6
ἑβδόμῃ ἀγγέλων εἴσοδος πρὸς θεὸν καὶ ἔξοδος ἀγγέλων, ὀγδόῃ αἴνεσις καὶ θυσίαι ἀγγέλων, ἐν νάτῃ δέησις καὶ λατρεία ἀνθρώπου, δεκάτῃ ἐπισκοπαὶ ὑδάτων καὶ δεήσεις οὐρανίων καὶ ἐπιγείων, ἑνδεκάτῃ ἀνθομολόγησις καὶ ἀγαλλίασις πάντων, δωδεκάτῃ ἔντευξις ἀνθρώπων εἰς εὐδοκίας. τῷ δὲ ἐννακοσιοστῷ τριακοστῷ ἔτει Ἀδὰμ ἐκοιμήθη κατ' αὐτὴν τῆς παραβάσεως ἡμέραν, καὶ εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη ἀπῆλθε, κατα λείψας ἄρρενας υἱοὺς λγʹ καὶ θυγατέρας κζʹ. οὗτος ἡγεμόνευσε τοῦ γένους τῶν ἀνθρώπων δι' ὅλης αὐτοῦ τῆς ζωῆς. ἡ δὲ ταφὴ αὐτοῦ κατὰ τὴν τῶν Ἱεροσολύμων γέγονε γῆν, ὡς Ἰώσηπος ἱστορεῖ. τῷ αὐτῷ χρόνῳ καὶ Κάϊν ἀπέθανε, πεσόντος ἐπ' αὐτὸν τοῦ οἰκήματος, μετ' ἐνιαυτὸν ἕνα τῆς τοῦ Ἀδὰμ τελευτῆς. Σὴθ μετὰ Ἀδὰμ ἡγεμόνευσε τῶν ἀνθρώπων. οἱ δὲ ἐκ γέ νους αὐτοῦ Ἐγρήγορες διακοσιοστῷ χιλιοστῷ τῆς κοσμογενείας ἔτει, τεσσαρακοστοῦ δὲ ὄντος τοῦ Ἰάρεδ, αὐτοῦ δὲ τοῦ Σὴθ ἑπτα κοσιοστοῦ ἑβδομηκοστοῦ, πλανηθέντες κατέβησαν, καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ τῶν θυγατέρων τῶν υἱῶν τῶν ἀνθρώπων ἤγουν τοῦ Κάϊν, καὶ ἐγέννησαν τοὺς γίγαντας τοὺς ὀνομαστούς. οἱ δὲ γίγαντες οὗτοι διὰ μὲν τὸν δίκαιον Σὴθ ἐγένοντο ἰσχυροὶ καὶ μέγιστοι καὶ τὸ μέγεθος τοῦ σώματος ὑπερμήκεις, τερατώδεις τε 1.19 καὶ ἀπευκτοί (ὅθεν καὶ τὴν προσωνυμίαν ἐσχήκασι), διὰ δὲ τὸν βέβηλον Κάϊν ἄλκιμοι καὶ κραταιότατοι καὶ στερροὶ καὶ τὴν ἀλκήν, τὸν δὲ τρόπον φονικώτατοι καὶ ἀσεβέστατοι καὶ ἀσελγέστατοι· οὓς καὶ δρακοντόποδάς τινες προσηγόρευσαν, ἢ ὡς τεθηριωμένους ταῖς γνώμαις καὶ μηδὲν ἀγαθὸν λογιζομένους, ἢ ὥς τινες ἱστο ροῦσιν, ὅτι πόλεμον ἔχοντες μετά τινων οἰκούντων ἐν ὑψηλοῖς, εἶτα χερσὶ καὶ ποσὶ καὶ κοιλίαις ὡς δράκοντες ἀνέρποντες κατ' αὐτῶν, ὑφ' ὧν καὶ πολλοὶ πολλάκις ἄνωθεν ἀνῃροῦντο βαλλόμενοι, δρακοντόποδες ἐκέκληντο. τούτων οὐκ ὀλίγους μὲν σφαίραις πυρὸς ἤτοι κεραυνοῖς οὐρανόθεν ὁ ὕψιστος ἐξανάλωσε βαλών· ἀνεπαισθήτους δὲ τοὺς περιλοίπους καὶ ἀδιορθώτους ἐπιμένοντας κατακλυσμῷ μετὰ ταῦτα τοὺς πάντας ἐξανάλωσεν ὁ θεός. οὗτοι ὤμοσαν ἐν τῷ ὄρει τῷ Ἑρμονιεὶμ ἐκλέξασθαι γυναῖκας ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων ἤγουν τῆς τοῦ Κάϊν γενεᾶς, καὶ ἐκάλεσαν τὸ ὄρος Ἑρμών, καθότι ὤμοσαν καὶ ἀνεθεμάτισαν ἀλλήλους ἐν αὐτῷ. οὗτοι διδάσκουσι τὰς γυναῖκας αὐτῶν φαρμακείας καὶ ἐπαοιδίας. καὶ πρῶτος Ἀζαὴλ ὁ δέκατος ἄρχων αὐτῶν (καὶ γὰρ οἱ ἄρχοντες τῶν κατελθόντων διακόσιοι ἦσαν) ἐδίδαξεν αὐτοὺς ποιεῖν μαχαίρας καὶ θώρακας καὶ πᾶν σκεῦος πολεμικόν, καὶ τὰ ἐκ τῶν μετάλλων τῆς γῆς, οἷον χρυσίον ἀργύριον καὶ τὰ λοιπά. καὶ ἕκαστος ὁμοίως, ὁ μὲν καλλωπισμὸν σώματος, ὁ δὲ ἐκλεκτοὺς λίθους καὶ τὰ βαφικά, ὁ δὲ ῥίζας βοτανῶν, ὁ δὲ σοφίαν καὶ ἐπαοιδῶν λυτήρια, ὁ δὲ ἀστρονομίαν καὶ ἀστροσκοπίαν, ἄλλος 1.20 ἀστρολογίαν, ὁ δὲ ἀεροσκοπίαν, ὁ δὲ σημεῖα γῆς, ἄλλος ἡλίου καὶ σελήνης. ὥστε οὐδὲ Βαβυλωνίων ἦν οὐδὲ Χαλδαίων βασιλεία, ὡς τῷ Βηροσσῷ καὶ τοῖς ἑπομένοις δοκεῖ πρὸς ἀνατροπὴν τῶν θείων γραφῶν, οὔτε Αἰγυπτίων δυναστεία, ὡς τῷ Μανέθῳ ψευδομένῳ καὶ μεγαλύνοντι τὸ τῶν Αἰγυπτίων ἔθνος· ἡ γὰρ ἀρχὴ τῆς τῶν Βαβυλωνίων βασιλείας ἤτοι Χαλδαίων ἀπὸ Νεβρὼθ τοῦ μετὰ τὸν κατακλυσμὸν εἰς ἔτη ἑξακόσια τριάκοντα ἀκμάσαντος γέ γονεν. οἵτινες δὲ ἄλλως περὶ τούτων μυθικώτερον γεγράφασιν, ἀπὸ τῶν θεοπνεύστων ἡμῶν γραφῶν κλέψαντες γεγράφασιν ἰδιο ποιησάμενοι· δι' ὧν οἱ ἁπλούστεροι καὶ τοῖς λοιποῖς τούτων ληρή μασι προσέχοντες εὐχερῶς βλάπτονται. Ὅτι τῷ αυπηʹ ἔτει τοῦ κόσμου Ἐνὼχ μετετέθη ἐν τῷ παρα δείσῳ, τριακοσίων ἑξήκοντα πέντε χρόνων γενόμενος. εὐηρέστησε τῷ θεῷ· καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός. Ὅτι κατὰ τοὺς λεγομένους γεωμέτρας, ἐστὶ τὸ ἥμισυ τῆς κατοικουμένης τῆς εἰς τὸ μῆκος μίλια χιλιάδες δώδεκα, εἰς δὲ τὸ πλάτος μίλια χιλιάδες δέκα ἕξ. Ὅτι τὰ ὄρη Ἀραρὰτ ἴσμεν ἐν Παρθίᾳ τῆς Ἀρμενίας εἶναι· τινὲς δέ φασιν, ἐν Κελαιναῖς τῆς Φρυγίας.