423
διαδρὰς εἰς τὰ οἰκεῖα ἤθη ἀνεκομίσθη. εἰσελθόντα δὲ τὸν Λέοντα μάλα φιλοφρόνως ὁ βα σιλεὺς ὑπεδέξατο ἐπινικίοις τε θριάμβοις τετίμηκε καὶ γερῶν τῶν κατ' ἀξίαν ἠξίωσε, τιμήσας καὶ προβιβάσας καὶ πάντας τοὺς σὺν αὐτῷ ἀριστεύσαντας. Τῷ δὲ δευτέρῳ ἔτει τῆς βασιλείας Ῥωμανοῦ πολλοὶ τῶν πολιτευομένων ἑάλωσαν ἐπιβεβουλευκότες αὐτῷ. εἶχον δὲ καὶ 2.342 πρωτουργὸν καὶ πρωταίτιον Βασίλειον μάγιστρον τὸν λεγόμενον Πετεινὸν καί τινας ἄλλους τῶν ἐπισήμων, τὸν πατρίκιον Πασχά λιον, τὸν πατρίκιον Βάρδαν τὸν τοῦ Λιβός, καὶ Νικόλαον τὸν Χαλκούτζην· οἵτινες ἐβουλεύσαντο κατὰ τὴν ἡμέραν τῶν ἱππικῶν ἀγώνων κατιόντα διαχειρίσασθαι τὸν βασιλέα, καὶ τὸν Βασίλειον ἐπὶ τοῦ βασιλικοῦ καθίσαντες θρόνου ἀναγορεῦσαι βασιλέα. ἀλλὰ τῆς ἐπιβουλῆς μηνυθείσης τῷ βασιλεῖ παρά τινος τῶν συνωμοτῶν, Ἰωαννικίου τοὔνομα, τῷ γένει Σαρακηνοῦ, πρὶν ἢ τὴν κυρίαν ἐνστῆναι κρατηθέντες παρὰ τοῦ Ἰωσὴφ καὶ ἐλεγχθέντες καὶ ἀπη νῶς αἰκισθέντες ἄνευ μόνου τοῦ Βασιλείου, καὶ κατ' αὐτὴν τὴν ἡμέραν τοῦ ἀγῶνος θριαμβευθέντες, ἐξορίᾳ παρεπέμφθησαν καὶ ἀπεκάρησαν μοναχοί.
Χρόνον δέ τινα βραχὺν ἐν αὐτῇ ταλαι πωρηθέντες ἀνεκλήθησαν φιλανθρώπως αὐτοῖς χρησαμένου τοῦ βασιλέως. μόνος δὲ Βασίλειος ὁ Πετεινὸς ἔκφρων γενόμενος ἐτε λεύτησεν ἐν Προικοννήσῳ, τῆς δίκης αὐτὸν μετελθούσης ἀνθ' ὧν δολίως εἰς Στέφανον ἐνεδείξατο τὸν βασιλέα, προδεδωκὼς τοῦτον τῷ Κωνσταντίνῳ. Τὰ δὲ περὶ τὸν Πετεινὸν καὶ τοὺς ἄλλους ἰδὼν ὁ μάγιστρος Ῥωμανὸς ὁ Σαρωνίτης, ἐπὶ θυγατρὶ γαμβρὸς ὢν Ῥωμανοῦ γέροντος, καὶ μὴ τὰ ὅμοια καὶ αὐτὸς πάθοι φοβηθείς, φθονούμενος διὰ τὴν ἑαυτοῦ περιφάνειαν καὶ ὑποπτευόμενος, τὴν ἑαυτοῦ οὐ σίαν τοῖς τέκνοις ὡς ἐβούλετο διαμερίσας καὶ τὴν ὑπόλοιπον πένησι διανείμας τὸ τῶν μοναχῶν περιβάλλεται ἔνδυμα. καὶ ἐν τῇ τῶν 2.343 Ἐλεγμῶν μονῇ γενόμενος, καὶ χρόνον συχνὸν ἐν αὐτῇ παραμείνας, ὑπὸ τῶν μετὰ ταῦτα βασιλέων ἐτιμήθη διαφερόντως. Κατὰ τούτους τοὺς χρόνους ἀνήρ τις ἀνεφάνη Φιλώραιος καλούμενος, ὑπασπιστὴς ὢν Ῥωμανοῦ μαγίστρου τοῦ Μωσηλέ, τοῦ ἐκγόνου Ῥωμανοῦ τοῦ γέροντος. οὗτος ἄνωθεν ἵππου ὠκυ τάτου ἐπὶ τῆς ἐφεστρίδος ἱστάμενος ὄρθιος, καὶ ξίφος ταῖς χερσὶ βαστάζων, τοῦ ἵππου τρέχοντος ὅσον ἐδύνατο κυκλῶν ἐπῄει τὸν εὔριπον τῆς ἱπποδρομίας, στρέφων ἄνω καὶ κάτω τὸ ξίφος καὶ μηδ' ὅλως ὑπολισθαίνων τῆς στάσεως. Ἐπέδωκε δ' ἐν ταῖς ἡμέραις ταύταις καὶ πάλαι τὴν Ῥω μαίων ἐπιόν τε καὶ λυμαινόμενον καὶ διαφθεῖρον τοὺς βόας τὸ λοι μικὸν πάθος, ὃ κράβρα κατονομάζεται. φασὶ δὲ τὴν ἀρχὴν τοῦτο λαβεῖν ἐπὶ τῶν ἡμερῶν τοῦ γέροντος Ῥωμανοῦ. ἔγγιστα γὰρ τῆς τοῦ Βώνου κινστέρνης ἀναψυχὴν ἑαυτῷ τῆς θερινῆς θέρμης πα λάτια τοῦ Ῥωμανοῦ ἀνεγείροντος, καὶ τῶν θεμελίων καταβαλλο μένων, βοός φασιν εὑρεθῆναι μαρμαρίνου κεφαλήν, ἣν οἱ εὑρόν τες συντρίψαντες εἰς τὴν τοῦ τιτάνου κάμινον ἐμβάλλουσιν. ἐξ ἐκείνου δ' ἄχρι τῶν τῇδε χρόνων οὐκ ἐπαύσαντο πανταχοῦ τῆς γῆς ὁπόσην ἡ τῶν Ῥωμαίων περιέχει δυναστεία, τὰ τῶν βοῶν δια φθείρεσθαι γένη. Ὁ δὲ Ῥωμανὸς παρορμώμενος ὑπὸ τῆς αὐτοῦ γυναικὸς κατ ενεγκεῖν ἐπειράθη τῶν βασιλείων Ἑλένην τε τὴν μητέρα καὶ τὰς ἀδελφάς, καὶ ἐν τοῖς παλατίοις τῶν Ἀντιόχου περιορίσαι. γνοῦσα 2.344 δὲ τοῦτο ἡ Ἑλένη καὶ πρὸς θρήνους τραπεῖσα καὶ ἀρὰς ἐδυσώπησε τὸν υἱόν, διευλαβηθέντα τὰς ἐξ αὐτῆς κατάρας. ἀλλ' αὕτη μὲν εἰάθη μένειν κατὰ χώραν, τὰς δ' ἀδελφὰς καταγαγὼν διὰ Ἰωάν νου καθηγεμόνος τῶν Στουδίου ἀπέκειρε μοναχάς. αἱ δὲ ἅμα τῇ ὑποχωρήσει τούτου τὴν μοναχικὴν ἀποδυσάμεναι ἐσθῆτα ἐκρεωφά γουν. ἡ δὲ Ἑλένη τῇ τῶν θυγατέρων καταγωγῇ περιαλγήσασα, καὶ μικρὸν ἐπιζήσασα χρόνον, τῇ κʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς εʹ ἰνδικτιῶνος ἀπεβίω, καὶ βασιλικῶς ἐκκομισθεῖσα ἐτάφη ἐν τῇ λάρνακι τοῦ πατρός. Νικηφόρος δὲ ὁ Φωκᾶς, ὡς ἔμπροσθεν εἴρηται, προστα χθεὶς ἐκ Κρήτης ἐπανελθεῖν οὐ συνεχωρήθη εἰσελθεῖν εἰς τὴν βα