156
ἀνθύπατον, ἐρωτηθεὶς ἐπὶ λαοῦ καὶ δήμου περὶ τῶν αὐτοφυῶν πόθεν ἐξέρχεται, οὕτως ἀπεκρίθη. ὁ κτίσας θεὸς πῦρ καὶ ὕδωρ ἐξ οὐκ ὄντων οὐσιῶν, καὶ ἐκ μὲν τοῦ πυρὸς φῶς καὶ ἥλιον καὶ τοὺς λοιποὺς ἀστέρας κατασκευάσας λόγῳ, προσέταξεν αὐτοῖς ἡμέραν καὶ νύκτα δᾳδουχεῖν· τοσαύτη γὰρ αὐτοῦ ἡ δύνα μις ὅσον καὶ τὸ θέλημα. ἐκ δὲ τοῦ ὕδατος τὸ στερέωμα τοῦ οὐ ρανοῦ συμπήξας, καὶ γῆν ἐπάνω τῶν ὑδάτων ἑδράσας, ἐποίησε τὰ ἐν αὐτοῖς πάντα προγνωστικῇ ἐνεργείᾳ, ἵνα ὁ μέλλων παρ' αὐ τοῦ πλασθήσεσθαι ἄνθρωπος μηδενὸς τῶν ἀναγκαίων καὶ συμφε ρόντων εἰς χρῆσιν ἐνδεῖται. ἐν οἷς δύο τόπους εὐτρεπίσας πάλιν ἀϊδίους, τὸν μὲν φωτὶ καταλάμπεσθαι καὶ ἀπεράντων ἀγαθῶν ἔμπλεων κατεσκεύασε, τὸν δὲ σκότους καὶ κολαστηρίου πυρὸς αἰωνίου πεποίηκεν, ὅπως οἱ μὲν εὐαρεστήσαντες αὐτῷ καὶ πρὸς τὴν τοῦ διαβόλου μὴ κατολισθήσαντες ἀπάτην τὸν τῶν φωσφό ρων ἀγαθῶν μετὰ τὴν ἀνάστασιν ἀπολαβόντες τόπον αἰωνίως αὐτῷ συμβασιλεύσωσιν, οἱ δὲ παροργίσαντες αὐτὸν καὶ τῷ κοινῷ ἐχθρῷ ἐξακολουθήσαντες σὺν αὐτῷ καὶ τὸν τῶν σκοτεινοφόρων κολαστηρίων ἀπειληφότες χῶρον ἀτελευτήτως ἀποκλαύσωσι. δια χωρίσας δὲ τὸ πῦρ καὶ τὸ ὕδωρ ὥσπερ τὸ φῶς καὶ τὸ σκότος, κατεκερμάτισε ταῦτα κατὰ πάσης αὐτοῦ τῆς κτίσεως, καὶ ἔστιν ὕδωρ ὑπεράνω τοῦ στερεώματος, ὅ ἐστιν αἰθήρ, καὶ ἔστιν ὕδωρ 1.426 καὶ πῦρ ὑποκάτω τῆς γῆς. καὶ τὸ μὲν ἐπάνω τῆς γῆς ὕδωρ συν αχθὲν εἰς συναγωγὴν μίαν θάλασσα προσηγορεύθη, τὸ δὲ ὑποκάτω τῆς γῆς ἀπομεῖναν ἄβυσσος ἐκλήθη, ἐξ οὗ καθάπερ σίφωνές τινες ἀναπέμπονται πρὸς ζωὴν ἡμῶν καὶ παντὸς ζῴου αἱ πηγαί. ἀφ' οὗ καὶ τὰ θερμὰ ἀνάγονται. καὶ τὰ μὲν πορρωτέρω τοῦ κάτω πυρὸς ἀπέχοντα προνοίᾳ θεοῦ ἀναδίδονται ψυχρότερα, τὰ δὲ πλησίον τοῦ πυρὸς ἐκεῖθεν ἐκπυρούμενα ζέοντα λίαν ἀναφέρονται, ὅσα δὲ οὐ πολὺ πλησιάζουσι, χλιαρὰ ἀναδίδονται. καὶ τὸ μὲν ὑποκάτω τῆς γῆς πῦρ κολαστήριόν ἐστι δαιμόνων καὶ ἁμαρτωλῶν ἀνθρώπων, τὸ δὲ κατωτάτω ὕδωρ, ψυχρότερον ὂν καὶ εἰς βώ λους κρυστάλλου πεπηγός, ὃ καὶ Τάρταρος λέγεται, βασανιστή ριόν ἐστιν ὡσαύτως καὶ τοῦτο τῶν μὴ φυλαξάντων τὰς ἐντολὰς τοῦ κυρίου. ὅτι δὲ πῦρ ἐστὶν ὑποκάτω τῆς γῆς, πειθέτω σε τὸ ἐν Σικελίᾳ καὶ ἐν Λυκίᾳ προφανῶς ἀναδιδόμενον καὶ μέντοι καὶ ἐν ἄλλοις διαφόροις τόποις ὁμοίως παραδεικνύμενον πῦρ, εἰς τὴν φοβερὰν γέενναν προδήλως πάντας κατακαῖον ὅσοι τὰ τοῦ πυρὸς ἔργα πεπράχασι. περὶ οὗ καὶ ὁ μέγας Μωϋσῆς ἐκ προσώπου τοῦ θεοῦ φησὶν ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κατωτάτου, καταφάγεται γῆν καὶ τὰ γεννήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων. οὕτως δὲ καὶ Ἠσαΐας διαρρήδην προφαί νων τοῖς ἁμαρτωλοῖς τὴν ἐσομένην καὶ ἡτοιμασμένην αὐτοῖς διὰ τοῦ ἀσβέστου πυρὸς κόλασιν ἐκβοᾷ "τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται, καὶ τίς ἀπαγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; πορεύε 1.427 σθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβε βηκότων ἐν ἐμοί, λέγει κύριος. ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευ τήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί." καὶ δὴ καὶ ὁ θεηγόρος Χρυσόστομός φησιν· ὅρα παράδοξον αὖθις ἕτερον, ἐναντίας φύσεις συνιούσας. οὔτε γὰρ ἀστραπῆς τι πυρωδέστερον οὔτε ὕδατος ψυχρότερον, ἀλλ' ὅμως ἀναμίγνυται, καὶ οὐ συγχεῖται οὐδὲ κεράννυται, ἀλλὰ τοὺς οἰ κείους ἕκαστον διατηρεῖ ὅρους. τὸ πῦρ ἐν τῷ ὕδατι καὶ τὸ ὕδωρ ἐν τῷ πυρί, καὶ οὔτε τοῦτο ἐξήρανε ἐκεῖνο οὔτε ἐκεῖνο κατέσβεσε τοῦτο. καίτοι ἀστραπὴ τοῦ ἡλιακοῦ πυρὸς ὀξύτερον καὶ φανότερον. καὶ μαρτυροῦσιν αἱ ὄψεις αἱ ταῖς ἀκτῖσι διηνεκῶς καταλαμπόμεναι, ἐκείνης δὲ τὴν φορὰν οὐδὲ πρὸς βραχὺ δυνάμεναι ἐνεγκεῖν. καὶ ὁ μὲν ἥλιος διὰ πάσης ἡμέρας διατρέχει τὸν οὐρανόν, αὐτὴ δὲ ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν, ὡς καὶ Χριστὸς μαρτυ ρεῖ λέγων "ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἐξ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν." εἶτα φησίν "ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐ τῶν." αὕτη πάλιν