380
πέρας. 2.227 Ἕτερος δὲ πάλιν ἀπὸ τῆς Κρήτης ἀντηγείρετο στόλος. Σαὴλ γὰρ τοῦ Ἀπόχαψ ἀρχηγοῦ τῆς Κρήτης ὑπάρχοντος, Φώτιός τις ἀνὴρ πολεμιστὴς καὶ δραστήριος παρ' αὐτοῦ κατὰ Ῥωμαίων ἐστέλ λετο μετὰ ἑπτὰ καὶ εἴκοσι κουμπαρίων, ἃς δὴ γαλέας κατονομά ζειν εἰώθασιν, ὃς ἐξορμήσας ἐκ Κρήτης τὰς ἐν τῷ Αἰγαίῳ νήσους καὶ τὰς παραλίους κατεληΐζετο, καὶ μέχρι τῆς ἐν Ἑλλησπόντῳ Προικοννήσου κατέλαβε, τὰ παρατυχόντα ἀνδραποδιζόμενός τε καὶ διαφθείρων. τούτῳ συναντήσας μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου ὁ πατρίκιος Νικήτας καὶ δρουγγάριος πλωΐμων ὁ Ὠορύφας, καὶ τοῦ Ῥωμαϊκοῦ στόλου κατάρχειν λαχών, περὶ τὸ στόμιον τοῦ Αἰγαίου παρὰ τὴν Καρδίαν, καὶ μάχην καρτερὰν συστησάμενος, εὐθὺς τὰ μὲν εἴκοσι τῶν Κρητικῶν σκαφῶν τῷ ὑγρῷ πυρὶ συγκατ έφλεξε, καὶ τοὺς ἐν αὐτοῖς βαρβάρους μάχαιρα καὶ πῦρ καὶ ὕδωρ διεμερίσαντο· ὅσα δὲ τὸν ἐκ τῆς ναυμαχίας καὶ τὸν ἐκ τῆς θαλάσ σης διέφυγον κίνδυνον, φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσαντο. ἀλλὰ καίπερ οὕτω δεινῶς θραυσθέντες οἱ Κρῆτες οὐκ ἠγάπησαν ἠρεμεῖν, ἀλλὰ πάλιν τῶν κατὰ θάλασσαν ἀντείχοντο πραγμάτων, καὶ λῃστρίδας ἐξαρτυσάμενοι ναῦς τὴν Πελοπόννησον καὶ τὰς κάτωθεν αὐτῆς νήσους ἐλύπουν, τὸν ἄνωθεν ῥηθέντα Φώτιον ναύαρχον ἔχοντες. ἐξορμᾷ καὶ κατὰ τούτων ὁ τοῦ Ῥωμαϊκοῦ στόλου ἐξηγούμενος Νικήτας πατρίκιος ὁ Ὠορύφας, ἐπιφόρῳ δὲ καὶ αἰσίῳ χρησάμενος πνεύματι δι' ὀλίγων ἡμερῶν καταλαμβάνει τὴν Πελοπόννησον καὶ τῷ λιμένι προσίσχει τῶν Κεγχρεῶν. μαθὼν δὲ ὅτι τὰ τῶν ἐχθρῶν σκάφη τὰ δυτικώτερα μέρη Πελοποννήσου 2.228 ληΐζεται, Μοθώνην καὶ Πύλον καὶ Πάτρας καὶ τὰ προσεχῆ Κο ρίνθῳ χωρία, βουλὴν βουλεύεται συνετὴν καὶ σοφήν. ἰλιγγιάσας γὰρ περιοδεῦσαι τὴν Πελοπόννησον διά τε Ταινάρου καὶ Μαλέου καὶ χιλίων μιλίων μῆκος τηνάλλως ἀναμετρήσασθαι καὶ τοῦ προσ ήκοντος ὑστερῆσαι καιροῦ, ὡς εἶχεν, εὐθὺς ἐν νυκτὶ διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ, πολυχειρίᾳ χρησάμενος, πρὸς τὴν ἐκεῖθεν θά λασσαν κατὰ τὸ ξηρὸν διαβιβάζει τὰς ναῦς. ἐμβιβάσας δὲ τὸν λαὸν ἐν αὐταῖς ἔργου εἴχετο. καὶ οὕτω μηδὲν πεπυσμένοις περὶ αὐτοῦ τοῖς πολεμίοις αἰφνίδιον ἐπιτίθεται, καὶ τῷ παρ' ἐλπίδας δέει συγχέας καὶ συνταράξας αὐτῶν τοὺς λογισμοὺς οὐδὲ συστῆναι καὶ ἀλκῆς μνησθῆναι συνεχώρησεν, ἀλλ' εὐθὺς ἰδεῖν πρὸς φυγήν. τὰς μὲν οὖν πυρπολήσας τὰς δὲ καταποντώσας τῶν πολεμίων νεῶν, καὶ τῶν βαρβάρων τοὺς μὲν ἀνελὼν τῷ ξίφει τοὺς δὲ ὑποβρυχίους τῷ βυθῷ ποιησάμενος, καὶ τὸν τῶν νεῶν ἀρχηγὸν ἀνελών, τοὺς λοιποὺς διασκεδασθῆναι κατὰ τὴν νῆσον ἠνάγκασεν. αὐτὸς δὲ σαγηνεύων ὕστερον καὶ ζωγρῶν διαφόροις τιμωρίαις ὑπέβαλε, τοὺς μὲν τὴν τῆς σαρκὸς δορὰν ἀφαιρούμενος, καὶ μᾶλλον τοὺς ἀρνησαμένους τὸ βάπτισμα τοῦ Χριστοῦ, τοῦτο παρ' αὐτῶν ἀφαιρεῖσθαι λέγων καὶ οὐδὲν ἴδιον, ἐκ δὲ τῶν ἱμάντας ἀπὸ τοῦ ἰνίου ἄχρι τῶν σφυρῶν μετ' ὀδύνης ἐξέλκων, ἄλλους σχοίνοις αἰωρῶν, εἶτα πρὸς λέβητας πίσσης καχλαζούσης μεστοὺς καθ ιμῶν, καὶ ἄλλους παντοίαις ἄλλαις κακῶν καθυποβάλλων ἰδέαις. καὶ ταῦτα διαπραξάμενος δέος εἰς αὐτοὺς ἐνέβαλε, καὶ ὀκνηροτέ 2.229 ρους ἐποίησε μὴ κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐκστρατείας ἐκ πέμπειν.
Καὶ ἄλλη δὲ δύναμις ναυτικὴ ὥσπερ τις λαῖλαψ ἀπὸ τῆς ἑσπέρας ἢ καταιγὶς κατὰ τῆς Ῥωμανίας ἐπήλασεν· ὁ γὰρ τῆς Ἀφρικῆς ἡγεμὼν παμμεγέθεις ναῦς ἑξήκοντα τὸν ἀριθμὸν κατα σκευασάμενος κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐξώρμησε, καὶ τὰ μεταξὺ ληϊζόμενος καὶ πολλὰ σώματα λαμβάνων αἰχμάλωτα ἄχρι Κεφαληνίας καὶ Ζακύνθου ἀφίκετο τῶν νήσων. εὐθὺς οὖν ὁ μετὰ τὸν Νικήταν τῶν ναυτικῶν κατάρχων δυνάμεων (Νάσαρ δὲ οὗτος ἦν) μετὰ δυνάμεως ἐκπέμπεται ἁδρᾶς τριήρων καὶ ἄλλων νεῶν ταχυναυτουσῶν. σύντομον δὲ τὸν ἔκπλουν ποιησάμενος οὗτος, καὶ οὐρίῳ χρησάμενος πνεύματι, δι' ὀλίγου χρόνου τὴν Μεθώνην κατέλαβε. θᾶττον δὲ ἐπιθέσθαι τοῖς πολεμίοις διεκωλύθη ἀπὸ τῆς