337
τῷ Εὐξείνῳ διακείμενον πόντῳ καταλαβόντες, καὶ ταῖς ἐκ τῶν μαστίγων πληγαῖς τελείως καταπονηθέντες, τῆς ἄνω λήξεως ἠξιώθησαν. ὧν καὶ τὰ τίμια σώματα ἄταφα ἐρριμμένα εἰς τοὔδαφος σῶα ἐπὶ πλεῖστον διετηρήθησαν χρόνον, μέχρι ὅτου πιστοί τινες ἀναλαβόντες ταῦτα ἐκήδευσαν καὶ καταλλήλως ἐτίμησαν τοῖς ὑπὲρ Χριστοῦ τοῦ θεοῦ μαρτυρήμασιν. ἐφάμιλλα τού τοις καὶ ἀδελφὰ καί τις μοναχὸς ἕτερος ἐπεδείξατο, πρὸς ἀρχὴν ἱερωσύνης ἄρτι ἀναδραμών· ζήλου γὰρ θείου πλησθεὶς κατὰ πρόσωπον ἔστη τοῦ τυράννου, καὶ ἄλλα μὲν διεξιὼν οὐκ ὀλίγα, καὶ τὸ τοῦ ἀποστόλου δὲ Παύλου ῥητὸν τοῦτο δὴ τὸ φάσκον "εἴ τις ὑμῖν εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω." ἀλλὰ καὶ τούτῳ πληγὰς ἐπιθεὶς οὐκ ὀλίγας, ἐπειδὴ σταθηρότερος ἔδοξεν ἐν τῇ διαλέξει, πρὸς τὸν Ἰαννῆν ἐξαποστέλλει, καθηγητὴν τοῦ τυράννου γεγονότα καὶ διδάσκαλον, διαλεκτικαῖς ἀποδείξεσι τοῦτον πεῖσαι ἐγκελευσάμενος. ἀλλὰ καὶ τοῦτον ὁ γενναῖος ἀγω νιστὴς οὐ σοφιστικαῖς καὶ διαλεκτικαῖς ἀποδείξεσιν, ἀποστολικοῖς δὲ καὶ εὐαγγελικοῖς ῥήμασιν ἀφωνότερον ἰχθύων ἀπέδειξε. καὶ τότε μὲν οὐκ ὀλίγας πάλιν λαβὼν ἐξοστρακίζεται, ὕστερον δὲ τῷ μεγάλῳ συστὰς Ἰγνατίῳ καὶ χρόνον τινὰ συνδιατρίψας αὐτῷ καὶ 2.113 περὶ τῶν μελλόντων ἀναδιδάξας βασιλέων (ἦν γὰρ καὶ προορατι κοῦ ἠξιωμένος χαρίσματος), πρὸς κύριον ἐξεδήμησε.
Ταῖς δὲ θείαις εἰκόσιν ὁ τύραννος ἀπεχθανόμενος ἔσπευδε πάντας ζωγράφους ἐξ ἀνθρώπων ἀφανίσαι, ἢ τὸ ζῆν αἱρουμένους ἐμπτύειν τε ταύταις καὶ ὡς βέβηλά τινα ἐπ' ἐδάφους καταπατεῖν. πρὸς τοῖς ἄλλοις δὲ συγκατεσχέθη καὶ ὁ μοναχὸς Λάζαρος, περι βόητος τηνικαῦτα κατὰ τὴν ζωγραφικὴν ὑπάρχων τέχνην. καὶ πρῶτα μὲν ὁ θεομάχος θωπείαις αὐτὸν ἐπειρᾶτο ὑποποιεῖσθαι· ὡς δὲ κρείττονα τοῦτον ἑώρα κολακείας ἁπάσης, πρὸς τὴν σύν τροφον ἀπεῖδε βίαν, καὶ τοσοῦτον αὐτὸν ταῖς βασάνοις κατῄκισεν ὡς μηδὲ περιγενέσθαι ἐκ τούτων νομίζεσθαι. καὶ οὕτως ἔχοντα πονηρῶς τοῦ σώματος δεσμωτηρίῳ καθείργνυσιν. ἐπεὶ δὲ ἐπύ θετο ὡς ἀναρραΐσας αὖθις ἀναστηλοῖ τὰς θείας μορφάς, ἐκέλευσε πέταλα σιδηρᾶ ἀπανθρακωθέντα ταῖς παλάμαις αὐτοῦ ἐπιτεθῆναι. ἐβόσκετο οὖν τὸ πῦρ τὰς σάρκας, ἄχρι ποτὲ ἀπαγορεύσας ὁ ἀθλη τὴς ἔκειτο ἡμιθανής. ἀλλ' ἔδει τοῦτον ὑπὸ τῆς θείας χάριτος διατηρεῖσθαι καὶ τοῖς ὕστερον ἔναυσμα, ὅθεν ὁ τύραννος ἐπειδὴ τὰ τελευταῖα πνεῖν ἐμάνθανεν, ἱκεσίαις τῆς δεσποίνης καί τινων ἄλλων γνησιωτάτων αὐτῇ ἀπολύεται τῆς εἱρκτῆς, καὶ πρὸς τὸν ναὸν τοῦ ἁγίου προδρόμου τὸν οὕτω καλούμενον τοῦ φοβεροῦ ἐναπεκρύβη, καὶ οὕτως ὡς εἶχε πληγῶν εἰκόνα διετύπωσε τοῦ προδρόμου μέχρι πολλοῦ διασωζομένην καὶ ἰάσεις ἐπιτελοῦσαν. καὶ ταῦτα μὲν τότε, μετὰ δὲ τὴν τοῦ τυράννου κατάλυσιν τῆς 2.114 ὀρθοδόξου πίστεως ἀναλαμψάσης τὴν ἐν τῇ Χαλκῇ εἰκόνα τοῦ θεανθρώπου Ἰησοῦ Χριστοῦ οἰκείαις χερσὶν ἀνεστήλωσεν. οὗτος ὁ μακάριος Λάζαρος παρακαλούμενος ὑπὸ τῆς θαυμαστῆς Θεο δώρας τῆς βασιλίδος συγγνώμην δοῦναί τε καὶ αἰτήσασθαι τῷ ταύτης ἀνδρὶ "οὐκ ἄδικος ὁ θεὸς" ἔφη, "ὦ βασίλισσα, ἐπιλα θέσθαι τῆς ἡμῶν ἀγάπης καὶ τῶν πρὸς αὐτὸν κόπων, ἐκείνου δὲ τὸ μῖσος καὶ τὴν ὑπερβάλλουσαν μανίαν προτιμῆσαι." Ἀλλὰ ταῦτα μὲν ὕστερον· ὁ δὲ μιαρὸς τύραννος τὸν ὁμολο γητὴν Θεοφάνην καὶ Θεόδωρον τὸν αὐτοῦ ἀδελφόν, ἐπὶ σοφίᾳ διαφέροντας ἰδὼν τῶν πολλῶν, κατὰ τὸν τοῦ Λαυσιακοῦ τρίκλι νον παρεστήσατο δημοσίᾳ διαλεξομένους περὶ τῆς πίστεως. καὶ "ἄγε δὴ" φησίν, "ὑμεῖς ὦ κατάρατοι τίσι πειθόμενοι ῥήσεσι τῆς γραφῆς τὰ εἴδωλα," τὰς ἁγίας εἰκόνας ἀκολάστῳ γνώμῃ καὶ γλώσσῃ καλῶν οὕτω, "προσκυνεῖτε, καὶ τοὺς πολλοὺς καὶ μὴ ἀκεραίους οὕτω ποιεῖν ἀναπείθετε;" προσετίθη δὲ καὶ ἄλλ' ἄττα βλάσφημα καὶ ἀπηχῆ κατὰ τῆς ἁγίας εἰκόνος Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀναιδεστέρᾳ φωνῇ. οἱ δὲ μακάριοι "ἐμφραχθείη τὸ στόμα" εἶπον "τὸ λαλοῦν κατὰ τοῦ θεοῦ ἀνομίαν." ὁ δὲ κρύπτει μὲν τέως τὴν λεοντῆν, τὴν δὲ