13
πάντα ὑπ' αὐτοῦ καὶ ἐν αὐτῷ ἐστίν. ὁ γὰρ λόγος αὐτοῦ προελθὼν παντέλειος καὶ γόνιμος καὶ δημιουργός, ἐν γονίμῳ φύσει πεσών, ἐν γονίμῳ ὕδατι, ἔγκυον τὸ ὕδωρ ἐποίησεν." οὕτως εἰπὼν ὁ Ἑρμῆς ηὔξατο "ὁρκίζω σε, οὐρανοῦ μεγάλου ἐργάτα, ὁρκίζω σε, φωνὴ πατρός, ἣν ἐφθέγξατο πρώτην τὸν μονογενῆ λόγον αὐτοῦ, ἵλεως ἔσο." τῶν φωνῶν τούτων καὶ ὁ ἱερὸς Κύριλλος ἐμνήσθη εἰπὼν ὅτι καὶ ὁ τρισμέγιστος Ἑρμῆς τριάδα ὡμολόγει. ὁ δὲ Σέσωστρις μετὰ τὴν νίκην τὴν Αἴγυπτον καταλαβὼν τελευτᾷ. ἀνέστη δὲ μετ' αὐτὸν βασιλεὺς ἐπ' Αἴγυπτον Φαραὼ ὁ καὶ Ναρεχὼ καλούμενος, κρα τήσας ἔτη, ὥς φασι, πεντήκοντα· ἐκ τούτου οἱ ἀπὸ τοῦ γένους αὐτοῦ καταγόμενοι βασιλεῖς Φαραὼ προσαγορεύονται. ἕως ὧδε αἱ τῶν Αἰγυπτίων βασιλεῖαι. Ἐν δὲ τοῖς χρόνοις Πίκου τοῦ καὶ ∆ιὸς ἀνεφάνη τις ἐκ τῆς φυλῆς τοῦ Ἰαφὲθ ἐν χώρᾳ τῶν Ἀργείων, Ἴναχος λεγόμενος. ὃςκαὶ ἐν αὐτῇ βασιλεύσας κτίζει πόλιν Ἰώ, καὶ Ἰώπολιν ἐκάλεσε ταύτην εἰς ὄνομα τῆς σελήνης· οἱ γὰρ Ἀργεῖοι τὴν σελήνην Ἰὼ καλοῦσιν. ἔσχε δὲ καὶ θυγατέρα Ἰώ· ἐκ ταύτης ὁ Ζεὺς θυγατέρα ἔσχε τὴν Λιβύην. αὕτη ἡ Ἰὼ ἐπεὶ ἐμίγη τῷ ∆ιί, αἰσχυνθεῖσα τὸν πατέρα φεύγει εἰς Αἴγυπτον, ἐκεῖσε δὲ τὸν Ἑρμῆν βασιλέα εὑροῦσα ἐπὶ τὸ Σίλπιον ὄρος τῆς Συρίας μεταβαίνει, ὅπου Σέλευ 1.38 κος ὁ Μακεδὼν ὕστερον εἰς ὄνομα τοῦ ἰδίου υἱοῦ τὴν μεγάλην Ἀντιόχειαν ᾠκοδόμησεν. ἐκεῖ οὖν ἡ Ἰὼ τελευτᾷ. Ἴναχος δὲ ὁταύτης πατὴρ πολλοὺς εἰς ἀναζήτησιν αὐτῆς πεπομφώς, ἀλλὰ μὴν καὶ τοὺς αὐτῆς ἀδελφούς, παρήγγειλεν, εἰ μὴ αὐτὴν ἀγά γοιεν, μηδὲ αὐτοὺς ἐπανελθεῖν. οἱ δὲ τὴν Αἴγυπτον διαβάντες καὶ πρὸς Συρίαν ἐλθόντες ὄναρ θεωροῦσι δάμαλιν ἀνθρωπίνῃ φωνῇ χρηματίζουσαν οὕτως "ἐνθάδε εἰμὶ ἐγὼ ἡ Ἰώ." διυπνισθέντες οὖν ἐκεῖ ἱερὸν καὶ πόλιν, ἣν καὶ Ἰώπολιν ὠνόμασαν, οἰκο δομήσαντες ἔμειναν, μὴ τολμῶντες πρὸς Ἴναχον ἐπανελθεῖν. Λι βύη δὲ ἡ θυγάτηρ αὐτῆς, ἣν ἐκ ∆ιὸς ἔσχεν, ἐγαμήθη Ποσειδῶνι τῷ Κρόνου μὲν υἱῷ ἀδελφῷ δὲ ∆ιός. τούτοις τρεῖς