11
αὐτοῦ τελευτὴν καὶ ταφὴν τὴν ἐν τῇ Κρήτῃ, κατὰ πρόσταξιν αὐτοῦ, οἱ οἰκεῖοι αὐτοῦ ναὸν καὶ μνημεῖον οἰκοδομήσαντες κατέθαψαν, ᾧ καὶ οὕτως ἐπέγραψαν "ἐνθάδε κεῖται θανὼν Πῖκος ὁ καὶ Ζεύς." καὶ μετὰ ταῦτα ἡ τοῦ θεομισοῦς αὐτοῦ καὶ ὑπερηφανοῦ πνεύματος ὀσμὴ τὴν οἰκουμένην διατρέχουσα, βασιλέων τε καὶ ἀρχόντων καὶ λαῶν ἀσυνέτων καὶ ἐθνῶν καρδίας πληρώσασα, ἕως τῆς τοῦ λόγου θεοῦ σαρκώσεως καὶ ἐπὶ τὰ ἔθνη δι' ἀποστόλων ἁγίων καὶ μαρτύρων ἀναδείξεως πᾶσαν ψυχὴν ἀγνοίᾳ καὶ ἀσεβείᾳ κρατουμένην εἰς λατρείαν καὶ προσκύνησιν τοῦ ψευδωνύμου θεοῦ τούτου τοῦ ∆ιὸς προετρέπετο 1.32 καὶ τῶν ὁμοίων αὐτοῦ δαιμόνων καὶ συγγενῶν. εἶναι δὲ τὴν τού του μητέρα Σεμίραμιν καὶ αὐτὸν τὸν ∆ία καὶ τὴν γενεὰν αὐτοῦ κατὰ τοὺς χρόνους ἱστοροῦσι τοῦ Ἀβραάμ· ἔπρεπε γὰρ τοῦ δια βόλου εἰς λύμην πολλῶν τὴν κατὰ τὸν ἔχθιστον τοῦτον ∆ία γενεὰν ἐκλεξαμένου, τότε καὶ τὸν θεὸν τὸν ἀληθῆ εἰς πολλῶν σωτηρίαν τὸν δίκαιον καλέσαι Ἀβραάμ. οὗτος ὁ Ζεὺς πρὸς τοῖς ἄλλοις υἱοῖς ἔσχε καὶ Φαῦνον καὶ Περσέα καὶ Ἀπόλλωνα· ἀλλὰ τὸν μὲν Φαῦνον ἐπ' ὀνόματι τοῦ πλάνητος ἀστέρος ἐκάλεσεν Ἑρμῆν, ὃς καὶ μετὰ τὴν ∆ιὸς τελευτὴν ἐβασίλευσε τῆς Ἰταλίας ἔτη τριάκοντα πέντε, ἦν δὲ πανοῦργος ἀνὴρ καὶ μαθηματικὸς καὶ λογιώτατος. ἐπεὶ δὲ ὑπὸ τῶν ἄλλων ἀδελφῶν ἐπεβουλεύθη (αὐτὸς γὰρ Μαιά δος γυναικὸς ἦν υἱός, ἣν πρώτην ἔσχεν ὁ Ζεὺς ἐν Ἰταλίᾳ, Ἀλκμήνην δὲ τὴν Θηβαίαν μετ' αὐτήν, ἐξ ἧς τὸν τριέσπερον ἔσχεν Ἡρα κλέα), πολὺν χρυσὸν ἐγκολπωσάμενος εἰς Αἴγυπτον ἦλθε, καὶ τῇ τούτου ἐπιδόσει καὶ τῷ λόγῳ καὶ τῇ μαντείᾳ καὶ τοῖς χρησμῳδή μασιν ἀγαπηθεὶς καὶ ὑπ' αὐτῶν ἀποθεωθείς, Μέστρεμ τοῦ υἱοῦ Χὰμ τοῦ ἐκεῖ βασιλεύοντος ἀποθανόντος εὐθὺς ἀναγορεύεται, καὶ ἐν ὑπερηφανίᾳ καὶ τῶν μελλόντων προρρήσει ὡς θεὸς κλεϊζόμενος ἐπὶ λθʹ ἔτη Αἰγύπτου βασιλεύει. ὁ δὲ Ἀπόλλων πνεύματι Πύθω νος ἐκ νεότητος κάτοχος ὢν ἕως τελευτῆς αὐτοῦ, οὐδὲ μετὰ τελευ τὴν αὐτοῦ τῆς φληναφείας ἐπαύσατο ὁ πονηρός· ἔστι γὰρ τοῦτο εἶδος