155
ἐπελεύσεσθαι κάμπην λέγει, τὰ δὲ ὑπ' αὐτῆς μὴ ἀναλωθέντα ὑπὸ ἀκρίδος ἀναλωθήσεσθαι, ὅσα δὲ ταύτην διαφεύξεται, δαπανή σειν τὸν βροῦχον, ἔσχατον δὲ τὴν ἐρυσίβην ἐπαχθεῖσαν μηδὲν παντελῶς καταλείψειν ἀλώβητον. φησὶ γάρ "τὰ κατάλοιπα τῆς ἀκρίδος καταφάγεται ὁ βροῦχος" καὶ τὰ ἑξῆς. ταῦτα γὰρ τρο πικῶς εἰς τὸν Ἀσσύριον καὶ Βαβυλώνιον ἐκληπτέον, κάμπην μὲν τὸν Θελαφάλασαρ ὀνομάζοντας, ἀκρίδα δὲ τὸν Σαλαμανασάρ, βροῦχον δὲ τὸν Σεναχηρείμ, ἐρυσίβην δὴ τὸν Ναβουχοδονόσορ, τελευταῖον ἐπιστρατεύσαντα καὶ τὴν Ἰουδαίαν δῃώσαντα καὶ τοὺς τὸν θάνατον διαφυγόντας αἰχμαλωτίσαντα, καθὼς εἴρηται. πλει στάκις μὲν οὖν πάλιν συμβέβηκεν ἁλῶναι τὴν Ἰουδαίαν, ὥς φησι πάλιν ὁ μέγας Κύριλλος, ὑπό τε Ἀσσυρίων καὶ Αἰγυπτίων Σύρων 1.423 τε καὶ Μωαβιτῶν, Ἰδουμαίων καὶ τῶν λεγομένων Φυλιστιείμ, τουτέστι Παλαιστηνῶν· ἀλλ' ὀλίγα παθοῦσαν καὶ συμμέτροις ἔσθ' ὅτε περιπεσοῦσαν συμφοραῖς πάλιν ἀνῆκεν, ἐπαμύναντος θεοῦ τοῦ καὶ παιδεύσαντος. ἀπόλωλε δὲ νῦν ὁλοσχερῶς μετὰ τὴν τοῦ κυρίου σταύρωσιν. Ὥσπερ τοίνυν ἡ μὲν τῶν Ἀσσυρίων βασιλεία κατελύθη ὑπὸ Βαβυλωνίων, ἡ δὲ Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ δὲ Περσῶν ὑπὸ Μακεδόνων, ἡ δὲ Μακεδόνων ὑπὸ Ῥωμαίων, οὕτως ἡ τῶν Ῥωμαίων ὑπὸ τοῦ Ἀντιχρίστου καταλυθήσεται καὶ ἡ τοῦ Ἀντιχρίστου ὑπὸ Χριστοῦ διαφθαρήσεται. διὰ μὲν οὖν τῶν τεσσάρων ἀνέμων τὰς μεγάλας τέσσαρας βασιλείας ὁ μέγας διδάσκει Ζαχαρίας, τὴν Χαλδαίων, τὴν Περσῶν καὶ τὴν Μακεδόνων καὶ τὴν Ῥωμαίων. τὰ δὲ δύο ὄρη τὰ δύο κλίματα τὸν οἰκουμένης φησίν· εἰς δύο γὰρ τέμνεται, εἴς τε Ἀσίαν καὶ Εὐρώπην. καὶ οἱ μὲν πυρροὶ ἵπποι τὸ μιαιφόνον τῶν Χαλδαίων σημαίνουσιν, οἱ δὲ μέλανες τὸν ἐπε νεχθέντα παρὰ Περσῶν καὶ Μήδων τοῖς Βαβυλωνίοις θάνατον, οἱ δὲ λευκοὶ τὸ σαφὲς τῆς δόξης τῶν Μακεδόνων· οὐ γὰρ ὥσπερ αἱ ἄλλαι βασιλεῖαι, καὶ αὗται. οἱ δὲ ψαροὶ καὶ ποικίλοι τὸ ἰσχυρὸν καὶ εὔτονον τῆς Ῥωμαίων βασιλείας δηλοῦσιν. ἐπειδὴ δὲ κατεστρατεύοντο Μῆδοι καὶ Πέρσαι κατὰ Βαβυλωνίων, τούτου χάριν πορευόμενοι καὶ δὴ καὶ ἀναπαῦσαι λέγονται τὸν θυμὸν κυ ρίου· ἐπειδὴ γὰρ σκληροὶ γεγόνασι κατὰ τοῦ λαοῦ τοῦ θεοῦ, διὰ τοῦτο παρεδόθησαν εἰς χεῖρας Κύρου τοῦ Πέρσου. τὸ δὲ καὶ τοὺς λευκοὺς ἵππους, τουτέστι τοὺς Μακεδόνας, κατόπισθεν τῶν 1.424 μελάνων πορεύεσθαι σημαίνει ὡς καὶ οἱ Μακεδόνες τὴν Περσῶν βασιλείαν χειρώσονται. τὸ δὲ τοὺς ψαροὺς ἐπὶ νότον ἔρχεσθαι δηλοῖ ὡς ἔμελλον Ῥωμαῖοι στρατεύειν κατὰ τῆς Ἱερουσαλήμ· ἐν γὰρ τῷ νότῳ κεῖται ἡ πόλις. τὸ δὲ προσταχθέντας αὐτοὺς περιο δεῦσαι τὴν γῆν διδάσκει πάλιν ὡς διὰ τοῦ θεοῦ πᾶσα βασιλεία συνίσταται. Γίνονται οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς ἐσχάτης ἁλώσεως Ἱερουσαλὴμ ἔτη #22εσξβʹ, ἀπὸ δὲ τῆς πρώτης οἰκοδομῆς τοῦ Σολομων τείου ναοῦ καὶ τῆς πόλεως ἔτη #22απηʹ, ἀπὸ δὲ τῆς δευτέρας οἰκο δομῆς ἔτη φʹ, ἀπὸ δὲ τῆς κατὰ Ἀντίοχον πολιορκίας σμηʹ, ἀπὸ δὲ τῆς ἀναλήψεως Χριστοῦ ἕως τῆς ὑπὸ Τίτου ἁλώσεως ἔτη μβʹ.
Τῷ τρίτῳ ἔτει τῆς βασιλείας Τίτου υἱοῦ Οὐεσπασιανοῦ τὸ Βέσβιον ὄρος ἐν τῇ δύσει κατὰ κορυφῆς ῥαγὲν ἐξεφύσησε πῦρ τοσοῦτον ὡς καταφλέξαι τὴν παρακειμένην χώραν καὶ τὰς πόλεις. ὅπερ θεασάμενοι οἱ Ἕλληνες, καὶ σφόδρα καταπλαγέντες, ἠρώ των τινὰς τῶν ἐλλογίμων Χριστιανῶν πῶς καὶ πόθεν ἐξῆλθε τὸ πῦρ ἐκ τῶν μυχαιτάτων τῆς γῆς. οἱ δέ φασιν, ἐκ τῆς ἡτοιμασμέ νης τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ πᾶσι τοῖς ἁμαρτωλοῖς καὶ ἀσεβέσιν ἀνθρώποις γεέννης ἀνεδόθη πρὸς σωφρονισμὸν καὶ ἐπίγνωσιν τῶν ἁμαρτανόντων. καὶ δῆλον ἐξ ὧν καὶ ὁ περιβόητος ὑμῶν διδάσκαλος Πλάτων ἔφη, διεξερχόμενος ἐν τῷ Φαίδωνι περὶ τῶν λήξεων καὶ ἀποπληρώσεων τῶν ψυχῶν, ὅτι οἱ κακῶς βεβιωκότες κολάζονται ἐν τῷ Κωκυτῷ καὶ ἐν τῷ Πυριφλεγέθοντι 1.425 καὶ ἐν τῷ Ταρτάρῳ, ἅτινά εἰσιν ἐν τῷ βάθει τῆς γῆς. καὶ ταῦτα μὲν ἐκεῖνοι πρὸς τοὺς κατ' ἐκεῖνο καιροῦ διαποροῦντας Ἕλληνας. ὁ δὲ θεῖος Πατρίκιος καὶ τῆς Προύσης ἐπίσκοπος καὶ μάρτυς πρὸς τὸν δικαστὴν