168
κυρίου, ἀλλὰ μίαν τὴν τῆς θεότητος. Παῦλος δέ τις τῷ Μανέντι τούτῳ σύγχρονος γεγονώς, τὸ γένος μὲν Σαμοσατεύς, Ἀντιοχείας δὲ τῆς μεγάλης πρόεδρος, ψι λὸν ἄνθρωπον εἶναι τὸν Χριστὸν ἐδυσφήμησεν. ὥσπερ δὲ εἰς ἕκαστον τῶν προφητῶν, οὕτω καὶ ἐν αὐτῷ γεγενῆσθαι τοῦ θεοῦ λόγου τὴν οἴκησιν. ἔνθεν δὲ καὶ δύο φύσεις διῃρημένως ἐχούσας καὶ ἀκοινωνήτους πρὸς ἑαυτὰς εἶναι παντάπασιν ἐν Χριστῷ, ὡς ἄλλου αὐτοῦ ὄντος τοῦ Χριστοῦ καὶ ἄλλου τοῦ κατοικοῦντος ἐν αὐτῷ θεοῦ λόγου. αὗται μὲν οὖν αἱ πρῶται φυαὶ τοῦ μίαν φύσιν καὶ τὰς δύο κακῶς καὶ δυσφήμως ἐπὶ Χριστῷ λέγεσθαι, τὸ μὲν ἐπ' ἀναιρέσει τῆς θεότητος τὸ δὲ τῆς ἀνθρωπότητος. Ἐν δὲ τοῖς ἑξῆς χρόνοις Ἀπολινάριός τις ἐφύη, πρόεδρος Λαοδικείας τῆς Συρίας, ματαιοφροσύνης ἑτέρας εἰσηγησάμενος. τῶν γὰρ Ἀρειανῶν ἄψυχον πάντῃ λεγόντων τὴν τοῦ κυρίου σάρκα, 1.458 αὐτὸς ἔφη ὅτι σάρκα μὲν ἐψυχωμένην ψυχῇ ζωτικῇ ἀνέλαβεν ὁ κύριος, νοῦν δὲ τὸν ἡμέτερον οὐ προσήκατο· μηδὲ γὰρ δεηθῆναι τὴν σάρκα φησὶν ἐκείνην ἀνθρωπείου νοὸς ἡγεμονευομένην ὑπὸ τοῦ αὐτὴν ἐνδεδυκότος θεοῦ λόγου· ἀλλὰ μηδὲ χωρεῖν αὐτὴν ἄλ λην νοερὰν δύναμιν παρὰ τὴν θείαν. ταῦτα ὑποθέμενος διατείνε ται μίαν εἶναι τὴν φύσιν τοῦ λόγου καὶ τῆς σαρκώσεως, ὡς ἅτε τῆς σαρκὸς ἀτελοῦς οὔσης εἰς τὸ εἶναι ἄνθρωπον, καὶ διὰ τοῦτο μὴ ἄξιόν φησιν ὀνομάζεσθαι. Μεθ' ὧν ἀναφαίνεταί τις Θεόδωρος, τῆς Μόψου ἑστίας, πόλεως ἐν τῇ Κιλικίᾳ, τὴν ἡγεμονίαν λαχών, καὶ ἐκ διαμέτρου τῷ Ἀπολιναρίῳ φερόμενος ὕβρεις οὐ τὰς τυχούσας τολμηρᾷ ψυχῇ καὶ ἀφόβῳ καρδίᾳ καταχέει τοῦ δεσπότου Χριστοῦ, ἄνθρωπον ἕνα τῶν καθ' ἡμᾶς καὶ κοινὸν ἀποκαλῶν, καὶ ἐκ προκοπῆς λαβόντα τὴν χάριν τοῦ θεοῦ θεὸν ὀνομάζεσθαι, καὶ ἐκ τοῦ ἐν Ἰορδάνῃ βαπτίσματος ἀξιωθῆναι τῆς τοῦ ἁγίου πνεύματος δωρεᾶς, ἐν πρώ τοις εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτισθέντα, τὸν δὲ θεὸν λόγον διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν αὐτοῦ κατ' εὐ δοκίαν ἑαυτοῦ κατοικήσαντα μεταδοῦναι τῆς θεϊκῆς ἀξίας αὐτῷ καὶ προσκυνήσεως ἐσύστερον μετὰ τὴν τελείωσιν. ταῦτα καὶ ἕτερ' ἄττα πολλὰ τοιαῦτα δυσφημήσας δύο φύσεις ἰδιοπεριορίστως ἐδογμάτισεν ἐπὶ Χριστοῦ, σχέσει τινὶ καὶ μόνον ἀλλήλαις ᾠκειω μένας. δευτέρα καὶ αὕτη βλάστησις τοῦ μίαν φύσιν καὶ δύο φύσεις ἐν Χριστῷ μὴ κατὰ τὸν ὀρθὸν λόγον ὁμολογεῖσθαι.
