173
κεκοσμημένοις ἐχρήσατο, προσκυνεῖσθαί τε ἑαυτὸν παρὰ τὸ ἐξ ἀρχῆς ἔθος ἐκέ λευσε καὶ θρίαμβον ἐπετέλεσεν. ὠνομάσθη δὲ θρίαμβος ἀπὸ τῶν 1.471 ἐπῶν τῶν εἰς τὸν ∆ιόνυσον· θρίασιν γὰρ τὴν τῶν ποιητῶν μανίαν λέγουσιν. ἢ ἀπὸ τοῦ θρία, τὰ φύλλα τῆς συκῆς ἀνακειμένης τῷ ∆ιονυσίῳ. τότε καὶ ὁ μέγας Σίλβεστρος τῆς Ῥωμαίων ἐκκλησίας ἐκράτει ἐπὶ χρόνους κηʹ.
Κωνσταντίνου δὲ τοῦ υἱοῦ Κωνσταντίου ἐν τῇ ἀνατολῇ καὶ Παλαιστίνῃ μετὰ τοῦ Γαλλερίου τυγχάνοντος, ὡς αὐτὸν ὁ Γαλλέ ριος ἑώρα τὰ Χριστιανῶν φρονοῦντα συνέσει τε ψυχῆς καὶ ῥώμῃ σώματος καὶ τῇ περὶ τὴν παίδευσιν εὐφυΐᾳ προκόπτοντα, μαντευ σάμενός τε τοῦτον καταλύτην ἔσεσθαι τῆς τυραννίδος καὶ τῶν δο γμάτων αὐτοῦ, δόλῳ θανατῶσαι τοῦτον ἐσκέψατο. θείᾳ δὲ προ μηθείᾳ φυγῇ τὴν σωτηρίαν πορίζεται καὶ πρὸς τὸν ἴδιον πατέρα διασώζεται, πολλὰ σὺν αὐτῷ τῷ σώσαντι εὐχαριστῶν Χριστῷ. Τῷ ιηʹ ἔτει ∆ιοκλητιανοῦ Θεοτέκνῳ γόητι πειθόμενος ὁ Γαλ λέριος διωγμὸν κατὰ τῶν Χριστιανῶν ἤγειρεν. οὗτος ὁ Θεότεκνος ὑποθήκῃ Μαξιμιανοῦ τὰ ἐπὶ Χριστοῦ δῆθεν παρὰ Πιλάτου πρα χθέντα πλασάμενος, ὑπομνήματα πάσης βλασφημίας ἀνάπλεα κατὰ πόλιν καὶ κώμην ἔσταλκε, Μαξιμιανοῦ προστάξαντος τοῖς γραμματοδιδασκάλοις ταῦτα τοὺς παῖδας ἐκδιδάσκειν, ὡς ἂν δια γελῷτο τὸ καθ' ἡμᾶς μυστήριον. Τῷ ιθʹ ἔτει πρόσταγμα ἐδόθη βασιλικόν, τὰς ἐκκλησίας τοῦ Χριστοῦ ἐδαφίζεσθαι καὶ τὰς θείας βίβλους κατακαίεσθαι, καὶ πάντα Χριστιανὸν ἢ θύειν τοῖς εἰδώλοις ἢ ἐν βασάνοις ἀνυποστά τοις ἀποθνήσκειν. 1.472 Τῷ κʹ ἔτει τῆς αὐτοῦ βασιλείας ∆ιοκλητιανὸς καὶ Μαξιμια νὸς ὁ Ἑρκούλιος ἐξ ἀπονοίας ἐν μιᾷ ἡμέρᾳ τὴν βασιλείαν ἀπέθεντο, καταστήσαντες ἀντ' αὐτῶν βασιλεῖς τῆς μὲν ἑῴας Γαλλέριον Μα ξιμιανὸν τὸν ∆ιοκλητιανοῦ γαμβρόν, τῶν ἑσπερίων δὲ Κωνστάν τιον τὸν Ἑρκουλίου γαμβρόν. καὶ ὁ μὲν ∆ιοκλητιανὸς ἰδιωτεύσας ἔτη ιβʹ τῆς γλώσσης αὐτοῦ σαπείσης μετὰ τοῦ φάρυγγος καὶ πλῆ θος σκωλήκων ἀναβρασάσης τὸ πνεῦμα