432
ὑποκλέψας δώροις καὶ ὑποσχέσεσιν ἴσχυσε λαβεῖν τὸ μέτρον ἑνὸς τῶν πρὸς δύσιν τῆς Ἀντιοχείας πύργων Κάλα τοὔνομα. καὶ μετὰ τούτου τεκτηνάμενος κλίμακας πρὸς τὸ ἄκρον ἐξικνουμένας τοῦ πύργου, νύκτα τε ἀφεγγῆ ἐπιτηρήσας καὶ ἔπομβρον, ἔλαθε τὰς κλίμακας προσερείσας τῷ πύργῳ. καὶ ἀναβὰς μετὰ τριακοσίων τῶν ὑπ' αὐτὸν τοὺς μὲν φύλακας ἀπο σφάττει τοῦ πύργου, ἔτι δὲ καὶ τοῦ γειτονοῦντος αὐτῷ· καὶ μετὰ τῶν τριακοσίων τοὺς δύο τούτους πύργους κατεσχηκὼς ἄγγελον εὐθέως ἐκπέμπει πρὸς τὸν στρατοπεδάρχην, μηνύων ἐπιταχῦναι καὶ ἐλθεῖν μετὰ παντὸς τοῦ στρατοῦ ὡς τῆς πόλεως ἤδη κατα σχεθείσης. ὁ δὲ Πέτρος τὰς ἀγγελίας δεξάμενος ὤκνει καὶ ἀνε δύετο, τὴν ἐκ τοῦ βασιλέως δεδοικὼς ἀγανάκτησιν, μή τι καὶ κακὸν ἀπολαύσῃ ὡς παραβάτης τῶν αὐτοῦ προσταγμάτων. ἐγκει μένου δὲ τοῦ Βούρτζη καὶ ἄλλον ἐπ' ἄλλῳ πέμποντος ἄγγελον καὶ τὴν ἔλευσιν ἐπιταχύνοντος, καὶ πληροφοροῦντος ὡς ἐπὶ πλέον ἀντέχειν οὐ δύναται πρὸς τὴν πολιορκίαν (καὶ γὰρ δὴ μαθόντες οἱ Ἀντιοχεῖς τὴν τῶν πύργων κατάσχεσιν συνέρρεον πανταχόθεν καὶ ἐκπολιορκεῖν τοὺς πύργους ἠπείγοντο, βέλη δ' ἀφέντες παν 2.367 τοδαπὰ καὶ μηχανὰς ποικίλας τὸ πῦρ ὑφῆπτον, καὶ ἄλλα ἐποίουν ὁπόσα ποιεῖν ἔδει τοὺς κινδυνεύοντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπο λωλέναι, ἀποβαλεῖν δὲ καὶ πόλιν πασῶν ὑπερκειμένην τῶν ἀνὰ τὴν ἕω πόλεων) πτοηθεὶς δ' ὁ στρατοπεδάρχης μὴ τοσούτων ἀπο λωλότων καὶ τηλικούτων ἀνδρῶν διὰ τὴν ἐκείνου ἀπείθειαν καὶ πόλεως τηλικαύτης ὑποστῇ ζημίαν ἡ πολιτεία Ῥωμαίων, ἄκων καὶ μὴ βουλόμενος καταταχήσας παρεγένετο σὺν παντὶ τῷ στρατῷ, εὑρὼν τοὺς περὶ τὸν Βούρτζην λίαν ἀπειρηκότας· ἐπὶ τρισὶ γὰρ νυχθημέροις ἦσαν πολιορκούμενοι. οὗ τὴν ἔφοδον ἐγνωκότες οἱ Ἀντιοχεῖς παρελύθησαν τὰς ψυχὰς καὶ τῆς συντονίας ἐνέδωκαν. ἀδείας δὲ λαβόμενος ὁ Βούρτζης κάτεισι πρὸς τὴν πύλην, καὶ σπάθῃ τὸν μοχλὸν τῆς κλειδὸς διατεμὼν ἀνοίγνυσι τὰς πύλας, καὶ τὸν Πέτρον