8
ὁ τὰ Χαλ δαϊκὰ συναγαγών, Μῶχός τε καὶ Ἑστιαῖος, καὶ πρὸς τούτοις Αἰγύπτιος Ἱερώνυμος. οἱ δὲ τὰ Φοινικὰ συγγραψάμενοι Ἡσίοδόςτε καὶ Ἑκαταῖος, Ἑλλάνικος καὶ ὁ Ἀκουσίλαος, Ἔφορός τε και Νικόλαος.
Τῷ #22βφοβʹ ἔτει τοῦ κόσμου, ἐνακοσιοστῷ τριακοστῷ ἔτει τοῦ Νῶε, κατὰ θεῖον δηλονότι χρησμὸν ἐμέρισε Νῶε τοῖς τρισὶν υἱοῖς αὐτοῦ τὴν γῆν οὕτω. Σὴμ τῷ πρωτοτόκῳ αὐτοῦ υἱῷ, ἄγοντι ἔτος τετρακοσιοστὸν τριακοστὸν πρῶτον, ἔδωκεν ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς μῆκος, πλάτος δὲ ἀπὸ Ἰνδικῆς ἕως Ῥινκουρούρων τῆς Αἰγύπτου, ἤτοι τὰ ἀπὸ ἀνατολῆς ἕως μέρους τῆς μεσημβρίας, τήν τε Συρίαν, ἣ καὶ Ἰουδαῖα λέγεται (καὶ γὰρ καὶ οἱ παλαιοὶ Σύρους τοὺς Παλαιστηνοὺς ὠνόμαζον), καὶ Μηδίαν, 1.24 καὶ ποταμὸν δισρίζοντα αὐτοῦ τὰ ὁρία τὸν Εὐφράτην. Χὰμ δὲ τῷ δευτέρῳ αὐτοῦ υἱῷ, ἄγοντι ἔτος υζʹ, ἔδωκε τὴν πρὸς νότον καὶ λίβαν καὶ μέρος τῆς δύσεως ἀπὸ Ῥινοκουρούρων τῆς Αἰγύπτου, Αἰθιοπίαν καὶ Αἴγυπτον καὶ Λιβύην, Ἀφρικὴν καὶ Μαυριτανίαν, ἕως Ἡρακλείων στηλῶν ἤτοι ἕως τοῦ δυτικοῦ καὶ Λιβυκοῦ ὠκεανοῦ, ποταμὸν δὲ διορίζοντα τὸν Νεῖλον, ὃς καὶ Γεῶν καὶ Χρυ σορρόας λέγεται. Ἰάφεθ δὲ τῷ τρίτῳ αὐτοῦ υἱῷ, ἄγοντι ἔτος υκεʹ, ἀπὸ Μηδίας τὰ πρὸς ἄρκτον καὶ δυσμὰς ἕως Γαδείρων καὶ Βρεττανικῶν νήσων, Ἀρμενίαν Ἰβηρίαν Πόντον Κόλχους καὶ τὰςκατ' Ἰόπην χώρας καὶ νήσους ἕως Ἰταλίας καὶ Γαλλιῶν Ἱσπανίαςτε καὶ Κελτιβηρίας καὶ Λυσιτανῶν. οὕτω μερίσας καὶ ἐγγράφως διαθέμενος, ὥς φασιν, ἐπαναγνούς τε αὐτοῖς τὴν διαθήκην αὐ τοῦ ἐσφραγίσατο, παρ' ἑαυτῷ κατασχὼν ἕως τοῦ #22βφ ϟβʹ ἔτους ἀπὸ Ἀδάμ, ἐν ᾧ καὶ ἐκοιμήθη. μέλλων δὲ τελευτᾶν ἐνετείλατο τοῖς τρισὶν υἱοῖς αὐτοῦ μηδένα ἐπελθεῖν τοῖς τοῦ ἀδελφοῦ ὁρίοις καὶ ἀτάκτως ἐνεχθῆναι πρὸς τὸν ἕτερον, ὡς τούτου γενησομένου αἰτίου στάσεως αὐτοῖς καὶ πολέμων τῶν πρὸς ἀλλήλους. τὴν δὲ διαθήκην αὐτοῦ δέδωκε τῷ Σὴμ ὡς πρωτοτόκῳ υἱῷ καὶ θεοφιλε στέρῳ, ὃς καὶ τὴν ἡγεμονίαν διεδέξατο μετ' αὐτὸν καὶ τὰς ἐξαι ρέτους τῶν παρ' αὐτοῦ εὐλογιῶν ἐκληρώσατο, ὡς καὶ ἐν τῇ Γενέ σει φέρεται. καὶ ἐκοιμήθη ἐν ὄρει Λούβαρ.
Ἐν δὲ τῷ #22βψ ϟαʹ ἔτει τοῦ κόσμου, ἤτοι μετὰ διακόσια ἔτη τῆς τελευτῆς Νῶε, νεωτερίσας ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἐπέβη τοῖς 1.25 ὁρίοις τοῦ Σὴμ καὶ κατῴκησεν ἐκεῖ, παραβὰς τὴν ἐντολὴν Νῶε, σὺν τοῖς ἐξ αὐτοῦ γενομένοις ἔθνεσιν ἑπτά, Ἀμορραίοις Φερεζαίοις Εὐαίοις Γεργεσαίοις Ἰεβουζαίοις καὶ Χαναναίοις· οὓς διὰ Μωσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ ἐξωλόθρευσεν ὁ θεός, καὶ μετά τινας και ροὺς διὰ τῶν κριτῶν ἀπέδωκε τοῖς υἱοῖς Ἰσραὴλ τὴν πατρῴαν γῆν, δίκαιος καὶ ἐν τούτῳ φανεὶς ὁ θεός, ὡς ἐκ τοῦ Σὴμ καταγομένοις διὰ γενεῶν ληʹ. ἐτῶν χιλίων ἑξακοσίων ὀγδοήκοντα ἑπτά .... ἕως Μαστουσίας τῆς κατὰ Ἴλιον. αἱ χῶραι δὲ αὐτῶν Μηδία, Ἀλβανία, Ἀρμενία μικρὰ καὶ μεγάλη, Ἀμαζονίς, Παφλαγονία, Καππαδοκία, Γαλατία, Κολχίς, Βοσπορηνοί, Μαιῶτις, ∆έρρις, Σαρματία, Ταυριανοί, Βακτριανοί, Σκυθία, Θρᾴκῃ, Μακεδονία, Ἑλλάς, Θετταλία, Βοιωτίς, Λοκρία, Αἰτωλία, Ἀχαΐα, Πελοπόννησος, Ἀκαρνανία, Ἠπειρῶται, Ἰλλυρίς, Λυχνῖται, Ἀδρική, ἀφ' ἧς τὸ Ἀδριατικὸν πέλαγος ἐκλήθη, Καλαβρία, Ἰταλία, Γαλλία, Θουσκηνή, Λυσιτανία, Κελτική, Μασσαλία, Κελτο γαλλία, Ἰβηρία, Ἱσπανία ἡ μεγάλη καὶ μικρά. ἐνταῦθα καταλήγει τὰ ὅρια τοῦ Ἰάφεθ, ἕως Βρεττανικῶν νήσων τὰ πρὸς βορ ρᾶν βλέποντα. ἔχει δὲ νήσους Βρεττανίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χίον, Λέσβον, Κύθηραν, Ζάκυνθον, Κεφαληνίαν, Ἰθάκην, καὶ τὰς Κυκλάδας, καὶ μέρος τῆς Ἀσίας τὴν Ἰωνίαν καλουμένην, ποταμὸν δὲ Τίγριν, διορίζοντα μεταξὺ Μηδίας καὶ Βαβυ λωνίας. ἐν τούτοις οὖν πληροῦται τὰ τοῦ Ἰάφεθ ὅρια διὰ τὸ εἰρη 1.26 κέναι τὴν γραφὴν "πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ·" τὴν πᾶσαν γὰρ Εὐρώπην καὶ μέρος οὐ μικρὸν τῆς μεγάλης Ἀσίας ἀπηνέγκατο· διὸ καὶ εἴρηται "καὶ κατασκηνώσαι ἐν τοῖς σκηνώμασι τοῦ Σήμ." οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ ἀναγωγικὸν τρόπον, ὅτι πᾶσα ἡ μερὶς τοῦ