ἀπέρρηξεν, ὁ δὲ Ἑρκούλιος τὴν βασιλείαν ἀναλαβέσθαι βουληθεὶς καὶ μὴ ἐπιτυχὼν ἀπήγξατο. ὁ δὲ Γαλλέριος σκωληκόβρωτος γεγονὼς ἐξέψυξεν. Ὁ δὲ Κωνστάντιος λίαν ἀγαθὸς ὢν καὶ εὐσεβὴς καὶ τὸν υἱὸν Κωνσταντῖνον ὁμοίως ἐπαίδευσε, καὶ τῷ καθ' ἡμῶν διωγμῷ οὐ δαμῶς ἐκοινώνησεν, ἀλλὰ καὶ τοὺς ὑπ' αὐτὸν χριστιανίζειν ἀδεῶς καὶ ἀκωλύτως ἐπέτρεπε. τελευτᾷ δὲ ἐν Βρεττανίαις, βασιλεύσας ἔτη δύο. Καῖσαρ δὲ ἦν ἔτη ιγʹ. ὃς ἐγέννησεν ἐξ Ἑλένης τῆς πρώτης αὐτοῦ γυναικὸς Κωνσταντῖνον τὸν μέγαν καὶ ἅγιον, περὶ τὴν τῆς ∆ακίας πόλιν· ὃν καὶ ἀναγορεύει ἀντ' αὐτοῦ βασιλέα ἐν Ῥώμῃ ἐπ' ὄψεσι παντὸς τοῦ λαοῦ, περιόντων καὶ τῶν λοιπῶν αὐ τοῦ παίδων, Κωνσταντίου φημὶ τοῦ πατρὸς Ἰουλιανοῦ καὶ Γαλ λοῦ τοῦ καὶ ∆αλμάτου· μεθ' ὧν καὶ θυγατέρα εἶχε Κωνσταντίαν τὴν Λικιννίου γαμετήν, ἐκ Θεοδώρας τῆς θυγατρὸς Ἑρκουλίου γεννηθεῖσαν. οὗτος δὲ ὁ Κωνστάντιος ὁ τοῦ μεγάλου Κωνσταντί νου πατὴρ θυγατριδοῦς ἦν Κλαυδίου τοῦ βασιλέως. Ἦν δὲ τῇ ἰδέᾳ ὁ μέγας Κωνσταντῖνος μεσῆλιξ, εὐρύτερος τοὺς ὤμους καὶ παχὺς τὸν αὐχένα, ὅθεν καὶ Τραχηλᾶν αὐτὸν 1.473 ἐπωνόμαζον, τὴν χροιὰν ἐρυθρός, τὴν τρίχα τῆς κεφαλῆς οὐ δα σεῖαν οὐδὲ οὔλην ἔχων, τὴν δὲ τοῦ γενείου ψιλήν πως καὶ πρὸς τὸ μηδὲ φύειν πολλαχοῦ τοῦ προσώπου, τὴν ῥῖνα ἐπίγρυπον, τὸ δὲ ὄμμα παραπλήσιον λέοντι, χαρίεις καὶ φαιδρότατος, παιδείας μετασχὼν μετρίας. τὸ δὲ ἐγκρατεὺς περὶ τὰς ἐπιθυμίας τῆς γα στρὸς εἰς ἄκρον κεκοσμημένος, ἐν τούτῳ τὰς πολλὰς διαφεύγειν τοῦ σώματος νόσους, οὐχ ὑγιῶς αὐτοῦ διακειμένου, ἀπειλοῦντός τε λώβην καὶ φύοντος πλεῖστα μοχθηρά. Γαλλέριος τοίνυν Μαξιμιανὸς ἐπὶ Ἰταλίαν ἐλθὼν ἐχειροτό νησε Καίσαρας δύο, Μαξιμιανὸν μὲν τὸν ἴδιον υἱὸν κατὰ τὴν ἑῴαν, ἐφ' οὗ καὶ οἱ πρὸς πατρὸς τῷ μεγάλῳ Βασιλείῳ πατέρες διὰ τὸν αὐτοῦ διωγμὸν εἰς ἐρήμους μακρύναντες ἐφυγαδεύθησαν, Σεβῆρον δὲ κατὰ τὴν Ἰταλίαν. οἱ δὲ ἐν Ῥώμῃ στρατιῶται ἀνηγόρευσαν Μαξέντιον τὸν υἱὸν Μαξιμιανοῦ τοῦ