πνεύματος μαντικώτατον, πολλὰ μὲν ἀληθῆ, τὰ δὲ πλεῖστα 1.33 λέγον ἀμφίβολα καὶ ἀμφιρρεπῆ διὰ τὴν ἄγνοιαν. ὁ δὲ Ἡρακλῆς πρῶτος κατέδειξε φιλοσοφεῖν ἐν τοῖς ἑσπερίοις μέρεσι. τοῦτον ἀπεθέωσαν οἱ ἐκ τοῦ γένους αὐτοῦ μετὰ τὴν αὐτοῦ τελευτήν, καὶ ἐκάλεσαν ἐν τῷ οὐρανῷ ἀστέρα ἐπ' ὀνόματι αὐτοῦ. ὅντινα Ἡρα κλέα ἐγγράφουσιν ἀντὶ χιτῶνος δορὰν λέοντος ἠμφιεσμένον καὶ ῥόπαλον φέροντα καὶ τρία μῆλα κρατοῦντα, ἅπερ ἀφελέσθαι αὐ τὸν ἐμυθολόγησαν τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα, τουτέστι νικήσαντα τὸν πονηρὸν καὶ ποικίλον τῆς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου ἤτοι τῆς φιλοσοφίας, ἔχοντα περιβόλαιον γενναῖον φρόνημα ὡς δορὰν λέοντος, καὶ οὕτως ἀφελόμενον τὰ τρία μῆλα, ὅπερ ἐστὶ τὰς τρεῖς ἀρετάς, τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιληδονεῖν, τὸ μὴ φιλαργυρεῖν. διὰ γὰρ τοῦ ῥοπάλου, τῆς καρτερικῆς ψυχῆς, καὶ τῆς δορᾶς, τουτέστι τοῦ σώφρονος λογισμοῦ, ἐνίκησε τὸν γήϊνον τῆς φαύλης ἐπιθυμίας ἀγῶνα, φιλοσοφήσας ἄχρι θανάτου, καθὼς Ἡρόδοτος ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλλους Ἡρακλεῖς ἱστόρησε γενέσθαι ἑπτά. Ὁ γοῦν Ἑρμῆς γνοὺς τὴν κατ' αὐτοῦ συσκευὴν τῶν ἀδελ φῶν αὐτοῦ, ὡς εἴπομεν (περί που γὰρ τοὺς οʹ ὑπῆρχον ἀπὸ δια φόρων γυναικῶν γεννηθέντες τῷ ∆ιί), ἀνεχώρησεν εἰς Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χὰμ υἱοῦ Νῶε, οἵτινες ἐδέξαντο αὐτὸν ἐν τιμῇ· ὃς καὶ διέτριβεν ἐκεῖ ὑπερηφανῶν πάντας καὶ φορῶν χρυ σῆν στολήν. καὶ ἐφιλοσόφει παρὰ τοῖς Αἰγυπτίοις, λέγων αὐτοῖς μαντείας· λογικὸς γὰρ ἦν φύσει. καὶ προσεκύνουν αὐτὸν Ἑρμῆν 1.34 ὡς λέγοντα τὰ μέλλοντα καὶ διακονοῦντα αὐτοῖς τὴν τῶν μελλόν των ἐκ τοῦ θεοῦ δῆθεν ἀπόκρισιν καὶ παρέχοντα αὐτοῖς χρήματα· ὃν καὶ πλουτοδότην ἐκάλουν ὡς τοῦ χρυσοῦ θεὸν νομίζοντες.
Ἐν τοῖς μετὰ ταῦτα δὲ χρόνοις, ἐπὶ τῆς βασιλείας Φοίνι κος, ἦν Ἡρακλῆς ὁ φιλόσοφος ὁ λεγόμενος Τύριος, ὅστις ἐφεῦρε τὴν κογχύλην. μετεωριζόμενος γὰρ εἰς