12
τὸ παράλιον μέρος τῆς Τύρου εἶδε ποιμενικὸν κύνα ἐσθίοντα τὴν λεγομένην κογχύλην, καὶ ποιμένα νομίζοντα αἱμάσσειν τὸν κύνα, ἀπὸ τῶν προβάτων πόκον ἐρέας λαβόντα καταμάσσειν τὰ καταφερόμενα ἐκ τοῦ στόματος τοῦ κυνός. ὁ δὲ Ἡρακλῆς προσεσχηκὼς καὶ ἰδὼν αὐτὸ βάμμα τι ἐξαίσιον ἐθαύμασε· καὶ γνοὺς ὅτι ἐκ τῆς κογχύλης ἐστίν, εἰληφὼς τὸν πόκον ὡς μέγα δῶρον προσήνεγκε τῷ βασιλεῖ τῆς Τύρου Φοί νικι, ὃς καὶ ἐκπλαγεὶς ἐπὶ τῇ θεᾷ τοῦ βάμματος ἐκέλευσεν ἐξ αὐ τοῦ βαφῆναι ἐρέαν καὶ γενέσθαι αὐτῷ βασιλικὸν περιβόλαιον, ὃ περιβαλόμενος αὐτὸς πρῶτος ἐθαυμάζετο ὑπὸ πάντων· πρὸ τού του γὰρ οὐκ ᾔδεισαν οἱ ἄνθρωποι βάπτειν χροιάς. μετὰ γοῦν χρόνους πολλοὺς οἱ Ῥωμαῖοι τὴν Φοινίκων χώραν κατασχόντες τὸ ἐξ ἀρχῆς ἀληθινὸν ἐκ τῆς κογχύλης σχῆμα βασιλικὸν ἐφόρεσαν. μετὰ δὲ Ῥέμον καὶ Ῥωμύλον Νουμᾶς βασιλεύσας Ῥωμαίων, καὶδεξάμενος πρεσβευτὰς ἐκ τῆς χώρας τῶν λεγομένων Πελασγῶν φοροῦντας χλαμύδας ἐχούσας ταβλία ῥούσια καθάπερ οἱ ἀπὸ τῆς Ἰσαυρίας χώρας, καὶ τερφθεὶς τῷ σχήματι, ἐπενόησε πρῶτος ἐν τῇ Ῥώμῃ χλαμύδας φορεῖσθαι τὰς μὲν βασιλικὰς πορφύρας, ἐχού 1.35 σας ταβλία χρύσεα, τὰς δὲ τῶν συγκλητικῶν καὶ τὰς τῶν ἐν ἀξίαις καὶ στρατείαις χλαμύδας ἐχούσας σήμαντρα τῆς βασιλικῆς φορε σίας, ταβλία πορφυρᾶ δηλοῦντα ἀξίαν Ῥωμαϊκὴν πολιτείας καὶ ὑποταγὴν διαγωγήν, κελεύσας μηδένα εἰς τὸ αὐτοῦ παλάτιον εἰσελθεῖν συγχωρεῖσθαι ἄνευ τοῦ σχήματος τῆς τοιαύτης χλα μύδος. Φοῖνιξ δὲ ὁ υἱὸς τοῦ Ἀγήνορος ἀνὴρ ἐγένετο σοφός, ὃς συνεγράψατο Φοινικοῖς γράμμασι τὴν ἀριθμητικὴν φιλοσοφίαν, ὑπεξέθετο δὲ καὶ ἀσωμάτους ἀρχάς, καὶ σώματα δὲ μεταβάλλε σθαι, καὶ τὰς ψυχὰς εἰς ἀλλογεννῆ ζῷα εἰσιέναι. οὗτος πρῶτος ἐξέθετο ταῦτα, ὡς Κλήμης συνεγράψατο ὁ σοφώτατος. Μετὰ δὲ τὴν Ἑρμοῦ τελευτὴν ὁ Ἥφαιστος ἐπὶ τέσσαρα ἥμισυ ἔτη τῆς Αἰγύπτου ἐβασίλευσεν. ἦν δέ, φασί, πολεμιστής, ὃν συμπεσόντα τῷ ἵππῳ πληγῆναι τὸν πόδα καὶ χωλεύοντα ἄχρι