250
Τῷ δ' αὐτῷ ἔτει ἐπανέστησαν οἱ Οὗννοι οἱ καὶ Σθλαβῖνοι τῇ Θρᾴκῃ, καὶ ᾐχμαλώτευσαν καὶ ἐφόνευσαν πολλούς, ἐκράτη σαν δὲ καὶ τὸν στρατηλάτην καὶ τὸν στρατηγόν. εὑρόντες δὲ καὶ τοῦ Ἀναστασιακοῦ τείχους τόπους τινὰς πεπτωκότας ἐκ τῶν σει σμῶν εἰσῆλθον καὶ ᾐχμαλώτευσαν ἕως ∆ριπείας καὶ Νυμφῶν καὶ 1.678 Χίτου κώμης. τοῦτο γνοὺς ὁ βασιλεὺς ἐδημότευσε πολλούς, καὶ ἔπεμψεν εἰς τὸ μακρὸν τεῖχος. καὶ συγκρούσαντες πόλεμον πολ λοὶ τῶν Ῥωμαίων ἀπέθανον. ἀπέστειλε δὲ ὁ βασιλεὺς κατ' αὐ τῶν τὸν Βελισάριον, ὃς λαβὼν τοὺς ἵππους τῶν πολιτῶν καὶ ἐξο πλίσας λαὸν ἦλθεν εἰς Χίτου κώμην, καὶ ποιήσας φοσσάτον ὅσους ἐκράτησεν ἐξ αὐτῶν ἀπέκτεινεν. ἐκέλευσε δὲ κοπῆναι δένδρα καὶ σύρεσθαι ὀπίσω τοῦ ἐξερκέτου αὐτοῦ, καὶ ἐγένετο ἐκ τοῦ ἀνέμου κονιορτὸς μέγας, καὶ ἀπήγαγεν αὐτὸν ἐπάνω τῶν Οὕννων. οἱ δὲ νομίσαντες πλήθη πολλὰ εἶναι ἔφυγον ἕως Ἀρκαδιουπόλεως. κε λεύει οὖν ὁ βασιλεὺς γενέσθαι πλοῖα δίπρυμνα καὶ ἀπελθεῖν εἰς τὸν ∆άνουβιν καὶ πολεμῆσαι αὐτοῖς. ὅπερ γνόντες οἱ βάρβαροι παρεκάλεσαν διὰ πρεσβευτοῦ ἀκίνδυνον παραχωρῆσαι αὐτοῖς τὴν τοῦ ποταμοῦ διάβασιν. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰουστῖνον τὸν ἀνεψιὸν αὐτοῦ τὸν κουροπαλάτην διαβιβάσαι αὐτούς. Τῷ λγʹ ἔτει κτίζει τὴν γέφυραν τοῦ Σαγγάρεως ποταμοῦ, τὴν λεγομένην πενταγέφυρον, διὰ καμερῶν πέντε, ξυλίνην πρό τερον οὖσαν. κτίζει δὲ καὶ τὸν ἐν τῇ πηγῇ ναὸν τῆς ὑπεραγίας θεοτόκου. Τῷ λδʹ ἔτει ἐφημίσθη ἐν τῇ πόλει ὅτι ὁ βασιλεὺς ἐτελεύ τησε διὰ τὸ κεφαλαλγεῖν καὶ μηδένα θεωρεῖν. καὶ ἦν ταραχὴ καὶ ἁρπαγαὶ εἴς τε τὰς προβολὰς καὶ τὰ μαγκιπεῖα. καὶ περὶ ὥραν θʹ προσέταξε τῷ ἐπάρχῳ, καὶ ἀνῆψε φῶτα εἰς ὅλην τὴν πόλιν, ὅτι ὑγίανεν ὁ βασιλεύς, καὶ συνεστάλη τὰ τῆς ταραχῆς. τῷ ∆ε κεβρίῳ μηνὶ γέγονεν ἐμπρησμὸς μέγας ἀπό τε τῶν Σοφιῶν καὶ 1.679 ἕως τῶν Πρόβου. γέγονε καὶ θανατήριον μέγα ἐν Κιλικίᾳ καὶ Ἀναζάρβῳ καὶ Ἀντιοχείᾳ τῇ μεγάλῃ, καὶ σεισμοί. συνέβαλλον δὲ κατ' ἀλλήλων οἱ ὀρθόδοξοι καὶ Σεβηριανοί, καὶ πολλοὶ φόνοι γεγόνασι. καὶ ἀποστείλας ὁ βασιλεὺς τοὺς ἀτάκτους ἐκόλασε. Τῷ λεʹ γέγονεν ἐμπρησμὸς ἑσπέρας βαθείας ἐν τοῖς Καισα ρίου ἕως τῆς Ὀμφακερᾶς, καὶ ἐκαύθη πάντα τὰ ἐργαστήρια καὶ οἱ πυλεῶνες τοῦ βοός. ἱππικοῦ δὲ ἀγομένου γέγονε δημοτικὴ τα ραχή, καὶ ἐπῆλθον οἱ Πράσινοι τοῖς Βενέτοις, καὶ πολλοὺς φό νους πεποιήκασιν· οὓς κρατήσας ὁ βασιλεὺς πολλαῖς βασάνοις ἐκόλασε. Τῷ λʹ ἔτει γέγονε πάλιν στάσις δημοτικὴ ἐν τοῖς πιττακίοις, καὶ πολλοὺς αὐτῶν ὁ βασιλεὺς ἐτιμωρήσατο. γέγονε δὲ ἀβροχία καὶ λεῖψις ὕδατος. τότε ἐπινίκια ἦλθον ἀπὸ Ῥώμης, ὡς Ναρσῆς ὁ πατρίκιος δύο πόλεις ὀχυρὰς τῶν Γότθων παρέλαβε, Βιρίαν καὶ Βρίγκας. ἐπιβουλῆς δὲ μελετηθείσης ὑπεβλήθη ψευδῶς παρὰ τῶν κρατηθέντων καὶ Βελισάριος, καὶ ὡρίσθη καθέζεσθαι ἐν τῷ οἴκῳ αὐτοῦ ἀπρόϊτος. καὶ τῇ ιθʹ τοῦ Ἰουλίου ἀθῶος φανεὶς πά λιν τὰ ἀφαιρεθέντα αὐτοῦ ἀπέλαβε. Τῷ λζʹ ἔτει γέγονεν ἐμπρησμός, καὶ ἐκαύθη τελείως ὁ ξε νὼν τῶν Σαμψὼν καὶ τὰ ἔμπροσθεν τοῦ Ῥούφου οἰκήματα καὶ τὸ μεσαύλιον τῆς μεγάλης ἐκκλησίας τὸ λεγόμενον Γαρσονοστάσιον, καὶ τὰ δύο ἀσκητήρια τὰ πλησίον τῆς ἁγίας Εἰρήνης, καὶ τὸ μέρος τοῦ νάρθηκος αὐτῆς.
1.680 Τῷ ληʹ ἔτει τελευτᾷ Βελισάριος ὁ πατρίκιος ἐν Βυζαντίῳ. τούτῳ τῷ ἔτει Εὐτύχιος πατριάρχης Κωνσταντινουπόλεως καθῃ ρέθη καὶ ἐξωρίσθη ἐν Ἀμασίᾳ ὑπὸ Ἰουστινιανοῦ, καὶ γέγονεν ἀντ' αὐτοῦ Ἰωάννης ἀπὸ σχολαστικῶν. εἰς δὲ τὰ τέλη αὐτοῦ Ἰουστινιανὸς τὸ περὶ φθαρτοῦ καὶ ἀφθάρτου κινήσας δόγμα, καὶ ἴδικτον πανταχοῦ καταπέμψας, ἀλλότριος τῆς εὐσεβείας θεοῦ ἐτε λεύτησε, βασιλεύσας ἔτη ληʹ μῆνας ζʹ ἡμέρας ιγʹ. καὶ γίνεται τούτου διάδοχος ὁ ἀνεψιὸς αὐτοῦ Ἰουστῖνος ὁ κουροπαλάτης. ἡ δὲ Αὐγοῦστα Θεοδώρα προετελεύτησεν. Ἰουστῖνος ὁ ὀρθόδοξος, ὁ Θρᾴξ, ἐβασίλευσεν ἔτη ιγʹ. οὗ τος ἦν τῇ ἰδέᾳ εὐῆλιξ, πλατύς, εὔογκος, ὑπόγλαυκος, ὑπόξανθος, σπανίζων τὴν γενειάδα, δειλός, ὀξύθυμος, μετ' ὀλίγον δὲ μεγα λόψυχος,