437
τοὺς τοῦ Νικηφόρου αὐτόχειρας, διαρραγῆναι δὲ καὶ τὸν τόμον ὃν ἐπὶ συγ χύσει τῶν ἐκκλησιαστικῶν πραγμάτων ὁ Νικηφόρος ἐξέθετο. εὐ θέως οὖν ὁ Ἰωάννης ἐκείνους τε ἐξῶσε τῆς πόλεως καὶ τὴν Θεοφανὼ ἐν Προικοννήσῳ ἐξώρισεν. ἥτις ἐκεῖθεν ὕστερον λάθρᾳ φυγοῦσα καὶ τῇ μεγάλῃ προσφυγοῦσα ἐκκλησίᾳ, διὰ τοῦ παρακοι μωμένου Βασιλείου ἐκβληθεῖσα ἐν τῷ θέματι τῶν Ἀρμενιακῶν ἐξωρίσθη εἰς τὴν παρὰ τοῦ βασιλέως νεουργηθεῖσαν μονὴν τὴν 2.381 ∆άμιδος, ἐνυβρίσασα πρότερον εἰς τὸν βασιλέα πολλὰ καὶ εἰς τὸν Βασίλειον, Σκύθην καὶ βάρβαρον ἀποκαλέσασα καὶ κατὰ κόρρης αὐτῷ κονδύλους ἐπιτρίψασα. ἐξωρίσθη δὲ σὺν αὐτῇ καὶ ἡ ταύ της μήτηρ ἐν Μαντινείῳ. ἐνεχθεὶς δὲ ὁ τόμος ἐρράγη, καὶ τῇ ἐκκλησίᾳ ἐχαρίσθη ἡ προτέρα ἐλευθερία. Τούτων οὖν πραχθέντων, ὑποσχομένου δὲ τοῦ Ἰωάννου καὶ εἰς ἐξίλασμα τῆς ἁμαρτάδος πένησι διανεῖμαι ἣν ἰδιωτεύων εἶχε περιουσίαν, ὁ Πολύευκτος ἐπιτρέπει τὴν εἴσοδον, καὶ κατὰ τὴν ἑορτὴν τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν γεννήσεως εἰσελθόντα τοῦτον τῷ τῆς βασιλείας ἀναδεῖ διαδήματι. πολὺν δὲ σάλον καὶ ταρα χὴν ἐχούσης τῆς βασιλείας ἔν τε τῇ ἕῳ καὶ τῇ ἑσπέρᾳ (αἵ τε γὰρ ληφθεῖσαι κατὰ τὴν Κιλικίαν καὶ Φοινίκην καὶ Κοίλην Συρίαν πόλεις τῶν Ἀγαρηνῶν, μὴ σχόντος τοῦ Νικηφόρου καιρὸν τὰ κατ' αὐτὰς διαθέσθαι καλῶς καὶ ἀσφαλίσασθαι, πρὸς ἀποστα σίαν ἀπέβλεπον, καὶ ἡ τῶν Ῥὼς κίνησις οὐ καλῶς πρότερον ἐπὶ Βουλγάρους μελετηθεῖσα μέγιστον ἐπέσειε τοῖς πράγμασι κίνδυ νον, καὶ λιμὸς ἐπὶ πέντε ὅλους ἐνιαυτοὺς τὴν Ῥωμαίων ἐπινεμό μενος σφόδρα τὰς πόλεις ἐπίεζε) διεσκοπεῖτο καὶ ἐμερίμνα πῶς ἂν τὰ τοιαῦτα θεραπευθείη κακὰ καὶ τὸ ἐξ αὐτῶν ἀποσκευασθείη ἐλπιζόμενον δέος. τέως δὲ τῆς πρὸς τῷ Ὀρόντῃ Ἀντιοχείας χηρευούσης ἀρχιερέως, Θεόδωρόν τινα προχειρίζεται μοναχόν, πᾶσι 2.382 κομῶντα τοῖς ἀγαθοῖς καὶ αὐτῷ προθεσπίσαντα τὴν ἀνάρρησιν, καὶ παρεγγυησάμενον μὴ ἐπισπεῦσαι ὡς τοῦ θεοῦ μέλλοντος αὐτὸν εἰς τὸ τῆς βασιλείας ὕψος ἀναβιβάσαι, ἢ μὴν γινώσκειν ὡς εἰ ὀλι γώρως διατεθεὶς ἐπιταχύνῃ τὴν τῆς βασιλείας κατάσχεσιν, τῆς ἑαυτοῦ ψυχῆς ἐπίβουλος ἔσται· ἀξιώσαντα δὲ καὶ τοὺς Μανι χαίους, τὴν ἑῴαν πᾶσαν ἐπινεμομένους καὶ λυμαινομένους τῇ με ταδόσει τῆς μυσαρᾶς αὐτῶν θρησκείας, πρὸς τὴν ἑσπέραν ἀποι κίσαι καὶ εἴς τινα ἐσχατιὰν ἐγκατοικίσαι πανέρημον, ὃ καὶ πεποίη κεν ὕστερον, ἀπαναστήσας τούτους καὶ τῇ Φιλιππουπόλει ἐγκατ οικίσας. ἐπὶ λʹ δὲ καὶ εʹ μόνας ἡμέρας μετὰ τὴν ἀναγόρευσιν καὶ ὁ Πολύευκτος ἐπιβιοὺς κατέλυσε τὴν ζωήν. καὶ προχειρίζεται ἀντ' αὐτοῦ πατριάρχης Βασίλειος μοναχὸς ὁ Σκαμανδρηνός, ἐπ' ἀρετῆς τελειότητι μαρτυρούμενος. καὶ τὰ μὲν πολιτικὰ ἐφέρετο τῇδε.
Τῇ ἁλώσει δὲ τῆς Ἀντιοχείας καὶ τῶν λοιπῶν πόλεων, ἃς ἄνωθεν ἀπηριθμησάμεθα, περιαλγεῖας γεγονότες οἱ ἁπανταχοῦ γῆς ὄντες Ἀγαρηνοὶ καὶ τὰ λοιπὰ ἔθνη τὰ τὴν ὁμοίαν αὐτοῖς σέβοντα θρησκείαν, Αἰγύπτιοι Πέρσαι Ἄραβες Ἐλαμῖται καὶ οἱ τὴν Εὐδαίμονα λεγομένην οἰκοῦντες καὶ τὸ Σαβᾶ, συμφωνήσαντες καὶ ὁμαιχμίαν θέμενοι, δύναμιν πανταχόθεν ἠθροικότες μεγάλην καὶ ἡγεμονεύειν αὐτῆς τάξαντες Καρχηδονίους, Ζώχαρ ἔχοντας ἄρ χοντα, πρακτικὸν ἄνδρα καὶ τὰ εἰς πολέμους δεινόν, ὡς ἂν ἀκρι βεῖς καὶ ἐπιστήμονας τῶν τε κατὰ γῆν καὶ θάλατταν ἔργων, ἐξ 2.383 ῆλθον κατὰ Ῥωμαίων, ὑφ' ἓν τὰς πάσας συναγαγόντες δυνάμεις, εἰς ἑκατὸν μαχίμων ἀνδρῶν χιλιάδας ἀριθμουμένας, καὶ τὴν κατὰ ∆άφνην Ἀντιόχειαν καταλαβόντες ἐπολιόρκουν ἐπιμελῶς. γενναίως δὲ τῶν ἔνδον καὶ εὐψύχως τὴν πολιορκίαν ὑφισταμένων ἐπὶ μακρὸν ἐπετείνετο ἡ πολιορκία. ἀγγελθείσης δὲ τῆς τῶν ἐθνῶν συνόδου τῷ βασιλεῖ γράμματα ταχέως ἐπέμποντο πρὸς τὸν στρα τηγὸν Μεσοποταμίας, τὰς ἐκεῖσε κελεύοντα δυνάμεις ἀθροῖσαι καὶ βοηθῆσαι ταχὺ τοῖς πολιορκουμένοις· ἔπεμψε δὲ καὶ ἄρχοντα τοῦ ὅλου στρατοῦ μετὰ καὶ δυνάμεων ἄλλων τὸν πατρίκιον Νικό λαον, ἕνα ὄντα τῶν ᾠκειωμένων αὐτῷ εὐνούχων, ὃς