7
Ὅτι ἐπὶ ἑκατὸν χρόνοις ἐσκευάζετο ἡ κιβωτός, ἐπληρώθη δὲ τῷ φςθʹ ἔτει τῆς ζωῆς τοῦ Νῶε, μηνὶ τινὶ Μαΐῳ κςʹ, ἡμέρᾳ πρώτῃ· ὁ πῆχυς δὲ τῆς κιβωτοῦ ὀργυιὰ μεγίστη ἐστὶ κατ' Αἰγυ 1.21 πτίους. μʹ δὲ ἡμέρας κατήρχετο ὁ ὑετὸς καὶ μʹ νύκτας. Ἀπριλ λίῳ δὲ μηνί, ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος, ἐξῆλθε Νῶε ἐκ τῆς κιβωτοῦ. τινὲς δέ, καθ' ἣν ἡμέραν ἐκλείσθη πρῶτον ἡ κιβωτός, κατ' αὐτὴν τῷ ἐπιόντι καιρῷ ἀνοιγῆναί φασιν, ἐν τῷ δισχιλιοστῷ διακοσιοστῷ τεσσαρακοστῷ τρίτῳ ἔτει τῆς τοῦ κόσμου γενέσεως. καὶ θυσίας προσάγων τῷ θεῷ ἱκετεύει μηκέτι ποιεῖν κατακλυσμόν. ἀποδεξάμενος οὖν ὁ θεὸς τὴν τοῦ ἀνδρὸς ἀρετὴν ὑπέσχετο τοῦτο, σημεῖον ἐπιθεὶς τὸ τόξον τῆς ἴριδος.
Ὅτι ὁ Νῶε Ξίσουθρος παρὰ Χαλδαίοις ἐλέγετο. Ὅτι πρὸ τοῦ κατακλυσμοῦ οὔτε ἔθνος ἦν οὔτε βασιλεία· ἐτῶν δὲ περίοδος
ἦν. περιέχεται δὲ ἐν τῷ βιβλίῳ τῶν ἀποκρύφων Ἐνὼχ ὅτι Οὐριὴλ ὁ ἄγγελος ἐμήνυσε τῷ Ἐνώχ, τί ἐστι μὴν καὶ τροπὴ καὶ ἐνιαυτός, καὶ τὸν ἐνιαυτὸν ἔχειν νβʹ ἑβδομάδας.
Ὅτι ἡ Αἴγυπτος ὑπὸ τοῦ Μεστρὲμ τοῦ δευτέρου υἱοῦ Χὰμ κατὰ τὴν γραφήν, θείου δὲ τοῦ Νεβρώδ, υἱοῦ Χοῦς, υἱοῦ Χὰμ τοῦ πρώτου, οἰκισθεῖσα καὶ βασιλευθεῖσα ἕως τοῦδε παρ' Ἑβραίοις καὶ Σύροις καὶ Ἄραψι Μεστραία καλεῖται.
Ὅτι τῷ δισχιλιοστῷ διακοσιοστῷ πεντηκοστῷ πρώτῳ ἔτει Νῶε ἐφύτευσεν ἀμπελῶνα ἐν ὄρει Λουβὰν τῆς Ἀρμενίας, θύσας τε τῷ θεῷ καὶ πιὼν οἶνον ἐγυμνώθη.
