451
Ὀρόντῃ Ἀντιοχείας προβάλλεται. ἔφορον δὲ καὶ ἐπιστάτην τῶν ἑῴων ἀποδείκνυσι πάντων ταγμάτων τὸν πατρίκιον Πέτρον τὸν τοῦ Φωκᾶ δοῦλον, στρατο πεδάρχην αὐτὸν ὀνομάσας, τομίαν μὲν ἄνθρωπον, δραστήριον δ' ἄλλως καὶ τὰ πολεμικὰ ἐμπειρότατον. τοῦτο δὲ τὸν Σκληρὸν σφόδρα ἐλύπησεν, ὡς μηδὲ παρ' ἑαυτῷ δυνηθῆναι συγκαλύψαι τὴν ἀνίαν μεγαλοψύχως, ἀλλ' ἐπεγκαλέσαι καὶ προσονειδίσαι, 2.418 εἰ ἀντὶ τῶν ὑπ' αὐτοῦ γενομένων ἀνδραγαθημάτων τε καὶ τρο παίων τοιαύτας ἀντιλαμβάνει τὰς ἀμοιβάς, ἐπὶ τὸ χεῖρον προ κόπτων, κἂν ὀλίγον ἢ οὐδὲν τῷ παρακοιμωμένῳ ἐμέλησεν, ἀγαπᾶν εἰπόντι τοῖς δεδομένοις καὶ μὴ ἐπέκεινα πολυπραγμο νεῖν, εἰ μή που μέλλει ἀντὶ ἄρχοντος οἰκουρὸς ἔσεσθαι τῆς ἰδίας οἰκίας. Τούτων δὲ οὕτως οἰκονομηθέντων τῷ παρακοιμωμένῳ ἀπά ρας ὁ Βάρδας τῆς βασιλίδος σὺν τάχει πολλῷ τὴν ἐγχειρισθεῖσαν αὐτῷ καταλαμβάνει ἀρχήν. ἐν δὲ ταῖς προηγησαμέναις στρατη γίαις ἐμβριθὴς πολλάκις φανεὶς καὶ δραστήριος, καὶ ὑπὸ παντὸς ὡς ἔπος εἰπεῖν τοῦ στρατοῦ φιληθείς, καὶ πρὸς πολλοὺς οὓς ἐθάρ ρει τὸ τῆς μελέτης παραγυμνώσας μυστήριον, καὶ μᾶλλον τῷ τά γματι τῶν στρατηλατῶν, ἄρτι τε καιρὸν οἰηθεὶς ἐπιτήδειον εἰς τὸ ἀνακαλύψαι τὸ σπουδαζόμενον, μετὰ τῶν ἐπιτηδείων σκεψάμενος, ἣν ἐκ μακρῶν ὤδινεν ἀποτίκτει ἀποστασίαν, καὶ κατὰ τῶν βασι λέων καὶ τῶν ὁμοφύλων αἴρει τὰ ὅπλα. εὐθὺς οὖν Ἄνθην τινὰ τοὔνομα, Ἀλυάτην τὴν προσηγορίαν, τὰ μάλιστα ὄντα αὐτῷ τῶν δραστικωτάτων ὑπηρετῶν, ἐς τὴν βασιλίδα πέμπει, ὅπως, εἰ δύ ναιτο, Ῥωμανὸν τὸν ἑαυτοῦ κλέψας υἱὸν (ἔτυχε γὰρ ἐνδημῶν τῇ βασιλευούσῃ) πρὸς αὐτὸν ἀφίκηται. ὁ δὲ γενόμενος ἐν τῇ πόλει, καὶ πάντα τρόπον λαθεῖν ἐπειγόμενος, φήμας οὐ καλὰς κατὰ τοῦ Σκληροῦ ἐνέσπειρε, δι' ὧν λαθεῖν τε ἠδυνήθη ἀνύποπτος φανεὶς καὶ τὸν Ῥωμανὸν ἀποκλέψας πρὸς τὸν Σκληρὸν ἀγαγεῖν. ὁ Βάρ 2.419 δας δὲ τὸ βουλευθὲν εἰς τοὐμφανὲς ἤδη ἐκρήξας διάδημά τε περι βάλλεται καὶ τὰ λοιπὰ τῆς βασιλείας