εἰσάγει σὺν παντὶ τῷ στρατεύματι. καὶ οὕτω παρ ελήφθη ἡ μεγάλη καὶ περιφανὴς Ἀντιόχεια. ὅπερ πυθόμενος ὁ Νικηφόρος, εὐφρανθῆναι δέον ἐπὶ ἁλώσει τηλικαύτης πόλεως καὶ τὰ κατ' αὐτὸν ἐπιτρέψαι θεῷ, ὁ δὲ τοὐναντίον ἤλγησε τὴν ψυχὴν τὸν στρατοπεδάρχην τε ἐν αἰτίαις εἶχε, καὶ τὸν Βούρτζην οὐ μόνον οὐκ ἀπεδέξατο τῆς προθυμίας καὶ τῆς ἀνδρίας καὶ γέρα παρέσχεν ἐπάξια τῆς αὐτοῦ ἀνδραγαθίας, ἀλλὰ καὶ ὕβρεσι πλύνας παρέλυσε τῆς ἀρχῆς καὶ οἴκοι μένειν ἐπέταξεν. Αὕτη ἡ αἰτία καὶ τὰ λοιπὰ τὰ ῥηθήσεσθαι μέλλοντα μιση τὸν τοῖς πᾶσι καὶ βδελυκτὸν τὸν Νικηφόρον εἰργάσαντο. πρῶτον μὲν γάρ, ὅτε τὴν ἀρχὴν τὰ κατ' αὐτὸν ἐκινήθη, μυρίαις πλημ μελείαις χρωμένων τῶν σὺν αὐτῷ στρατιωτῶν ἐπιστροφὴν οὐκ 2.368 ἐτίθει, λέγων "οὐδὲν θαυμαστὸν εἰ ἐν τοσούτῳ πλήθει λαοῦ ἀτα κτοῦσί τινες·" καὶ αὖθις εἰσελθὼν εἰς τὴν πόλιν πολλῶν καὶ δια φανῶν καὶ ἰδιωτῶν ἁρπαγέντων οὐδεμίαν ἐκδίκησιν ἐποιήσατο, ἀλλὰ παρεβλέπετο τὰς ἀτόπους πράξεις, ἐνευωχούμενος ταῖς ἀσελγείαις, αἷς οἱ ἀτακτοῦντες προσκείμενοι κακῶς τοὺς πολίτας διετίθουν, καὶ ταῦτα συνεργήσαντας αὐτῷ πρὸς τὴν τῆς βασιλείας ἀνάληψιν οὐ μικρῶς. εἶτα καὶ πρὸς ταξείδιον συνεχῶς ἐξιὼν δει νῶς ἐκάκου τὸ ὑπὸ χεῖρα οὐ μόνον προσθήκαις συντελειῶν καὶ ἄλ λαις συνεισφοραῖς παντοίων εἰδῶν ἀλλὰ καὶ λεηλασίαις ἀνυποστά τοις, πρὸς τοῖς εἰρημένοις ἐκκόψας καὶ μέρος τι τῶν παρεχομένων τῇ συγκλήτῳ βουλῇ φιλοτιμημάτων διὰ τό, ὡς ἔλεγε, σπανίζειν χρημάτων ἐν τοῖς πολέμοις, πρὸς δὲ καὶ τὰς παρέχεσθαι τυπω θείσας δόσεις πρὸς εὐαγεῖς οἴκους καὶ ἐκκλησίας παρά τινων εὐσεβῶν βασιλέων τέλεον ἐκκόψας, καὶ νόμον ἐκθέμενος μὴ τὰς ἐκ κλησίας ἀκινήτοις πλατύνεσθαι, κακῶς φάσκων ὑπὸ τῶν ἐπισκό πων δαπανᾶσθαι τὰ πτωχικὰ χρήματα καὶ τοὺς στρατευομένους ὀλιγοῦσθαι, καὶ τὸ δὴ πάντων χαλεπώτερον, καὶ νόμον ἐκθέμε νος, ἐν ᾧ καί τινες ἐπίσκοποι τῶν εὐριπίστων καὶ κολάκων ὑπέ γραψαν, διοριζόμενον μὴ ἄνευ τῆς αὐτοῦ γνώμης καὶ