3
Τὰ θηρία καὶ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ ὁμόφωνα ἦσαν 1.10 πρὸ τῆς παραβάσεως τῷ ἀνθρώπῳ, διότι, φησίν, ὁ ὄφις ἀνθρω πίνῃ φωνῇ ἐλάλησε τῇ Εὔᾳ. πᾶσα δὲ λογικὴ φύσις κατ' εἰκόνα θεοῦ, ταῦτα δὲ οὐκ εἰσὶ κατὰ εἰκόνα θεοῦ· τὸν γὰρ ὄφιν ὁμο λογοῦμεν λελαληκέναι τῇ Εὔᾳ, στόμα γενόμενον τῷ νοητῷ ὄφει, ἐν ᾧ ἐνεργήσας ὡς συνήθει ὄντι τῷ ἀνθρώπῳ παρὰ τὰ λοιπὰ θηρία δι' αὐτοῦ ἠπάτησε τοὺς προπάτορας, ὁ μετὰ τοῦτο καὶ ἐν ἀψύχοις εἰδώλοις λαλήσας τοῖς ὑπ' αὐτοῦ δελεασθεῖσι πολυτρόπως εἰδωλολάτραις. τὸ δὲ εἶναι τὸν ὄφιν τετράπουν τὸ πρὶν καὶ μετὰ τὴν πονηρὰν εἰσήγησιν ἑρπυστικόν, καὶ ἰὸν αὐτῷ ἐπὶ τὴν γλῶσσαν ἐντεθῆναι, οὐκ ἀπιστοῦμεν. φρόνιμος δὲ ὁ ὄφις ἐκλήθη, ὅτι τὸ λογικὸν ζῷον τὸν ἄνθρωπον, καὶ τῶν ἄλλων ἀγχινοίᾳ διαφέρον, ἐξαπατᾶν ἔμελλεν. ἄλλοι δέ φασιν ὅτι οὐ τῷ κατὰ προφορὰν λόγῳ ὁ ὄφις ἐχρήσατο· ἀλλ' οἱ πρωτόπλαστοι, ἅτε κακίας ὄντες ἀμι γεῖς, ἀκριβεστάτας εἶχον τὰς αἰσθήσεις καὶ πολὺ τῶν ἡμετέρων διαλλαττούσας, ὥστε τὴν ἀκοὴν αὐτῶν πάσης ὑπάρχειν φωνῆς ἀκουστικήν. ἐπειδὴ γὰρ βασιλεὺς ὥσπερ προήχθη ἐν τῷ κόσμῳ ὁ ἄνθρωπος, εἰκότως κατ' εἰκόνα θεοῦ γεγέννηται· ἔδει γὰρ τὸν μέλλοντα ἄρχειν τῶν ἄλλων ὥσπερ τινὰ εἰκόνα εἶναι ἔμψυχον τῆς τοῦ παμβασιλέως ὁμοιότητος, οὐκ ἐν πορφυρίδι καὶ σκήπτρῳ καὶ διαδήματι τὴν ἀξίαν ἐμφαίνοντα, ἐπεὶ μηδὲ τὸ ἀρχέτυπον ἐν τού τοις ἐστίν, ἀλλ' ἐν τῷ κεκοσμῆσθαι τῇ ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ καὶ ἀρετῇ· τούτοις γὰρ τιμηθεὶς ὁ ἄνθρωπος τὴν πρὸς τὸ πρωτό 1.11 τυπον εἰκόνα καὶ ὁμοιότητα διασώζει. ἔτι δὲ καὶ ἡ αὐτεξουσιότης τὸ βασιλικὸν καὶ ἐπῃρμένον τῆς φύσεως τοῦ ἀνθρώπου καὶ πρὸς τὴν θείαν εἰκόνα ἐμφερὲς προφανέστατα δείκνυσι. κατὰ τοῦτον τὸν λόγον καὶ χειρῶν θεοῦ ἔργον ὁ ἄνθρωπος διὰ τὴν τιμὴν τῆς κατασκευῆς· καὶ γὰρ βουλῆς ἐνέργεια τὸ πᾶν. τὸ "ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν" διὰ τὸ μέλλον τῆς παιδογονίας λέγει· συνεργεῖ γὰρ τὸ θῆλυ τῷ ἀνδρὶ πρὸς τὴν τοῦ γένους αὔξησίν τε καὶ διαμονήν. πλασθείσης δὲ τῆς γυναικός, ὡς ἑώρα αὐτὴν ὁ Ἀδάμ, οὐχ ὡς γυναῖκα θεώμενος ἔπασχεν, ἀλλ' ὡς ἑαυτὸν ὁρῶν πνευ ματικῶς ηὐφραίνετο, τὴν ὁμοίαν βλέπων καὶ ταύτην ἔχουσαν κα τασκευήν. ὡσαύτως καὶ ἡ γυνὴ ὁρῶσα τὸν ἄνδρα μεγάλως ἠγάλ λετο, κατ' αὐτὸν οὖσαν ἑαυτὴν ἐννοοῦσα. τὸ δὲ "θανάτῳ ἀπο θανεῖσθε" θνητοὶ ἔσεσθε σημαίνει, ὡς καὶ ὁ Σύμμαχος ἡρμή νευσεν. ἐργάζεσθαι καὶ φυλάσσειν σημαίνει, ἐργάζεσθαι μὲν τὴν εὐχαριστίαν καὶ τὴν αἴνεσιν τῷ τοσούτων καὶ τηλικούτων ἀγαθῶν παροχεῖ, φυλάσσειν δὲ καὶ τηρεῖν, μή πως ἀπονοηθεὶς καὶ λήθην τοῦ εὐεργέτου λαβὼν τῆς ἐν χερσὶν ἀποπέσῃ μακαριότητος καὶ εὐ ζωΐας. Ἀδὰμ δὲ ἑρμηνεύεται γήϊνος, Εὔα δὲ ζωή· καὶ γὰρ αὐτοὶ τῆς γηΐνης καὶ σαρκικῆς ζωῆς ἀρχηγοὶ καὶ πατέρες τῷ ὄντι χρημα τίζουσιν, ὥσπερ τῆς οὐρανίας καὶ πνευματικῆς Ἰησοῦς ὁ Χριστὸς ὁ νέος Ἀδάμ, καὶ ἡ ἀπειράνδρως αὐτὸν τεκοῦσα, ἀπαρχὴ καὶ αἰτία τοῖς πᾶσι τοῦ θεοῦ τέκνοις εἰσίν.
1.12 Ὅτι τινὲς ἐκ παραδόσεως ἑκατὸν ἔτη τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ φασὶ πεποιηκέναι. ἄλλοι δὲ τρίτην μὲν ὥραν πεπλάσθαι, ἕκτην δὲ παραβῆναι, ἐννάτην δὲ ἐκβεβλῆσθαι, τὸ ἐν ἕκτῃ μὲν ὥρᾳ ἐσταυρῶσθαι τὸν Ἰησοῦν, ἐννάτῃ δὲ τοῦτον ὑπὲρ ἡμῶν ἀποθανεῖν τεκμήριον τιθέμενοι. ἴσως δέ, ὅτι καὶ τὸ δειλινὸν ἦλθεν ὁ κύριος πρὸς αὐτούς, εἰς ταύτην ὑπενεχθῆναι τὴν ὑπόνοιαν. στενὸν δὲ κομιδῇ τὸ τρίωρον τῆς ἐν παραδείσῳ διατριβῆς τοῦ προπάτορος διάστημα, καὶ λίαν ἀπίθανον ὡς τῆς μεγαλοπρεπείας τοῦ τὰ πάντα δυσθεωρήτοις σοφίας κρίμασιν οἰκονομοῦντος ἀνάξιον. πότε γὰρ ἐν τρισὶν ὥραις χερσαίοις τε καὶ πτηνοῖς πᾶσιν ὀνόματα καλεῖν εἶχε καιρόν; πότε δὲ τῶν ἄλλων ἐν τῷ παραδείσῳ καρπῶν μετασχών, καὶ τῆς αὐτῶν μεταλήψεως κόρον λαβών, εἰς ἐπιθυμίαν τῆς τοῦ ἀπηγορευμένου ξύλου γεύσεως ἐλήλυθεν; ἵνα μὴ λέγω τὴν ἐπή ρειαν τῆς βασκανίας καὶ τῆς τοῦ ὄφεως πρὸς τὴν γυναῖκα προσβο λῆς καὶ συμβουλίας· καὶ γὰρ αὐτὴ πλείονος ἐδεῖτο τῆς τοῦ χρόνου