15
μεγάλην τὴν Καδμείαν ἐκεῖ κτίζει. ὃς καὶ τὸν Τειρεσίαν Βοιωτῶν ὄντα φιλό σοφον, τὸν αὐτομάτως φέρεσθαι τὰ πάντα καὶ ἀπρονόητον εἶναι τὸν κόσμον δογματίσαντα καὶ εἰς τὸ τοῦ ∆αφναίου Ἀπόλλωνος ἱερὸν διὰ ταῦτα ἐξόριστον γενόμενον, ἀνεκαλέσατο. τοῦτον τὸν Τειρε σίαν μυθολογοῦσιν, ὡς ἑωρακότα Παλλάδα λουομένην, εἰς γυναι κὸς αὐτίκα μεταβληθῆναι φύσιν, καὶ πολυπραγμονεῖν αὐτῇ πῶς γυνὴ μετὰ ἀνδρὸς συλλαμβάνει, καὶ πῶς ἡ μία φύσις τοῦ αἵματος εἰς ὀστᾶ καὶ φλέβας καὶ σάρκας καὶ τὰ λοιπὰ μερίζεται, καὶ βρέ φος ζῳογονούμενον τίκτεται, καὶ τοῦ δημιουργοῦ τὴν σοφίαν μὴ δυνηθέντα καταλαβεῖν εἰς αὐτοματισμὸν ἐξολισθῆσαι· διὸ καὶ παίζοντες αὐτὸν εἰς γυναικῶν φύσιν ἔφρασαν μεταβληθῆναι. οὗτος ὁ Κάδμος ὁ τῆς Βοιωτίας βασιλεὺς Ἀγαύην τὴν αὐτοῦ θυγατέρα 1.43 Ἐχίονι δοὺς γυναῖκα εἰς Χίον ἀποστέλλει. γεννᾶται οὖν ἐξ αὐτῆς ἀνὴρ φρόνιμος καὶ συνετὸς ὁ Πενθεύς· ᾧ καὶ τὴν διοίκησιν τῆς βασιλείας ὕστερον παρεχώρησε Κάδμος, ὡς αὐτοῦ μετὰ Τειρεσίου ἐπὶ τὸ Κιθαιρώνειον ὄρος τὸν βίον διατελέσαντος. τὴν δὲ Σεμέ λην Πολυμήδων ὁ υἱὸς τοῦ Αἰθερίωνος γήμας, ἐκ τοῦ γένους ὢν τοῦ ∆ιός, ἀπὸ Σεμέλης ἑπταμηνιαῖον γεννᾷ βρέφος διὰ τὸ ὑπὸ ἀστραπῶν καὶ βροντῶν ἐξαισίων τὴν μητέρα ἀποθανεῖν. τοῦτο τὸ βρέφος εἰς Νυσίαν τὴν χώραν ὁ Κάδμος ἐκτραφῆναι ἔπεμψεν, ὃ καὶ Νύσειον ὠνομάσθη. μυθολογοῦσι δὲ ὅτι τοῦτο ὁ Ζεὺς ἐν τῷ ἰδίῳ κόλπῳ ἐπὶ δευτέρῳ μηνὶ ἐφύλασσε, διότι μέρος ζωῆς ἔσχε πρὸς τοῦ θεοῦ παρὰ τὸν ὡρισμένον χρόνον ἐκτρωθείς. ἄλλοι δὲ τοῦτον ὡς ἐξ ἡλιακῶν εὐχῶν μυστικά τινα καὶ θαυμαστὰ δρῶντα καὶ ὡς περὶ ἀμπελικὴν γεωργίαν ἐκτιθέμενον ἀπεθέωσάν τε καὶ ∆ιόνυσον μετεκάλεσαν, ὡς ἐκ γένους ὄντα ∆ιός. τοῦτον εἰς Πέρ σας φασὶν ἀπελθεῖν, καὶ φαντασίας τινὰς θαυμασίων ἔργων καὶ πολέμων ἐν αὐτοῖς ἐπιδείξασθαι. μετὰ ταῦτα ἐπὶ Πενθέα σὺν ὄχλῳ βαρεῖ ἔρχεται, καὶ τοὺς μὲν ἄνδρας σκιρτοὺς ἐκάλεσε διὰ τὸ ἅλλεσθαι καὶ πηδᾶν, τὰς δὲ γυναῖκας βάκχας. τήν τε