177
τοῖς ἀνθρώποις συνανεστράφη.» ὅτι δὲ καὶ πειρασθήσεται ὑπὸ τοῦ διαβόλου καὶ νικήσει αὐτόν, Ζαχαρίας ὁ προφήτης λέγει «εἶδον Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπε πρὸς αὐτόν, ἐπιτιμήσαι σοι κύριος διάβολε.» ὅτι δὲ καὶ κρατηθήσεται, ἡ σοφία διὰ Σολο μῶντος λέγει «εἶπον ἐν ἑαυτοῖς οἱ ἀσεβεῖς, δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν.» ὅτι δὲ καὶ παρὰ μαθητοῦ προδοθή σεται, λέγει ὁ ψαλμῳδός «ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν.» ὅτι δὲ καὶ ἐκδοθήσεται καὶ τὰ ἱμάτια αὐτοῦ ἐν 1.482 κλήρῳ δοθήσεται, προείρηκεν ὁ αὐτὸς προφήτης λέγων «διεμερί σαντο τὰ ἱμάτιά μου ἐν ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβα λον κλῆρον.» ὅτι δὲ καὶ παρὰ ψευδομαρτύρων κατηγορηθήσεται, ὁ αὐτὸς προφήτης εἶπεν «ἐπανέστησάν μοι μάρτυρες ἄδικοι.» ὅτι δὲ καὶ ἀκάνθαις στεφανωθήσεται, προείρηκεν Ἱερεμίας λέγων «ἀκάνθαις τῶν ἑαυτοῦ πταισμάτων ὁ λαὸς οὗτος περιεστοίχισέ με.» ὅτι δὲ καὶ χολὴν τραφήσεται καὶ ὄξος ποτισθήσεται, ὁ προφήτης ∆αβὶδ λέγει «ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» ὅτι δὲ ἐμπαιχθήσεται, Ἱερεμίας λέγει «εἰς ἐμπαιγμὸν ἐγενόμην τῷ λαῷ τούτῳ.» ὅτι δὲ καὶ τοῖς δεσμοῖς αὐτῶν δεθήσεται καὶ σταυρωθήσεται ἐπὶ ξύλου παρὰ τῶν Ἰου δαίων, λέγει ὁ Ἔσδρας «ἐδήσατέ με οὐχ ὡς πατέρα τὸν ῥυσάμε νον ὑμᾶς ἐκ γῆς Αἰγύπτου. κράζοντες ἐπὶ τοῦ βήματος τοῦ κρι τοῦ ἐταπεινώσατέ με, κρεμασθῆναι ἐπὶ τοῦ ξύλου παρεδώκατέ με.» ὅτι δὲ καὶ ταφήσεται, Ἱερεμίας λέγει «ἐν τῇ ταφῇ αὐτοῦ ζῳοποιηθήσονται οἱ νεκροί.» ἐν γὰρ τῷ καιρῷ ἐκείνῳ, ὅτε ὁ δεσπότης ἡμῶν Ἰησοῦς ἐν τῷ τιμίῳ αὐτοῦ πάθει παρέδωκε τὸ πνεῦμα, οἱ τάφοι ἠνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμη μένων ἁγίων ἠγέρθη, ὁ ἥλιος ἐσκοτίσθη, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη, καὶ σεισμὸς μέγας κατὰ πᾶσαν τὴν οἰκουμένην ἐγένετο. ταῦτα πάντα εἰ δυνηθῇς, ὦ Ἰουδαῖε, μὴ εἶναι παρὰ τῶν