1.459 Μετὰ δὲ τούτους γέγονέ τις ὀνόματι Νεστόριος, ἀπὸ Γερ μανικείας τῆς Συρίας, τοῦ θρόνου Κωνσταντινουπόλεως δραξάμε νος, ὁμοίως τῇ φωνῇ τῶν ἐν Χριστῷ δύο φύσεων καταφρόνως ἀπεχρήσατο, Παύλῳ καὶ Θεοδώρῳ τοῖς ἑαυτοῦ προγόνοις ἑπόμε νος. υἱὸς μὲν γὰρ ἦν τοῦ Κίλικος, ἀπόγονος δὲ τοῦ Σαμοσα τέως, καὶ διὰ τοῦτο πρὸς τὴν ἁγίαν παρθένον ἄσπονδον ἤρατο πόλεμον, ἐξαρνούμενος τὸν ἑαυτοῦ κύριον καὶ ἀτιμάζων τὴν ἑαυ τοῦ δέσποιναν ὁ δείλαιος δοῦλος καὶ ἀναίσχυντος. οὗτος οὖν ὁ δεινὸς Νεστόριος, προστάτης γεγονὼς τῆς Ἰουδαϊκῆς ταύτης αἱρέ σεως, ἄλλον εἶναι παρ' ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεοῦ λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτισε. Τῆς δὲ κατὰ Μάνεντα καὶ Ἀπολινάριον ἀντιθέτου μοίρας τρίτος πάλιν ὑπασπιστὴς Εὐτυχής, ἡγούμενος μοναστηρίου Κων σταντινουπόλεως, ἀνεδείχθη· ὃς μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ ὁμοφυῆ τὴν σάρκα τοῦ κυρίου διομολογεῖν ἀπηρνεῖτο, σώζε σθαι λέγων ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τῆς τούτων ἑνώσεώς τε καὶ συμφυΐας. οὐ μὴν δὲ ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα παρέπλαττεν, ἐξ οὐρανοῦ λέγων κατενηνέχθαι τὸ σῶμα τοῦ κυρίου, καὶ ὡς διὰ σωλῆνος τῆς παρθένου παραδραμεῖν τὸν θεὸν λόγον, οὐρανόθεν τοῦτον ἐνδεδυμένον, ἵνα δόξῃ γεγενῆσθαι ἐκ γυναικὸς καίπερ μὴ γεγεννημένος. Μανιχαῖος οὗτος ὁ λόγος, καὶ πεφαν τασμένος πολλῷ μᾶλλον ἐκείνου. μίαν φύσιν καὶ οὗτος διεστραμ μένῃ καρδίᾳ τὸν Χριστὸν ἐπρέσβευεν. 1.460 Εἶτα Σεβῆρός τις λεγόμενος, ἁρπάσας τὸν θρόνον Ἀντιο χείας, τὴν κατὰ Μάνεντα