4
τριβῆς. διὰ τοῦτο μὲν ἐν ἕκτῃ ἡμέρᾳ καὶ ἐν ἕκτῃ ὥρᾳ τετολμῆ σθαι τὴν παράβασιν, ἐννάτῃ δὲ ὥρᾳ τῆς αὐτῆς ἡμέρας τοῦ παραδείσου καὶ τῆς ἐν αὐτῷ ζωῆς τοὺς ἀθετήσαντας ἐκπεσεῖν σφόδρα πιθανὸν καὶ πιστόν, δι' ἐτῶν δὲ ἑπτὰ τοῦτο γενέσθαι, ὡς τῶν πρεσβυτέρων τινὲς ἀπεφήναντο. ὁ δέ γε μέγας ἐν διδασκάλοις Ἰωάννης ὁ Χρυσόστομος, ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ματθαῖον ἁγίου εὐαγγελίου, τῇ ἕκτῃ ἡμέρᾳ τῆς πρώτης ἑβδομάδος, τουτέ 1.13 στι τῇ αὐτῇ ἡμέρᾳ τῆς πλάσεως αὐτοῦ, λέγει τὸν Ἀδὰμ ἐκβλη θῆναι τοῦ παραδείσου καὶ τὴν Εὔαν· ᾧ καὶ ἡμεῖς πειθόμεθα. καὶ οὐ χρὴ ζητεῖν περαιτέρω τὰ τῇ θεοπνεύστῳ γραφῇ ὑπὸ τοῦ ἁγίου πνεύματος σεσιγημένα, ἵνα μὴ ἀντὶ κέρδους μικροῦ μεγάλην ἐπι σπασώμεθα ζημίαν.
Τὸ δὲ εἰρημένον ὅτι Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, οὐχ ὡς δι' ἀπειθείας ἐπὶ κακίαν προκόψαντος, ἀλλὰ διὰ τὸ εἰρηκέναι "κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν." ἀλλὰ μή τις ὑπολάβῃ ὅτι τὸ ξύλον τοιαύτης ἦν φύσεως ὡς γνῶσιν παρέχειν καλοῦ καὶ κακοῦ. οὐ γὰρ ἦν τι βλαβερὸν ἐν παραδείσῳ, ὅρος δὲ ἐτέθη ἐπὶ τῷ φυτῷ πρὸς γυμνασίαν τῆς ἐλευθεριότητος. καὶ ὅτι οὐ τὸ ξύλον αἴτιον γνώσεως τῷ Ἀδὰμ γέγονε, δῆλον· ἡ γὰρ ἐντολὴ ὡς πρὸς εἰδότα ἄμφω ἐδόθη, τό τε καλὸν καὶ πονηρόν, τήν τε ὑπακοὴν καὶ τὴν παρακοήν, ὥστε ἡ γνῶσις προύλαβε τὴν ἐντολήν. δέδοται δὲ αὕτη διὰ τό, ὡς εἴρηται, αὐτεξουσίῳ βουλήματι κινούμενον τὸν ἄνθρωπον, ἐπ' ἀδείας τε ἔχοντα ἀπὸ πάντων μεταλαμβάνειν τῶν ἄλλων δένδρων, ἑνὸς δὲ μόνου νόμῳ προσταττόμενον ἀπέχεσθαι, καὶ γινώσκειν ὡς ὑπὸ δεσπότην ἐστὶ τὸν καὶ τὴν ἐντολὴν δεδωκότα. τὸ δὲ "διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί" οὐχ ὡς τότε βλεψάν των τῶν πρωτοπλάστων εἴρηται (δείκνυνται γὰρ καὶ πρὸ τῆς βρώσεως ὁρῶντες ἐκ τοῦ λέγεσθαι "καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστόν ἐστι τοῖς ὀφθαλμοῖς ἰδεῖν")· ἀλλ' ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ παραβάσεως, ὃ καὶ τὴν 1.14 γύμνωσιν ἀδιάφορον παρέσχεν, ἐρρήθη ὅτι διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί. πέφυκε γὰρ ὁ ὀφθαλμὸς ἅπας ὑπὸ τοῦ λογισμοῦ διεγείρεσθαι πρὸς ἃ βλέπει· σύνεσιν γὰρ καθ' ἑαυτὸν αὐτὸς οὐκ ἔχει. ὥστε πολλάκις πρὸς ἕτερα τῆς διανοίας ἀσχολουμένης τυφλοῦ δίκην παρερχόμεθα ἐνίοτε καὶ τὸν πάνυ γνώριμον, καὶ ἐπειδὰν ἐγκληθῶμεν, τῇ ἀσχολίᾳ τοῦ λογισμοῦ τὸ αἴτιον ἀνατιθέντες ἀπο λογούμεθα. οὕτως οὖν ὁ Ἀδὰμ καὶ ἡ Εὔα τῇ αἰσθήσει τοῦ νοῦ πρὸς τὴν ὄψιν διηγέρθησαν. τὸ γὰρ "ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν" ἀποκάλυψιν σημαίνει τὴν ἐγγενομένην τῷ λογισμῷ, οὐκ ἀνάβλε ψιν ὀφθαλμῶν. λεχθήσεται δὲ κἀκεῖνο, ὅτι πρὸ τῆς ἀπειθείας, ἐπειδὴ καιρὸν οὐκ εἶχε τὰ τῆς παιδοποιίας, οὐκ ἐδέδοτο παρὰ θεοῦ ἡ παρατήρησις τῆς γυμνώσεως, ἀλλὰ διετέλουν ὡς ἄσαρκοι, σαρκικῆς διαθέσεως οὔπω καιρὸν ἔχοντες. ἐπειδὴ δὲ ἡ ἀπείθεια ἐπισυμβᾶσα τὸ θνητὸν ἐπηγάγετο, εἰκότως λοιπὸν ἐνεδόθη τούτοις ἡ πρὸς ἀλλήλους αἰδώς· καὶ νενοήκασιν ὕστερον τῶν σχημάτων τὴν διαφοράν, προθεωρηθεῖσαν τῷ πλάσματι πρὸς τὸ ἀναγκαῖον τῆς τοῦ γένους διαδοχῆς. ἐκ φύλλων δὲ συκῆς ἐποίησαν ἑαυτοῖς περιζώματα, αἰνιττομένων διὰ τοῦ ξύλου τὸν τρόπον τῆς κακο πραγίας· ὡς γὰρ ἡδὺς ὁ καρπὸς τῆς συκῆς, τραχὺ δὲ καὶ πικρό τατον τὸ φύλλον, οὕτω πᾶσα ἁμαρτία ἐν μὲν τῇ πράξει δείκνυται ἡδεῖα, μετὰ δὲ ταῦτα ὀδύνην παρέχει τῷ πεπραχότι. περὶ δὲ τῶν δερματίνων χιτώνων φησὶν ὁ θεολόγος Γρηγόριος ὅτι θνητὸν αὐ τὸν ἀπεφήνατο ὁ θεὸς νεκρότητι περιβάλλων. τοῦτο γὰρ οἱ δερ 1.15 μάτινοι χιτῶνες σημαίνει ἀπὸ τοῦ λόγου τῆς τῶν ζῴων νεκρότητος, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς ὄψεως ἡ ἁμαρτία πᾶσα αὐτόπρεμνος διαφθαρῇ. διὰ γὰρ τοῦτο καὶ τοῦ παραδείσου ἐκ βάλλεται, ἵνα μὴ τῇ αὐτεξουσιότητι κεχρημένος λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ γένηται τὸ κακὸν ἀθάνατον. Ὅτι ὁ Σατανᾶς κατὰ τὴν τῶν Ἑβραίων φωνὴν ἀποστάτης λέγεται καὶ ἀντικείμενος, διάβολος δὲ ὡς τὸν θεὸν πρὸς τοὺς ἀν θρώπους συκοφαντήσας εἴρηται. Ὅτι ὁ Κάϊν ἐν ἀνθρώποις πρῶτος φονεὺς ἐγένετο, δεύτερος