ἀναλαμβάνει παράσημα, καὶ ὑπὸ παντὸς τοῦ συνόντος στρατοῦ Ῥωμαίων ἀναγορεύεται βασι λεύς, τῶν Ἀρμενίων καταρξάντων τῆς εὐφημίας. ἐπεὶ δὲ τῷ τοιοῦτον ἀναρρίψαντι κύβον χρημάτων δεῖν πολλῶν ἠπίστατο, ὧν ἄνευ οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων, καθά πού φησιν ὁ ῥήτωρ, πρὸς συλλογὴν τούτων παραχρῆμα ἐτρέπετο, τούς τε τῶν δημο σίων πράκτορας φόρων κατέχων καὶ τὰ κοινὰ εἰσπραττόμενος χρή ματα, καὶ τοὺς ἄλλως ὑπόνοιαν παρέχοντας πλούτου συλλαμβά νων τε καὶ τιμωρῶν, ἐνίων δὲ καὶ αὐθαιρέτως προσαγόντων τὸν ἑαυτῶν βίον ἐλπίδι τοῦ ἀπολήψεσθαι μείζονα· καὶ οὕτως ἐν οὐ μακρῷ τῷ χρόνῳ πλῆθος χρημάτων συνάγει πολύ. φρούριόν τε κατασχὼν ἐρυμνὸν τὸ λεγόμενον Χάρποτε, ἐν Μεσοποταμίᾳ κεί μενον, καὶ παντοίως ἀσφαλισάμενος καὶ φυλακὴν ἐπιστήσας τὴν ἐξαρκοῦσαν, ἐν τούτῳ τὰ συναγόμενα ἀπετίθει χρήματα, καὶ ὁρμητήριον ἐξ ἀποτυχίας καὶ λιμένα σωτηρίας ἔχειν ἐταμιεύετο. καὶ πρὸς τοὺς γειτονοῦντας Σαρακηνούς, τόν τε τῆς Ἀμίδης ἀμη ρᾶν Ἀποτούλφ, ἥτις Ἔμετ καλεῖται, καὶ τὸν τῆς Μαρτυροπόλεως Ἀποτάγλε, ἥντινα Μιεφερκὶν ὀνομάζουσι, πίστεις δοὺς καὶ λαβών, καὶ μετ' αὐτῶν κηδεύσας καὶ διὰ τοῦ κήδους τὰ τῆς φιλίας ἀσφα λισάμενος, χρήματά τε λαμβάνει πολλὰ καὶ συμμαχικὸν Ἄραβας ἱππότας τʹ. τῆς φήμης δὲ πανταχοῦ διαδραμούσης συνέρρεον πρὸς αὐτὸν ὁπόσοι νεωτέροις χαίρουσι πράγμασιν. ἤδη δὲ τοῦ 2.420 θέρους ἐπιγενομένου ἄρας παντὶ τῷ στρατῷ ἠπείγετο πρὸς τὴν βασιλεύουσαν, μεστὸς ἐλπίδων καὶ μονονοὺ τοῖς βασιλείοις καθῆ σθαι δοκῶν. καὶ γὰρ δὴ καὶ ἐθράσυνεν αὐτὸν καὶ τολμηρότερον ἐτίθει πρὸς τὸ ἐγχείρημα μοναχοῦ τινὸς ἀρετῆς ἀντιποιουμένου ὄψις νυκτερινή. ἐδόκει γὰρ οὗτος ἰδεῖν ἄνδρας πυρίνους, οἵτινες τὸν Βάρδαν λαβόντες ἀνάγουσιν εἴς τινα ὑψηλοτάτην περιωπήν· ἐντυχεῖν δ' ἐν αὐτῇ γυναικὶ ἀνθρωπίνης ὄψεως στερροτέρᾳ, καὶ τὴν μάστιγα αὐτῷ ἐπιδοῦναι βασιλικήν. ταύτην τὴν μάστιγα ὁ μὲν Βάρδας σύμβολον ἐλογίζετο