14
σὸν γενόμενον ῥυῆναι διὰ τοῦ στέγους εἰς τὸν θάλαμον καὶ ∆ανάην διαφθεῖραι. τοῦτον τὸν Περσέα καὶ πτερωτὸν εἶναι ἔφασκον ὡς ὀξύτατον ὄντα παιδόθεν καὶ τῇ φύσει γοργότατον καὶ ἐντρεχέστα τον. ᾧ καὶ Ζεὺς ὁ πατὴρ αὐτοῦ τὰς κρυφίους καὶ μυστικὰς καὶ 1.40 μυσαρὰς πάσας μαγείας καὶ μαγγανίας ἐδίδαξε, νικᾶν τοὺς πολε μίους ἐν τούτοις παρεγγυῶν. τοίνυν εἰς ἡλικίαν ἀνδρὸς ἐλθὼν φεύγει τοὺς υἱοὺς Νίνου τοῦ θείου αὐτοῦ, καὶ πρὸς Ἀσσυρίους ἔρχεται. πρὸς δὲ Λιβύην διαβαίνοντι παρθένος κόρη χωριτική, ἀπηγριωμένους ἔχουσα τοὺς ὀφθαλμοὺς καὶ τὰς τρίχας, κατὰ πρόσωπον συναντᾷ. ἣν καὶ στήσας τὸ αὐτῆς ὄνομα ἠρώτα. ἡ δὲ "Μέδουσα" ἔφη "λέγομαι." καὶ αὐτίκα τὴν κάραν αὐτῆς ἀπο τέμνει· καὶ ταύτην ταριχεύσας κατὰ τὰς ἀρρήτους καὶ μιαρὰς ὑποθήκας ∆ιὸς τοῦ πατέρος αὐτοῦ, ταῖς χερσὶ κρατῶν καὶ ταῖς μαγείαις θαρρῶν κατὰ τῶν ἐχθρῶν ἐχώρει. Γοργόνα δὲ τὴν κάραν ἐκάλει διὰ τὸ τῆς γοητείας ἐνεργὲς καὶ ὀξύ. ἐκεῖθεν πρὸς Αἰθιοπίαν διαβὰς ὑπὸ Κηφέως τότε βασιλευομένην, καὶ τὴν αὐτοῦ θυγατέρα Ἀνδρομέδαν καλουμένην καὶ ἱέρειαν οὖσαν ἁρπάσας, κατέπλευσε διὰ Συρίας πρὸς Λυκαονίαν. οἱ δὲ Λυ κάονες τούτῳ ἐναντιωθέντες τῇ τῆς Γοργόνος πρώτῃ βοηθείᾳ κατενικήθησαν. ἐκεῖ καὶ πόλιν κτίσας Περσίδα τῷ ἰδίῳ κέκληκεν ὀνόματι. στήλην δὲ ἔξω τῆς πόλεως στήσας, καὶ τὸ ἀπεικόνισμα τῆς Γοργόνος ἐπιθείς, Εἰκόνιον ταύτην ἐπωνόμασεν. ἐκεῖθεν ἐπὶ Ἰσαυρίαν καὶ Κιλικίαν διαβάς, χρησμὸν λαβὼν ὅτι ἔνθα ἐκ τοῦ ἵππου ἀποβὰς τὸν ταρσὸν ὀδυνηθῇς τοῦ ποδός, νίκην λάβῃς καὶ πόλιν οἰκοδομήσῃς, τὴν Ταρσὸν κτίζει καὶ κατὰ τῶν Ἀσσυρίων ὁρμᾷ, τούτους τε νικήσας καὶ τὸν Σαρδανάπαλον καὶ τοὺς τοῦ γένους αὐτοῦ ἀπεκτονὼς εἰς τέλος αὐτοὺς ὑποτάσσει. καὶ Ἀσσυ ρίων τὴν βασιλείαν ἀφελόμενος ἐπὶ τῷ ἰδίῳ ὀνόματι Πέρσας αὐ 1.41 τοὺς ἐκάλεσε, βασιλεύσας ἐπ' αὐτοὺς ἔτη νγʹ. οὗτος καὶ τὴν κα λουμένην περσέαν ἐν τῷ ἰδίῳ ὀνόματι εἰς πᾶσαν τὴν ὑποκειμένην αὐτῷ κατεφύτευσε γῆν, καὶ τὴν τοῦ μυσαροῦ σκύφου τῆς Μεδού σης οὓς ἠγάπα τῶν Περσῶν ἐν μυστηρίῳ μυσταγωγήσας μαγείοις Μήδους αὐτοὺς καὶ Μηδίαν τὴν χώραν αὐτῶν μετωνόμασεν. εἶτα εἰς τὸ Σίλπιον ὄρος ἐλθὼν εὗρε τοὺς ἀπὸ Ἄργους Ἰωνίτας, ὑφ' ὧν καὶ ἐδέχθη ὡς ὁμόφυλος. χειμῶνος δὲ πολλοῦ πεσόντος καὶ τοῦ προσπαρακειμένου ποταμοῦ τοῖς Ἰωπολίταις Ὀρόντου καθ' ὑπερβολὴν πλημμυροῦντος, ἐπεὶ ηὔξατο, ἄφνω κεραυνὸς ὡς σφαῖρα πυρὸς οὐρανόθεν κατηνέχθη, καὶ οὕτως ὅ τε χειμὼν ἐπε σχέθη καὶ τὰ ῥεῖθρα τοῦ ποταμοῦ ἀνείθη. καὶ γοῦν τοῦ πυρὸς ἐκείνου πῦρ ἀνάψας ὁ Περσεὺς εἶχε μεθ' ἑαυτοῦ βαστάζων, εἴς τε τὰ ἴδια βασίλεια ἀγαγὼν καὶ ἱερὸν τοῦ πυρὸς κατασκευάσας καὶ ἱερεῖς εὐλαβεῖς ἄνδρας ἐπιστησάμενος· ἀλλὰ μὴν καὶ ἐν Ἰωπόλει καὶ ἐν πάσῃ τῇ ὑπ' αὐτὸν γῇ καὶ ὡς ἐξ οὐρανοῦ κατενεχθέντα θεὸν σέβεσθαι τὸ πῦρ ἐκεῖνο θεσπίσας ἐδίδαξε πυρσολατρεῖν, μά γους τοὺς τοῦ πυρὸς ἱερεῖς καλέσας. ἔρχεται οὖν πρὸς αὐτὸν ἐν πολέμῳ ὁ τῆς Ἀνδρομέδας πατὴρ ὁ Κηφεύς. καὶ ἐπεὶ ὁ Περσεὺς ἐξελθὼν τὴν τῆς Γοργόνος κεφαλὴν ἐπεδείκνυε, Κηφεὺς δὲ ὑπὸ τοῦ γήρως ἀμβλυωπῶν, ὡς ἔφιππος κατ' αὐτοῦ ἐπέβαινεν ὁ Περσεύς, ἀγνοῶν ἀμβλυωπεῖν τὸν Κηφέα, ἐλογίσατο μὴ ἐνεργεῖν ἔτι ἣν κατεῖχε τῆς Γοργόνος κεφαλήν, καὶ στρέψας ταύτην πρὸς ἑαυ τὸν καὶ ἐμβλέψας ἀτενῶς παραυτὰ τυφλωθεὶς ἀνῃρέθη. καὶ λοι 1.42 πὸν προβάλλεται ὑπὸ Κηφέως βασιλεὺς Περσῶν Μέρως ὁ Περ σέως καὶ Ἀνδρομέδας υἱός. Κηφεὺς δὲ τὴν τῆς Γοργόνος κεφα λὴν καύσας ἀνεχώρησεν εἰς τὴν χώραν αὐτοῦ. Ἀγήνορα δὲ τὸν ἀπὸ Φοινίκης ὁ πατὴρ εἰς ἀναζήτησιν τῆς αὐτοῦ θυγατρὸς Εὐρώπης ἀποστείλας, μαθὼν ὁ Κάδμος ὡς αὐτὴ σὺν Ταύρῳ τῷ ἁρπάσαντι ταύτην τῆς Κρήτης βασιλεύει, ὥρμησεν εἰς Βοιωτίαν καὶ αὐτοὺς ἀγνοοῦντας τὰ Φοινίκων γράμματα ἐδί δαξε, καὶ ἐβασίλευσεν ἐπ' αὐτοῖς ἔτη ξβʹ. καὶ γυναῖκα ἠγάγετο τὴν Ἁρμονίαν καλουμένην, ἥτις αὐτῷ ἓξ τίκτει θυγατέρας, Ἰνὼ Ἀγαύην Σεμέλην Εὐρυνόμην Κλεανθὼ καὶ Εὐρυδίκην. αὗται ἐλέγοντο Καδμίδες. οὗτος ὁ Κάδμος καὶ πόλιν τὴν