τέλους διαρκέσαι. ἀπεθεώθη δὲ ὁ Ἥφαιστος ὑπὸ Αἰγυπτίων διὰ τὸ νομοθετῆσαι μονανδρεῖν καὶ σωφρόνως βιοῦν τὰς γυναῖκας τῶν Αἰγυπτίων, τὰς δὲ μοιχευομένας τιμωρεῖσθαι, ἀλλὰ μὴν καὶ ὡς ὁ Πλάτων, πολεμικῶν καὶ γεωργικῶν ἐργαλείων τὴν ἐκ σιδήρου κατασκευὴν αὐτοῖς ὑποδείξαντα· λίθοις γὰρ καὶ ῥοπάλοις ἐπολέ μουν πρὸ αὐτοῦ, τοῦτον δέ φασι διὰ μυστικῆς εὐχῆς τὴν ὀξυλά βην δεξάμενον ἐκ τοῦ ἀέρος, οὕτω τὴν χαλκευτικὴν Αἰγυπτίοις παραδοῦναι. 1.36 Μετὰ δὲ Ἥφαιστον ὁ υἱὸς αὐτοῦ Ἥλιος καλούμενος ἐπὶ εἴκοσι καὶ ἥμισυ ἔτη τῆς Αἰγύπτου ἐβασίλευσε, καὶ μετ' αὐτὸν Σῶσις, εἶτα Ὄσιρις, μεθ' ὃν Ὧρος, καὶ μετ' αὐτὸν Θούλης,ὃς καὶ ἕως τοῦ Ὠκεανοῦ πᾶσαν τὴν γῆν παρείληφεν. ἐπὶ δὲ τὴν Ἀφρικὴν ὑποστρέφων εἰς τὸ μαντεῖον ἐπυνθάνετο τίς πρὸ αὐτοῦ καὶ τίς μετ' αὐτὸν οὕτω δυνήσεται· ἀκοῦσαι δὲ τοῦ χρησμοῦ οὕ τως "πρῶτα θεός, μετέπειτα λόγος, καὶ πνεῦμα σὺν αὐτοῖς· σύμ φυτα δέ εἰσι τάδε, ὧν κράτος αἰώνιον. ὠκέσι ποσὶ βάδιζε, θνητέ, ἄδηλον διανύων βίον." τοῦτον εὐθὺς τοῦ μαντείου ἐξεληλυθότα οἱ ἴδιοι ἐν αὐτῇ τῇ Ἀφρικῇ κατέσφαξαν. μετὰ δὲ τοῦτον Σέσωστρις τῶν Αἰγυπτίων ἐπὶ εἴκοσιν ἔτη ἐβασίλευσεν. οὗτος Ἀσσυρίους καὶ Χαλδαίους καὶ Πέρσας ἕως Βαβυλῶνος ὑπέταξε, καὶ τὴν Ἀσίαν Εὐρώπην καὶ Μυσίαν καὶ Σκυθίαν. ὑποστρέφων δὲ δεκαπέντε χιλιάδας ἀνδρῶν νεανίσκων, Σκυθῶν μαχιμωτάτων ἐπιλέκτων, ἐν τῇ Περσικῇ γῇ κατῴκισεν. ἐπὶ τούτου Ἑρμῆν φασὶν ἐν Αἰγύπτῳ θαυμαστὸν ἄνδρα γνωσθῆναι καὶ φοβερὸν ἐπὶ σοφίᾳ· ὃς ἔφρασε τρεῖς μεγίστας εἶναι δυνάμεις τοῦ δημιουργοῦ τῶν ὅλων θεοῦ, μίαν θεότητα εἶναι εἶπε· διὸ καὶ τρισμέγιστος Ἑρμῆς κατωνόμα σται. ὃς οὕτω πρός τινα Ἀσκληπιὸν αὐτοῖς ῥήμασιν ἔφη "ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοῦ αἴτιον, καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης. ἀεὶ ἐν αὐτῷ ὢν ἀεὶ τῷ ἑαυτοῦ νοῒ 1.37 καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κύριος καὶ θεὸς καὶ πατήρ· καὶ