478
ἀποπνιγῆναι σχεδὸν πάντα τὰ ζῷα καὶ τοὺς καταβληθέντας καρποὺς τῇ γῇ, καὶ διὰ τοῦτο λιμὸν κατὰ τὸν ἐπιόντα χρόνον ἐπακολουθῆσαι δεινόν. βουλόμενος δὲ ὁ βασιλεὺς τὸ γεγονὸς ἐν Συρίᾳ ἀτύχημα ἐξιάσασθαι, ὥρμητο κατὰ τῆς Βερροίας ἐκστρα τεῦσαι. ἐκπέμπει γοῦν μετ' εὐζώνου δυνάμεως Κωνσταντῖνον πατρίκιον τὸν Καραντηνὸν τὸν ἐπ' ἀδελφῇ τούτου γαμβρόν, ἀπ ελθεῖν ἐπισκήψας καὶ κατασκοπῆσαι τὰς εἰσόδους καὶ κατὰ τὸ δυ νατὸν πημαίνεσθαι τοὺς ἐχθρούς, παρατάξεως δὲ καθολικῆς ἀπέ χεσθαι μέχρι τῆς αὐτοῦ παρουσίας. ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνηθροίζετο, ὁ μὲν τῆς Ἀβασγίας ἄρχων Γεώργιος νόσῳ τελευτᾷ, ἡ δὲ τούτου σύνοικος πρέσβεις εἰς βασιλέα στείλασα μετὰ δώρων 2.489 σπονδάς τε εἰρηνικὰς ἐζήτει καὶ τῷ ταύτης υἱῷ Παγκρατίῳ τὴν συνοικήσουσαν. ἧς τὴν πρεσβείαν ἀποδεξάμενος ὁ βασιλεὺς τάς τε σπονδὰς ἐκύρωσε, καὶ Ἑλένην τὴν ἑαυτοῦ ἀνεψιάν, τὴν θυγα τέρα τοῦ ἀδελφοῦ αὐτοῦ Βασιλείου, νύμφην εἰς Ἀβασγίαν ἀπέ στειλε, τὸν νυμφίον Παγκράτιον ἐς τῶν κουροπαλάτων ἀναβιβά σας τὸ ὕψος. Κατὰ τοῦτον τὸν χρόνον γέγονέ τι τεράστιον ἐν τῷ θέματι τῶν Θρᾳκησίων παράδοξον, περὶ τὰς ὑπωρείας τοῦ ὄρους τοῦ Κουζηνᾶ, ἐν ᾧ πηγή ἐστι καλλίστου καὶ διειδοῦς ὕδατος. φωνή τις ἐξηκούετο οἰκτρὰ μετὰ ὀδυρμοῦ καὶ οὐαὶ καὶ θρήνων, παρεμ φερὴς ὀλοφυρμῷ γυναικός. καὶ οὐχ ἅπαξ ἢ δὶς τοῦτο, ἀλλ' ἀπὸ Μαρτίου μηνὸς ἄχρις Ἰουνίου αὐτοῦ καθ' ἡμέραν καὶ νύκτα. ἀπιόντων δέ τινων ἐπὶ τῷ κατασκοπῆσαι τὸν τόπον ἔνθα ἡ φωνὴ ἐξηχεῖτο, ἀλλαχοῦ μετέπιπτεν ἡ ὀλολυγή. τοῦτο δέ, ὡς ἔοικε, προεμήνυε τὴν φθάσασαν ῥηθῆναι ἀτυχίαν τῶν Ῥωμαίων ἐν τῇ κοίλῃ Συρίᾳ. τοῦ γὰρ βασιλέως Νικηφόρου τὰς πλείστας Συρίας καὶ Φοινίκης πόλεις παραστησαμένου, καὶ τοῦ μετ' αὐτὸν Ἰωάννου τὰ ἑαλωκότα κρατυναμένου καὶ μέχρι ∆αμασκοῦ τὴν ἐπικράτειαν παρατείναντος, ἐπείπερ ὁ μετ' αὐτοὺς Βασίλειος πρότερον μὲν ὑπὸ τῶν ἐμφυλίων ἀσχολούμενος πολέμων, ὕστερον δὲ καὶ τοῖς κατὰ τοῦ Σαμουὴλ ἔργοις προσλιπαρῶν οὐκ ἔσχεν εὐκαιρίαν καλῶς καὶ ὡς ἐνεδέχετο τὰ ἐν τῇ ἕῳ κατασφαλίσασθαι, ἀλλ' ὅσον ἐν φαντασίᾳ γενόμενος ἐκεῖσε, καὶ ὡς ὁ καιρὸς ἀπῄτει ταῦτα καταστησάμενος, εἶθ' ὑποστρέψας καὶ ἀσχολίαν ἔμμονον ἔχων καὶ φροντίδα τὸ τῶν 2.490 Βουλγάρων ὑποτάξαι γένος, ἀφορμὴ γέγονε τοῦ τὸν ζυγὸν ἀπορ ρῖψαι τὰς δυνατωτέρας τῶν πόλεων καὶ τὴν ἑαυτῶν ἀναζητῆσαι ἐλευθερίαν. ἀλλ' ἕως μὲν οὗτος περιῆν, ἐμελετᾶτο μὲν ἡ ἀπό στασις, κρύβδην δὲ καὶ οὐ φανερῶς. τούτου δὲ τὸ χρεὼν ἀπο τίσαντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Κωνσταντίνου ἀμελῶς βασι λεύοντος καὶ ῥᾳθύμως, καὶ ἐπ' ἐκείνοις ἔχοντος τὸν σκοπὸν ἅπερ ὁ λόγος φθάσας ἐστηλογράφησε, τῶν δ' ἄλλων ὀλιγωρίαν κατα σκεδάσαντος οὐ τὴν τυχοῦσαν, ἀδείας οἱ Σαρακηνοὶ λαβόμενοι τάς τε ἐν ταῖς πόλεσι φρουρὰς ἐξεπόρθησαν, ἀνελόντες καὶ τοὺς φρουρούς, κατ' ἐξαίρετον δὲ ὁ τῆς Βερροίας ἀρχηγός, ἣν καὶ Χάλεπ καλοῦσιν· ἐκδρομάς τε γὰρ ἐποίει συνεχεῖς, καὶ τὴν Ἀντιόχειαν ἐκάκου καὶ τὰ ὁμοροῦντα ἔθνη καὶ πρόσοικα τὰ τοῖς Ῥω μαίοις ὑπήκοα. πρὸς ὃν ὁ Σπονδύλης τῆς Ἀντιοχείας, ὡς εἴρη ται, κατάρχων ἐκστρατεύει ἔτι περιόντος τοῦ Κωνσταντίνου, βου λόμενος τάχα νεανικόν τι καὶ γενναῖον ἐνδείξασθαι. καὶ συμβα λὼν τῷ τῆς Βερροίας ἐξηγουμένῳ ἡττᾶται, καὶ πολὺς μὲν γίνεται τῶν σὺν αὐτῷ φθόρος, αὐτὸς δὲ αἴσχιστα εἰς Ἀντιόχειαν διασώ ζεται. κατεστρατήγησε δ' αὐτὸν καί τις Ἄραψ, Μουσάραφ τὴν προσηγορίαν, τρόπῳ τοιῷδε. οὗτος γὰρ ὁ Μουσάραφ δορυάλωτος κατεχόμενος ἐν Ἀντιοχείᾳ (ἦν γὰρ κατασχεθεὶς ὑπὸ Πόθου τοῦ Ἀργυροῦ), ἐπείπερ αἱ τῆς ἡγεμονίας ἡνίαι εἰς τὸν Σπονδύλην μετέπεσον, κατανενοηκὼς τὸν ἄνθρωπον εὐρίπιστον, ὑπέσχετο με γάλα χρησιμεῦσαι Ῥωμαίοις, εἰ ἀνεθείη τῶν δεσμῶν, καὶ πάντα ἐπιτελέσειν τὰ κατὰ σκοπόν· τά τε γὰρ ὁμόφυλα κακῶσαι κατεπ 2.491 ηγγέλλετο, καὶ τόπον ἐπιδεικνύς, εἰ φρούριον ἐν αὐτῷ δομηθείη καὶ αὐτῷ παραδοθείη, οὐ μικρὸν ὄφελος ἔσεσθαι Ῥωμαίοις. οὗ τὰς