Ὅτι ἡγεμονεύοντος Νεβρὼδ ἐκτίσθη ἡ Βαβυλὼν καὶ ὁ πύρ γος ἐπὶ χρόνοις τεσσαράκοντα τρισίν. ἦν δὲ Νεβρὼδ υἱὸς μὲν τοῦ Χάμ, ἔκγονος δὲ Ἐνώχ. ἐκαλεῖτο δὲ ὁ Νεβρὼδ καὶ Εὐήχιος. 1.22 ἦσαν δὲ τὰ πάντα τῶν οἰκοδομούντων ἔθνη ἑβδομήκοντα, φωνὴ δὲ αὐτοῖς πᾶσιν ὑπῆρχε μία. Νεβρὼδ δὲ αὐτοῖς ὁ γίγας, ὁ τοῦ Αἰθίοπος Χοῦς υἱός, εἰς βρῶσιν ἀγρεύων ἐχορήγει ζῷα. ὁ δὲ τοῦ Σάλα υἱὸς Ἕβερ ἐγκεχείριστο τὴν οἰκοδομὴν ἔτει γʹ. εἶτα τῶν γλωσσῶν συγχυθέντων ὑπὸ τοῦ θεοῦ καὶ πάντων διασκορπισθέν των, αὐτὸς ὁ Νεβρὼδ ἐκεῖ κατῴκει μὴ ἀφιστάμενος τοῦ πύργου, μερικοῦ τινὸς πλήθους βασιλεύων· ἐφ' ὃν ὁ πύργος ἀνέμῳ βιαίῳ, ὡς ἱστοροῦσί τινες καὶ αὐτὸς Ἰώσηπος, καταπεσὼν συνετρίβη, καὶ θείᾳ κρίσει τοῦτον ἐπάταξεν. αὕτη πρώτη βασιλεία ἐπὶ τῆς γῆς, ἀφ' οὗ ἐπλάσθη ὁ Ἀδάμ, γέγονεν· οἱ δὲ λέγοντες καὶ ἄλλα γεγο νέναι ψεύδονται. ἐκ τούτου γεννᾶται Ἀσσούρ, ὃς οἰκοδομεῖ τὴν Νινευὶ καὶ τὴν Ῥοβὼθ καὶ τὴν Χαλὰχ τὰς πόλεις. καὶ φανερόν ἐστιν ὅτι μετὰ χλʹ ἔτη τοῦ κατακλυσμοῦ γέγονεν ἡ ἀρχὴ τῆς βασι λείας Χαλδαίων ἤτοι Βαβυλωνίων διὰ Νεβρώδ. φασὶ δὲ ὅτι μόνος ὁ Ἕβερ ὁ τοῦ Φάλεκ πατὴρ οὐ συνέθετο τῇ πράξει τῆς πυργο ποιίας· διὸ καὶ τῆς τῶν ἄλλων φωνῆς συγχεθείσης ἡ τοῦ Ἕβερ οὐκ ἀπώλετο. αὕτη δὲ ἐστὶν ᾗ καὶ Ἀδὰμ ἐλάλει· καὶ ταύτην οἱ τοῦτον διαδεξάμενοι ἀπόγονοι πατρωνυμικῶς ἑαυτοὺς Ἑβραίους προσηγόρευσαν καὶ Ἑβραΐδα τὴν φωνὴν ἐκάλεσαν. τεκμήριον δὲ ταύτην εἶναι τὴν πρὸ τῆς συγχύσεως φωνὴν τὰ τῶν παλαιῶν ὀνό ματα· ἐφ' ὧν γὰρ κατ' οὐδεμίαν γλῶσσαν ἔστι τὸ σημαινόμενον ἐπιλύσασθαι, κατ' αὐτὴν τὸ ζητούμενον ἑρμηνεύεται· οἷον Ἀδὰμ καθ' ἑτέραν μὲν οὐδεμίαν φωνὴν τὸ δηλούμενον εὑρίσκεται, κατὰ 1.23 δὲ ταύτην ἄνθρωπος ἑρμηνεύεται· καὶ ἡ τοῦ Νῶε προσηγορία δι καιοσύνην σημαίνει, καὶ Χοὺς Αἰθίοψ, καὶ Μεστρὲμ Αἴγυπτος, καὶ Φαλὲκ μερισμός, καὶ Βαβυλὼν σύγχυσις.
Ὅτι μετὰ τὸν κατακλυσμὸν ἕως τῆς διασπορᾶς μόνοι οἱ τρεῖς ἡγήσαντο τῶν πολλῶν εὐσεβῶς, Νῶε Σὴμ καὶ Ἀρφαξὰδ ὁ υἱὸς τοῦ Σήμ, ἔτη φλδʹ. τοῦ δὲ κόσμου ἔτος ἦν βψο ϛʹ· τῷ γὰρ #22βφ ϟβʹ ἔτει καὶ Νῶε ὁ δίκαιος ἐκοιμήθη, ὢν ἐτῶν ἐννακοσίων πεντήκοντα. τῶν δὲ φλδʹ χρόνων ὁ ἀριθμὸς οὗτος· Νῶε τὰ μετὰ τὸν κατα κλυσμὸν ἔτη τνʹ, Σὴμ ἔτη ρνʹ, καὶ Ἀρφαξὰδ ἔτη λγʹ. ὁμοῦ ἔτη φλγʹ, τῆς ἀρχῆς τῶν ἄλλων ἐν τῷ τετάρτῳ χρόνῳ λαμβανομένης. συγγραφεῖς δὲ τῶν Αἰγυπτίων καὶ Χαλδαίων οὗτοι, Μάνεθος ὁ τὴν τῶν Αἰγυπτίων ποιησάμενος συγγραφήν, Βηροσσὸς