77
∆άρδανος μὲν υἱὸς Ἴλου τῶν Φρυγῶν, Ἑλλήνων δὲ καὶ τῆς Ἑλλάδος Ἄβαντος ἔτη κγἐβασίλευσε. Προῖτος δὲ μετ' αὐτὸν ἔτη ιζʹ. τούτου ἡ γυνὴ Σθενέ βοια ἡ καὶ Ἄντεια Βελλεροφόντου ἐρῶσα, ὃν Προῖτος εὑρὼν χαμαιρ ριφῆ καὶ ἀναθρεψάμενος καὶ τιμῆς ἠξιωκὼς ὁμοδίαιτον εἶχε, τού του μανικῶς ἐρῶσα ἡ Ἄντεια, πολλάκις τε προαγωγοὺς πεπομ φυῖα, καὶ ἀποκρουσθεῖσα δι' ἀρετὴν τοῦ νέου καὶ πίστιν τὴν πρὸς τὸν εὐεργέτην, πρὸς τὸν ἄνδρα Προῖτον διαβάλλει. ὁ δὲ μὴ 1.213 εἶναι νόμον ἔφη τῷ ἁλῶν κοινῶν μετασχόντι εἰς ψυχὴν ἐπιβουλεῦ σαι· ἀλλὰ τῷ σῷ πατρὶ Ἰοβάτῃ γράψας αὐτὸν ἀποστελῶ, μεθ' οὗ οὐδέποτε ἔφαγεν ἄρτον, καὶ αὐτὸς τοῦτον ἀναιρήσει. γράψας οὖν καὶ σφραγῖδι σφραγίσας βασιλικῇ τὸ γράμμα ἀποστέλλει. ἀπῄει δὲ οὗτος μηδὲν ὑφορώμενος κακόν. εὑρίσκει οὖν αὐτὸν ἐν τῷ ἀρίστῳ, καὶ ὡς ὑπὸ τοῦ γαμβροῦ ἀπεσταλμένον ὁμοτράπεζον ἐποίησε. μετὰ δὲ ταῦτα ἀναγνοὺς τὸ γράμμα οὔτε φονεύειν διὰ τὸν τῆς συνεστιάσεως νόμον εὐχερῶς εἶχεν, ἀλλὰ καὶ συκοφαντίαν τὸ πρᾶγμα ἐκ τεκμηρίων πλειόνων καταμαθὼν ἐφείσατο αὐτοῦ. οὕτως οἶδεν ἀρετὴ τὸν κεκτημένον ἀπολυτροῦσθαι κακῶν. μετὰ δὲ Προῖτον ὁ δεύτερος Ἀκρίσιος ἐβασίλευσεν ἔτη λαʹ. μεθ' ὃν Πέλοψ ἔτη λβʹ, ὃς καὶ πόλιν κτίσας Πελοπόννησον ταύτην ὠνόμα σεν· ἐξ οὗ καὶ Πελοποννήσιοι οἱ Ἑλλαδικοὶ λέγονται. Τότε καὶ ∆ημόκριτος ἐγνωρίζετο φιλόσοφος, ὃς ἐδίδασκε πρὸς τοῖς ἄλλοις ὅτι δεῖ τὸν φιλοσοφεῖν ἐθέλοντα πάντων ἀπέχε σθαι κακῶν, σωφροσύνην ἀσκεῖν, καὶ πάντα ὀρθῶς νοεῖν καὶ πράττειν, καὶ οὕτως ἔστι τὸ ἐννεαγράμματον μαθεῖν· καὶ οὕτως, φησίν, ὄψει τὸν υἱὸν τοῦ θεοῦ λόγον, τὸν ἀπαθῆ, παθητὸν νεο φανῆ. Τούτῳ συνήκμαζε καὶ Ἱπποκράτης φιλοσοφῶν καὶ ἰατρικὴν ὡς ἄριστα κατορθούμενος. ᾧ ἦν ἀδελφὸς Σώσανδρος ὀνομαζό μενος καὶ τὴν ἱππιατρικήν, ἅμα δὲ καὶ πάντων τῶν κτηνῶν τέχνην 1.214 μετερχόμενος· πρὸς ὅν φασιν εἰρηκέναι τὸν Ἱπποκράτην "ἢ τὸ ὄνομα μετάβαλε ἢ τὴν τέχνην μετάμαθε." Μετὰ Πέλοπα ἐβασίλευσεν Ἀτρεὺς ἔτη κʹ, εἶτα