταπολεμηθέντες ὑποχείριοι Ῥωμαίων ἐγένοντο. κατὰ τούτους τοὺς χρόνους ἔπεσε λίθος ἀπὸ τῆς ἐν τῷ φόρῳ ἁψῖδος, ὃν κοσμίτην καλεῖν εἰώθασι, καὶ ἀπέκτεινεν ἄνδρας ἑξήκοντα. ἐγένετο δὲ καὶ ἐμπρησμὸς φοβερὸς ἔγγιστα τῆς ὑπεραγίας θεοτό κου τοῦ φόρου, καὶ ἐπυρπολήθη ὁ ἔμβολος ἄχρι τῶν λεγομένων Ψιχῶν. ἐτελεύτησε δὲ καὶ Χριστοφόρος ὁ βασιλεύς, μηνὶ Αὐ γούστῳ, ἰνδικτιῶνος ιδʹ, καὶ ἐτάφη ἐν τῇ μονῇ τοῦ πατρὸς αὐτοῦ. Τοῦ ῥητοῦ δὲ χρόνου τελεσθέντος ὃν ἔθετο Τρύφων ὁ πα τριάρχης, οὐκ ἤθελε κατελθεῖν τοῦ θρόνου ὡς ὑπέσχετο, ἀλλὰ κρίσεις ἐζήτει καὶ αἰτιάματα κατ' αὐτοῦ προβληθῆναι δι' ἃ τῆς ἐκκλησίας ἐκβάλλεται. ἀμηχανοῦντος δ' ἐπὶ τούτῳ τοῦ βασιλέως καὶ μὴ ἔχοντος ὅ τι καὶ χρήσαιτο, ὁ Καισαρείας Θεοφάνης, ὃν δὴ καὶ Χοιρινὸν ἐκάλουν, κωτίλος ἀνήρ, ἀλύοντα βλέπων τὸν βασιλέα καὶ τὸν ἐμπαιγμὸν καὶ τὴν ἀπάτην μὴ φέροντα, ὑπέσχετο αὐτῷ εἰς τέλος ἄξαι τὸ σπουδαζόμενον. ἀποδεξαμένου δὲ τοῦ βασιλέως τὴν ὑπόσχεσιν, ἀπάτῃ περιέρχεται τὸν πατριάρχην, καὶ προσελθὼν ἔφη πρὸς αὐτὸν "πολλὴ μὲν ὦ δέσποτα ἡ κατὰ σοῦ τῆς βασιλείας ἐπίθεσις, καὶ αἰτιάσεις ζητεῖ δυναμένας σε κατασπάσαι τοῦ θρόνου, πολλὰ δὲ μοχθῶν οὐχ εὑρίσκει· πῶς γὰρ ἂν τοῦ 2.314 ἀναιτίου αἰτίασις ἅψαιτο; ἓν δὲ προφέρουσιν αἴτιον οἱ σπουδα σταὶ τῆς σῆς καθαιρέσεως, φάσκοντες μὴ ὅλως εἰδέναι σε γράμ ματα. εἰ οὖν τοῦτο ἀποτρέψασθαι δυνηθείημεν, λύκος πάντως χανὼν φανήσονται οἱ κατὰ σοῦ μελετῶντες. εἴ τι οὖν μοι πείθῃ, ἐπὶ παρουσίᾳ πάσης τῆς συνόδου γράψας ἐν ἀγράφῳ χαρτίῳ τὸ σὸν ὄνομα καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα πέμψον τῷ βασιλεῖ, ὡς ἂν πληροφορηθῇ καὶ τῆς τοιαύτης ἐλπίδος ἐκπεσὼν ἀπόσχηται τοῦ κατὰ σοῦ μελετᾶν." ἔδοξε λυσιτελὴς ἡ παραίνεσις. εὐθὺς οὖν συνηθροί ζετο σύνοδος, καὶ συναθροισθείσης φησὶ πρὸς αὐτὴν ὁ πατριάρχης "οἱ τοῦ θρόνου με καταγαγεῖν βουλόμενοι ἀδίκως, ὦ θεῖοι συλ λειτουργοί, πολλὰς μηχανὰς κεκινηκότες ὥστε εὔλογον αἰτίαν εὑ ρεῖν καὶ δι' αὐτῆς με ἐξοστρακίσαι, οὐχ εὗρον. τελευταίαν οὖν μοι προσάπτουσιν αἰτίαν ταύτην· φασί με ἀγράμματον εἶναι. νῦν οὖν ἐπ' ὄψει πάντων ὑμῶν τάδε χαράσσω τὰ γράμματα, ἵν' ἰδόν τες καὶ πληροφορηθέντες οἱ συκοφάνται ἀπόσχωνται τοῦ ἀδίκως μοι ἐνοχλεῖν." εἶπε, καὶ χάρτην ἄγραφον εἰληφὼς ἐπ' ὄψει πάντων ὑπέγραψεν οὕτως "Τρύφων ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς πατριάρχης." καὶ γράψας ἐκπέμπει διὰ τοῦ πρωτοθρόνου τῷ βασιλεῖ. ὅπερ λαβὼν ἐπὶ χεῖρας οὗτος, καὶ ἄγραφον ἕτερον χάρτην ἄνωθεν προσανυφάνας,