356
παραρρέοντος ποταμοῦ. ὡς δὲ τὴν μὲν χώραν Λαλακαίωνα ἤκουσε λέγεσθαι, τὸν δὲ τόπον Πτώσοντα καὶ Γύρην τὸν ποταμόν, εὐθὺς κακὸς οἰωνὸς ἑαυτῷ γενόμενος ἐξε φοίβασε λαοῦ τε κάκωσιν σημαίνειν καὶ πτῶσιν τὰ ὀνόματα, καὶ ὡς ἀνάγκη γυρισθῆναι ἡμᾶς ὑπὸ Ῥωμαίων. ἀλλ' ὅμως μὴ ἀποκνητέον φησίν, ἀλλὰ διεγερτέον καὶ πρὸς τὸν αὔριον γενησό μενον πόλεμον ἀνδριστέον ἔφη πρὸς τοὺς παρόντας. ἡμέρας δὲ ἄρτι διαλαμπούσης, ἐπεὶ πάντοθεν συγκεκλεῖσθαι ἔγνω καὶ ἀνεπι χείρητος ἦν ἡ ἔξοδος, συμφέρον ἔκρινε κατ' ἐκεῖνο τὸ μέρος χωρεῖν ὅπου τὸν Πετρωνᾶν εἶδε φυλάττοντα. καὶ δὴ κρότῳ καὶ βοῇ τοῖς πολεμίοις προσέρραξαν. ἐπεὶ δὲ ἀνηνύτοις ἔγνω ἐπιχειρῶν, μι κρὸν συσταλεὶς αὖθις σὺν ῥύμῃ ἐπεβάρει μετὰ δυνάμεως, ἀπό δρασιν ἑαυτῷ μηχανώμενος. πάλιν δὲ ἀποτυχὼν καὶ τρὶς τοῦτον ἐπιχειρήσας τὸν τρόπον εἰς ἀμηχανίαν ἐνέπιπτεν. ὡς δὲ πάντοθεν ἀναφανέντας καὶ ἐκπηδῶντας εἶδε τοὺς Ῥωμαίους ἔκ τε μεσημ βρίας καὶ τῶν πρὸς ἄρκτον μερῶν, καὶ ἄφυκτα κατενόησε τὰ περὶ αὐτὸν εἶναι, τότε δὴ τὴν σωτηρίαν ἀπογνοὺς ἐμπίπτει τοῖς κατὰ μέτωπον ἀθρόως μετὰ σφοδρᾶς προσβολῆς. ἔνθα καιρίαν πλη γεὶς αὐτός τε πίπτει, καὶ τῶν αὐτοῦ διασώζεται οὐδὲ εἷς. πυθό μενος δὲ τὴν ἧτταν ὁ τούτου υἱός, εἰς προνομὰς μετὰ μέρους 2.165 ἀποσταλεὶς τοῦ στρατοῦ, εὐθὺς πρὸς Μελιτηνὴν ἀπεδίδρασκεν. ἀλλὰ καὶ τοῦτον ὁ τοῦ Χαρσιανοῦ καταδιώξας κλεισουράρχης χει ροῦται μετὰ τοῦ στρατεύματος καὶ τῷ στρατηγῷ δίδωσι Πετρωνᾷ. ὁ δὲ Πετρωνᾶς τοιοῦτον κατὰ τοῦ Ἄμερ στήσας τρόπαιον τὴν βασιλίδα καταλαμβάνει, ἐπαγόμενος καὶ τὸν τὴν νίκην αὐτῷ προθε σπίσαντα μοναχόν, τήν τε ἀρετὴν ἐκθειάζων αὐτοῦ, καὶ πρὸς τὸν βασιλέα καὶ Βάρδαν τὸν οἰκεῖον ἀδελφὸν ἐξυμνῶν τοῦτον καὶ με γαλύνων. τιμᾶται γοῦν δομέστικος τῶν σχολῶν, μετὰ μικρὸν δὲ καὶ ἀπεβίω. ἐτελεύτησε δὲ πρὸ τούτου καὶ ὁ Μανουήλ, νόσῳ δή τινι κρατηθείς. Μονωθεὶς δὲ ὁ Βάρδας ἦγε καὶ ἔφερε πάντα, καὶ τὰς ἐκ βασιλέως ἤμειβε συνεχῶς τιμάς, ἀνῄει δὲ καὶ εἰς τὴν Καίσαρος δόξαν τε καὶ τιμήν, τοῦ Μιχαὴλ μηδενὸς ἑτέρου φροντίζοντος τῶν πολιτικῶν ἀλλ' ἢ θεάτρων καὶ ἵππων ἁμίλλης. καὶ τὸ δὴ χείριστον, οὐκ ἠγάπα θεατὴς εἶναι μόνον, ἀλλὰ καὶ αὐτὸς ἡνιο χεῖν καὶ παίγνιον τοῖς πᾶσι προκεῖσθαι καὶ γέλως. καὶ ὁ μὲν ἐν τούτοις ἦν, ὁ Βάρδας δὲ διεῖπε τὰ πολιτικὰ καὶ τῆς βασιλείας κατεστοχάζετο ὡς αὐτὴν εὐκαίρως παραληψόμενος. ἐπεμελήθη δὲ καὶ τῆς ἔξω σοφίας (ἦν γὰρ ἐκ πολλοῦ χρόνου παραρρυεῖσα καὶ πρὸς τὸ μηδὲν ὅλως χωρήσασα τῇ τῶν κρατούντων ἀγροικίᾳ καὶ ἀμαθίᾳ) διατριβὰς ἑκάστῃ τῶν ἐπιστημῶν ἀφορίσας, τῶν μὲν ἄλλων ὅπῃ περ ἔτυχε, τῆς δ' ἐπὶ πασῶν ἐπόχου φιλοσοφίας κατ' αὐτὰ τὰ βασίλεια ἐν τῇ Μαγναύρᾳ· καὶ οὕτως ἐξ ἐκείνου 2.166 ἀνηβάσκειν αἱ ἐπιστῆμαι ἤρξαντο. τοῦτο τὸ ἔργον κάλλιστον καὶ περιβόητον ὂν οὐκ ἴσχυσεν ἀποπλῦναι τὰς ἐνοῦσας ἄλλας τῷ Βάρδᾳ κηλῖδας. τῆς μὲν οὖν φιλοσοφίας ἐξηγεῖτο Λέων ἐκεῖνος ὁ μέγας τε καὶ φιλόσοφος, ἀνεψιὸς ὢν Ἰαννῆ τοῦ πατριάρχου, ὃς καὶ τὸν θρόνον ἔλαχε τῆς Θεσσαλονίκης, ἄρτι δὲ τῶν εἰκονο μάχων καθαιρεθέντων συγκαθῃρέθη καὶ αὐτός, καὶ σχολάζων εἰς ταύτην προεβιβάζετο τὴν σχολήν. ἐγένετο δὲ πρότερον γνώριμος Θεοφίλῳ τῷ βασιλεῖ τοῦτον τὸν τρόπον. πάσας γὰρ κατορθώσας τὰς ἐπιστήμας ὡς οὐδὲ μίαν ἕτερος, ἐν εὐτελεῖ τινὶ καταλύματι διάγων τοὺς βουλομένους ἐμυσταγώγει ὁποίαν ἕκαστος βούλοιτο. ὡς δ' ἤδη χρόνος παρετείνετο καὶ πολλοὶ κατὰ τὰς ἐπιστήμας προέκοπτον, συνέβη τινὰ νεανίαν τῆς γεωμετρικῆς ἐπιστήμης εἰς ἄκρον ἐληλακότα ὑπογραφέα γενέσθαι τινὸς στρατηγοῦ. οὗ γενο μένου κατά τινα πόλεμον εἵπετο καὶ αὐτός, καὶ τροπῆς γενομένης ζωγρεῖται καί τινι τῶν ἐπιφανῶν εἰς δουλείαν ἐκδίδοται. ὁ δὲ κατὰ τόνδε τὸν καιρὸν τῶν Ἰσμαηλιτῶν κατάρχων Μαμοὺμ ἄλ λοις τε μαθήμασιν Ἑλληνικοῖς σχολάζων καὶ δὴ καὶ γεωμετρίας διαφερόντως ἐξεχόμενος ἦν. λόγου δέ ποτε κινηθέντος παρὰ τοῦ τὸν νεανίαν ἔχοντος δεσπότου περὶ τῆς εἰς τὰ μαθήματα σπουδῆς τοῦ ἀμερμουμνῆ καὶ