παῖδες, Ἀγήνωρ καὶ Βέλος καὶ Ἐνυάλιος ἐτέχθησαν. ὧν ὁ Βέλος μὲν τὴν Σίδα γεγάμηκεν, ἀφ' ἧς Αἴγυπτον καὶ ∆αναὸν ἔσχεν υἱούς, ἐξ οὗ καὶ ἡ χώρα Αἴγυπτος κέκληται· ὁ Ἀγήνωρ δὲ ἐπὶ τὴν Φοι νίκην ἐλθὼν ἠγάγετο τὴν Τυρώ, ἐξ ἧς Κάδμος ἐγεννήθη καὶ Φοῖνιξ καὶ Σύρος καὶ Κίλιξ καὶ θυγάτηρ Εὐρώπη καλουμένη. κτίζει δὲ Ἀγήνωρ τὴν Τύρον, ἐπ' ὀνόματι Τυροῦς τῆς αὐτοῦ γα μετῆς, βασιλεύει δὲ τῶν μερῶν ἐκείνων ἔτη ξγʹ. φασὶ δὲ τὸν Ταῦρον τοῖς χρόνοις ἐκείνοις τῆς Κρήτης βασιλεύοντα, ναυμαχίᾳ κατὰ τῆς Τύρου ἐπιθέμενον τοῦ Ἀγήνορος ἀλλαχοῦ μετὰ τῆς οἰκείας δυνάμεως πόλεμον ποιουμένου, πρὸς ἑσπέραν τὴν Τύρον ἑλεῖν, ἄλλους τε πολλοὺς αἰχμαλώτους καὶ δὴ καὶ τὴν Εὐρώπην θυγατέρα Ἀγήνορος, ἣν καὶ γυναῖκα ποιησάμενος πᾶσαν τὴν γῆν 1.39 Ἰάφεθ Εὐρώπην ὠνόμασεν, ὥσπερ Λιβύην ὁ Ποσειδῶν τὴν τοῦ Χὰμ γῆν διὰ Λιβύην τὴν αὐτοῦ γαμετήν. ἐντεῦθεν ὡμολόγησαν οἱ ποιηταὶ ὡς ὁ Ζεὺς ταύρῳ ὁμοιωθεὶς Εὐρώπην ἥρπασεν. οὗτος ὁ Ταῦρος καὶ Γόρτυναν πόλιν ἐπ' ὀνόματι τῆς αὐτοῦ μητέρος ᾠκοδόμησεν ἐν Κρήτῃ, καὶ υἱὸν ἔσχεν ἀπὸ τῆς Εὐρώπης ὃν Μίνω προσηγόρευσεν. ὁ Ἀγήνωρ δὲ τελευτᾶν μέλλων χρήματα πολλὰ ἐν Κρήτῃ διὰ τοῦ υἱοῦ Κάδμου πρὸς τὴν θυγατέρα Εὐρώπην ἀπο στέλλει. τοῖς υἱοῖς δὲ αὐτοῦ τὴν ὑποτεταγμένην αὐτῷ γῆν καταμερίζων, Φοίνικι μὲν Τύρον καὶ τὰ πέριξ αὐτῆς ἀπονείμας Φοινί κην τὴν ὑπ' αὐτὸν ὠνόμασε γῆν. ὁμοίως δὲ καὶ Συρίαν καὶ Κι λικίαν τὰς ἐπιλαχούσας τοῖς υἱοῖς Σύρῳ καὶ Κίλικι χώρας προσω νόμασεν. ἐν τοῖς χρόνοις τούτου τοῦ Φοίνικος καὶ Ἡρακλῆν φασὶ τὸν φιλόσοφον, τὸν λεγόμενον Τύριον, τὴν οὕτω καλουμένην κογχύ λην ἐξευρεῖν, ὡς εἴρηται.
Ὁ μέντοι Ζεὺς πρὸς ταῖς ἄλλαις καὶ τοῦ ἐξ Ἀργείων κατα γομένου Ἀκρισίου θυγατέρα ∆ανάην, εὐπρεπῆ πάνυ οὖσαν καὶ ἐν κουβουκλείῳ πρὸς θάλασσαν φυλαττομένην, πολλῷ χρυσῷ τοὺς τηροῦντας πείσας καὶ ταύτην ἁρπάσας καὶ φθείρας ἔσχεν ἐξ αὐτῆς παῖδα Περσέα ὀνόματι. ἔνθεν οἱ μυθολόγοι τὸν ∆ία φασὶ χρυ