ὑμετέρων προφητῶν προκηρυχθέντα, ὡς ψεύστην ἐνίκησάς με. εἰ δ' ἀληθῶς παρ' ἐκείνων προφητευθέντα εἰσί, τοῖς σοῖς 1.483 ὀφείλεις πεισθῆναι προφήταις καὶ τὸν ἡμέτερον Χριστὸν ἄκων καὶ μὴ βουλόμενος προσκυνῆσαι." Κωνσταντῖνος Αὔγουστος εἶπεν "εἰ ταῦτα ταῖς ὑμετέραις περιέχεται βίβλοις, περισσῶς ἀν τιλέγετε, ὦ Ἰουδαῖοι, τῶν παθημάτων ἕνεκεν τοῦ Χριστοῦ, ἅπερ κατὰ τάξιν προλεχθέντα ἐν τῷ Χριστῷ ἐπληρώθη." Αὐνᾶν Ἰου δαῖος λέγει "ὀφείλεις δεῖξαι ἡμῖν τὸ τεχθῆναι αὐτὸν καὶ κρατη θῆναι καὶ ὑβρισθῆναι καὶ ἐμπαιχθῆναι καὶ σταυρωθῆναι καὶ τεθνάναι καὶ ταφῇ παραδεδόσθαι." ὁ ἅγιος Σίλβεστρος ἔφη "οὐκοῦν ἀνάγκη ἐστὶ πάσας σοι τὰς γραφὰς ἐκθέσθαι, ὅθεν πρῶ τον ὁμολόγησον σᾶς εἶναι τὰς γραφὰς καὶ ἀληθεῖς ὑπάρχειν." Αὐνᾶν εἶπε "τὰ παρὰ τῶν προφητῶν λεχθέντα ἀληθῆ εἶναι πάν τες ὁμολογοῦσιν. ἀλλὰ σὺ τὰ πρὸς ἄλλους εἰρημένα ἄλλους πε πονθέναι φῄς." ὁ ἅγιος Σίλβεστρος εἶπεν "οὐκοῦν δίδως ἄλλον τινά ποτε χολὴν τραφέντα καὶ ὄξος ποτισθέντα καὶ ἀκάνθαις στε φανωθέντα καὶ σταυρωθέντα καὶ ταφέντα καὶ ἀναστάντα." καὶ ἐπὶ πολὺ σιωπῶντος αὐτοῦ Κωνσταντῖνος Αὔγουστος ἔφη "εἰ ἄλ λον ἐπιδεῖξαι Αὐνᾶν οὐ δύναται, γινωσκέτω ἑαυτὸν φανερῶς ἡτ τημένον." ∆ωὴκ Ἰουδαῖος λέγει "βασιλεῦ κράτιστε, Σίλβεστρος ἐπηγγείλατο δικαίας ἐρεῖν αἰτίας περὶ τοῦ γεννηθῆναι αὐτὸν καὶ πειρασθῆναι ὑπὸ τοῦ διαβόλου καὶ παθεῖν." ὁ ἅγιος Σίλβεστρος ἔφη "ἐπειδὴ τοίνυν ἀληθῆ τὰ προφητευθέντα εἰρήκατε, ὁμολογή σατε ὅτι ἡ παρθένος συνέλαβε καὶ ἔτεκε τὸν Ἐμμανουήλ, ὅ ἐστι μεθ' ἡμῶν ὁ θεός." σιωπώντων δὲ τῶν Ἰουδαίων ὁ ἅγιος εἶπε "πάντως γινώσκετε ἐν ταῖς θείαις γραφαῖς ὅτιπερ ἐκ πηλοῦ ἐποίη 1.484 σεν ὁ θεὸς τὸν πρῶτον ἄνθρωπον, ὃς τῇ συμβουλίᾳ τοῦ ὄφεως ἐξεβλήθη τοῦ παραδείσου καὶ θανάτῳ περιπέπτωκεν. οὐκοῦν εἰπέ μοι, ὦ Ἰουδαῖε, ἡ γῆ ἀφ' ἧς ἐπλάσθη ὁ Ἀδάμ, ἄφθαρτος ἦν ἢ φθαρτή;" Κουσὴχ εἶπεν "ἄφθαρτος." Σίλβεστρος εἶπε "καλῶς εἶπας· ἄφθαρτος γὰρ ἦν καὶ παρθένος διὰ τὸ