9
Ἰάφεθ σχεδὸν τῷ βαπτίσματι καὶ τῇ εἰς Χριστὸν πίστει προσ ετέθη, ἅτινά ἐστι σκηνώματα τοῦ Σήμ, ἐπεὶ καὶ ἐξ αὐτοῦ ὁ Ἀβραὰμ καὶ οἱ πατριάρχαι, ἐξ ὧν καὶ αἱ λοιπαὶ γενεαρχίαι ἕως Χριστοῦ ἡγουμένου σαφῶς γενεαλογοῦνται. τοῦ δὲ Χὰμ πλεῖστα μέχρι καὶ νῦν ἔθνη ἐστὶν ἐν ἀποστασίᾳ, κατά γε τὰς Ἰνδίας καὶ Αἰθιοπίας καὶ Μαυριτανίας· ἐν οἷς καὶ αἱ Ἀρραβίαι καὶ Ἰδουμαία κατὰ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ θρασύνονται, τῇ τοῦ Χὰμ καὶ τοῦ Χαναὰν κατάρᾳ καθυποβεβλημένοι· διὸ καὶ παῖδα οἰκέ την τὸν Χὰμ τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ ἡ γραφὴ ἀπεφήνατο, διὰ τοῦ Χαναὰν τοῦ υἱοῦ καὶ αὐτὸν σημαίνουσα.
Ὅτι δύο κατακλυσμοὶ κατὰ τὴν Ἑλλάδα γῆν διαβεβοημένοι γεγόνασι, πρῶτος μὲν ἐπὶ Ὠγύγου ἐν τῇ Ἀττικῇ, χρόνοις δὲ ὕστερον σμηʹ ἐν Θετταλίᾳ ἐπὶ ∆ευκαλίωνος βασιλεύοντος Ἀθήνησι, δευτέρου Κραναοῦ αὐτόχθονος. τούτου τοῦ κατακλυσμοῦ, τοῦ ἐπὶ ∆ευκαλίωνος δηλονότι, δοκοῦσι μεμνῆσθαι καὶ Αἰγύπτιοι, φάσκοντες τὴν χώραν αὐτῶν μὴ κατακεκλύσθαι. καὶ δικαίως φιλονεικοῦσι μὴ κατακεκλύσθαι τότε τὴν Αἴγυπτον· τοπικὸς γὰρ γέγονεν οὗτος ὁ κατακλυσμός. τὸν γὰρ πρότερον ἤτοι τὸν καθο λικὸν κατακλυσμὸν οὐδὲ γινώσκουσιν· οὔπω γὰρ ἦν ὁ πατριάρχης 1.27 αὐτῶν γεννηθείς. Χὰμ δὲ ὁ υἱὸς τοῦ Νῶε πατὴρ ἦν Μεστρέμ, ἀφ' οὗ Αἰγύπτιοι.
Ὅτι τὸν Νεβρὼδ ἀποθεώσαντες οἱ Ἀσσύριοι ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ ἔταξαν, καὶ καλοῦσιν Ὠρίωνα. οὗτος κατέδειξε τὴν κυνηγετικήν· διὸ καὶ τὸν καλούμενον κύνα ἄστρον τῷ Ὠρίωνι συνῆψαν. τοῦτον καλοῦσιν καὶ Κρόνον εἰς τὴν ἐπωνυμίαν τοῦ πλάνητος.
Ὅτι διαμερισθέντων τῶν ἐθνῶν ἀνεφάνη τις ἀνὴρ Ἰνδός, ἐκ τοῦ γένους Ἀρφαξάδ, τοὔνομα Ἀνδουβάριος, ὃς παρέδωκε τοῖς Ἰνδοῖς ἀστρονομίαν.
Ὅτι τῷ δισχιλιοστῷ πεντακοσιοστῷ ὀγδοηκοστῷ εʹ ἔτει διο δεύων Καϊνᾶν ἐν τῷ πεδίῳ εὗρε τὴν γραφὴν τῶν γιγάντων καὶ ἔκρυψε παρ' ἑαυτῷ, καὶ αὐτὸς μὲν ἐν αὐτοῖς ἐξημάρτανε, καὶ τοὺς ἄλλους τὴν αὐτὴν ἀτοπίαν ἐξεπαίδευσεν. οἱ δὲ τὸν Σάλα φασὶ ταύτην εὑρηκέναι.