τῶν Βοιωτῶν βασιλείαν σφετεριζόμενος μετὰ Πενθέως πόλεμον συμ βαλὼν χειροῦται, ὑπὸ δὲ Ἀγαύης τῆς Πενθέως μητρὸς ὡς θείας οὔσης ∆ιονύσου λυτροῦται τῶν δεσμῶν. μετὰ ταῦτα ἐνεδρεύσας ἀποκτείνει Πενθέα. τῶν δὲ Βοιωτῶν αὐτὸν βασιλέα μὴ παρα δεχομένων εἰς ∆ελφοὺς ἀπέρχεται καὶ θανὼν θάπτεται. μετὰ Κάδμον ἐβασίλευσε τῆς Βοιωτίας Νυκτεύς. τούτου τὴν θυγατέρα 1.44 Ἀντιόπην, ἱέρειαν οὖσαν τοῦ Ἡλίου, Θεόβοιος ὁ υἱὸς Βράτωνος, ἐκ τοῦ γένους τοῦ ∆ιὸς καταγόμενος, ἀδελφὸς δὲ τοῦ Νυκτέως, μιγεὶς γεννᾷ δίδυμα, Ἀμφίωνά τε καὶ Ζῆθον, οὓς τῇ κελεύσει τοῦ ἀδελφοῦ ῥίπτουσι πλησίον τοῦ Κιθαιρωνείου ὄρους. Ὀρδίων δέ τις γεωργὸς ἄπαις ὢν ἀνελάβετο καὶ ἀνεθρέψατο αὐτά. τῆς δὲ Ἀντιόπης παρὰ τῇ ∆ίρκῃ φυλαττομένης ἐπὶ τὸ τιμωρηθῆναι διὰ τὸ παρανομῆσαι, ἐπεὶ πόλεμος ἐν τῇ Ἀργείων ἐκινήθη χώρᾳ, τοῦ Λύκου χρονίζοντος ἐκεῖσε, ἡ ∆ίρκη τὸν Νυκτέα θωπευτικῶς ἠρώτα ἀπολῦσαι Ἀντιόπην. ὁ δὲ μᾶλλον προσέταξε ταύρῳ ἀγρίῳ ταύτην προσδεθῆναι καὶ ἀποθανεῖν, ὡς τὴν παρθενίαν βεβηλώ σασαν. ἀκούσαντες δὲ τοῦτο Ζῆθος καὶ Ἀμφίων, καὶ παρὰ τοῦ ἀναθρεψαμένου τούτους μαθόντες ὡς αὕτη ἐστὶν ἡ μήτηρ αὐτῶν Ἀντιόπη, ἅμα πλείοσιν ἀγροίκοις ἐπεισπεσόντες τοὺς μὲν στρα τιώτας κατακτείνουσι, ∆ίρκην δὲ τῷ ταύρῳ προσδεσμοῦσι καὶ φονεύουσι. σὺν τῇ μητρὶ δὲ Ἀντιόπῃ εἰς τὴν Βοιωτίαν ἐλθόντες, ἐπεὶ ὁ Νυκτεὺς τέθνηκεν, οἱ μουσικοὶ Ζῆθος καὶ Ἀμφίων τῶν Βοιωτῶν ἔτη πολλὰ βασιλεύουσι. κτίζουσι δὲ πόλιν μεγάλην εἰς ὄνομα τοῦ πατέρος, ἣν καὶ Θεοβοίου Θήβας ὠνόμασαν. ὁ μὲν Εὐριπίδης τῷ ἔθει τῶν ποιητῶν μυθολογῶν τὸν ∆ία φησὶν εἰς Σάτυρον μεταβληθέντα τὴν Ἀντιόπην φθεῖραι; ἐξ ἧς Ἀμφίων καὶ Ζῆθος οἱ μουσικοί. τοῦτο δέ, φασίν, εἶπεν ὡς καταχθέντος Θεο βοίου ἐκ τοῦ Πίκου τοῦ καὶ Ζηνὸς κατὰ μετεμψυχώσεως μετάστα σιν· τοῦτο γὰρ σημαίνει τὸ σάτυρος ὄνομα κατὰ τὴν τῶν Βοιω 1.45 τῶν γλῶσσαν, τὸ εἰς ἄλλο σῶμα χωρήσειν εὐτελέστερον. μετὰ τούτους τοὺς μουσικοὺς οἱ ἐκ τοῦ γένους αὐτῶν