Θυέστης ἔτη ιβʹ, μεθ' ὃν Ἀγαμέμνων ἔτη ιηʹ, εἶτα Αἴγισθος ἔτη ζʹ. κατέσχεν οὖν ἡ βασιλεία Ἑλλήνων ἤτοι Πελοποννησίων ἔτη ἑκατὸν ἑξήκοντα τέσσαρα. Ἐν τοῖς ἀνωτέρω τῶν εἰρημένων χρόνοις Μίνως τῆς Κρή της, ὁ υἱὸς τῆς Εὐρώπης, ἐβασίλευσε, καὶ θαλασσοκρατῶν Ἀθη ναίους ἐπολέμει καὶ νόμους ἐξετίθει. τότε καὶ ∆αίδαλος καὶ ὁ Ἴκαρος καὶ ὁ Ταῦρος ἕνεκεν τῆς Πασιφάης τῆς Μίνωος ἐθρυ λοῦντο γυναικός. ἐκ τοῦ Ταύρου μὲν οὖν νοταρίου αὐτῆς ὄντος μοιχευθεῖσα ἔτεκεν υἱόν, ὃς Μινώταυρος ἐκλήθη. ἡ δὲ Πασιφάη ὑπὸ Μίνωος μετὰ δύο δουλίδων κλεισθεῖσα ἐν οἰκήματι νόσῳ τελευ τᾷ. Ἴκαρος δὲ τῆς εἰρκτῆς ὑπαλύξας, ὡς ἔπλει, ἐποντίσθη. ∆αί δαλος δὲ ἐσφάγη. Ἡρακλῆς δὲ καὶ αὐτός, ὁ τοῖς ἄθλοις πολυθρύλητος, μετὰ τὴν ἀπὸ Κολχίδος μετὰ τῶν Ἀργωναυτῶν ὑποστροφὴν ἐν Λιβύῃ γενόμενος καὶ Ἀνταίῳ συμβαλὼν δαιμονιώδη τινὰ καὶ μυσαρὰ φάσματα τελοῦντι, καὶ νικήσας αὐτόν, νόσῳ λοιμώδει περιπίπτει, καὶ μανεὶς εἰς πῦρ ἑαυτὸν ῥίψας τελευτᾷ. Μετὰ Μίνωα Μινώταυρος ὁ Πασιφάης καὶ Ταύρου βασι λεύει. ὕβριν δὲ οἱ συγκλητικοὶ τὸ ὑπὸ μοιχογεννήτου βασιλεύε 1.215 σθαι ἡγούμενοι, Θησέα προτρέπονται τὸν υἱὸν Αἰγέως βασιλέως Θεσσαλίας εἰς πόλεμον κατ' αὐτοῦ διαπερᾶν. ὑπισχνοῦνται δὲ αὐτῷ αὐτόν τε προδοῦναι Μινώταυρον καὶ Ἀριάδνην τὴν Μίνωος καὶ Πασιφάης καὶ πᾶσαν Κρήτην. διαπερᾷ γοῦν εἰς τὴν Κρήτην ἐξ αίφνης ὁ Θησεύς. ὁ γοῦν στρατηγὸς καὶ πάντες τὸν Μινώταυρον ἐν Γορτύνῃ ἀφέντες σχῆμα φυγῆς ἐποιήσαντο. γνοὺς δὲ αὐτὸς τὴν προδοσίαν φεύγει εἰς τὴν Λαβυρίνθων χώραν, καὶ ἐν σπηλαίῳ λανθάνει κρυβείς, ἕως ὑπό τινος τῷ Θησεῖ μηνυθεὶς ἐσφάγη. ὁ δὲ Θησεὺς εἰς Γορτύνην εἰσελθὼν ἐθριάμβευσεν. Αἰγεὺς δὲ ὁ τούτου πατὴρ τὴν φυγὴν ἀκούσας τῶν Κρητῶν, καὶ ὡς δόλῳ ὑπο νοήσας ἀπώλετο Θησεύς, λύπῃ καταποθεὶς ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγη· ὅθεν καὶ Αἰγαῖον τὸ πέλαγος ὠνόμασται. ὁ δὲ Θησεὺς τὴν Κρήτην ἐάσας, καταφρονήσας δὲ καὶ Ἀριάδνης, ἥτις ἐν τῷ ἱερῷ τοῦ ∆ιὸς