Ὅτι ἐν τῷ ὄρει τοῦ Λιβάνου ἰχθύες θαλάσσης εὑρέθησαν, ἐν κοίλοις τόποις ὑδάτων, τὴν τοῦ κατακλυσμοῦ πιστούμενοι πανωλεθρίαν.
Ὅτι πρῶτος Λάμεχ πρὸ τοῦ ἰδίου πατρὸς τελευτᾷ, ἤγουν τοῦ Μαθουσάλα. Ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ, κατὰ τοὺς ἑβδο μήκοντα, ἔτη
#22βσμβʹ, οἷς καὶ ἡ ἀλήθεια ἐπιμαρτυρεῖ καὶ αἱ ἀνέ καθεν πάσαις ταῖς ἐκκλησίαις ἐπικρατήσασαι παραδόσεις, ἐπὶ δὲ 1.28 τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη γτιβʹ. καὶ μετὰ ἕτερα οεʹ ἔτη ἐξῆλ θεν ἐκ Χαρράν, παροικήσας εἰς γῆν Χαναὰν τὴν νῦν Παλαιστίνην λεγομένην.
Ὅτι ὁ Φάλεκ πρὸ τοῦ πατρὸς αὐτοῦ Ἕβερ τελευτᾷ, συνά γεται δὲ τὰ πάντα ἔτη ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὴν τοῦ Φάλεκ τελευτὴν ἔτη τρισχίλια. ἔνθεν ἀρχὴν τῶν Ἑλληνικῶν θεῶν λαμβάνουσι τὰ ὀνόματα. Ἐγεννήθη δὲ ἐκ τῆς φυλῆς τοῦ Σὴμ ἀνὴρ ὄνομα Χοῦς Αἰθίοψ, ὃς ἐγέννησε τὸν Νεβρὼδ τὸν τὴν Βαβυλῶνα κτίσαντα, τὸν καὶ Ὠρίωνα ἐπικληθέντα. οὗτος δυνατὸς γενόμενος ἐβασίλευσε πρῶτος ἐπὶ τῆς γῆς ἐν τοῖς Ἀσσυρίοις· ὃς καὶ ὠνομάσθη Κρόνος εἰς τὴν ἐπωνυμίαν τοῦ πλάνητος. οὗτος ἔσχε γυναῖκα ἐκ τῆς αὐ τῆς φυλῆς, καλουμένην Σεμίραμιν. αὕτη τοῖς ποταμοῖς περιέβαλε στόμια, καὶ τὰς καλουμένας πυραμίδας ἀνήγειρε. ταύτην καὶ Ῥέαν ὠνόμασαν ὡς ἐν δυνάμει καὶ ἐξουσίᾳ καὶ ὑπερβάλλοντι φόβῳ τῶν ἀνθρώπων ἄρχουσαν. αὕτη ἡ Σεμίραμις ἔσχεν υἱὸν οὗ τὸ ὄνομα Πῖκος, ὃς καὶ μετωνομάσθη Ζεύς· καὶ ἄλλους δὲ ἔσχεν υἱοὺς Βῆλόν τε καὶ Νῖνον, καὶ θυγατέρα τὴν Ἥραν. καὶ ὁ μὲν Νῖνος, ὃς καὶ τὴν Νινευὶ τὴν μεγάλην ἔκτισε, τὴν ἰδίαν μητέρα Σεμίραμιν ἔσχε γυναῖκα. ὡς δὲ Ἀφρικανός φησι, καὶ ἕτερον υἱὸν ἔσχεν ὁ Κρόνος τὸν Ἄφρον, ἐξ οὗ Ἄφροι· ὃς γήμας Ἀστυνόμην ἐποίησε θυγατέρα τὴν Ἀφροδίτην. ὁ δὲ Κρόνος