16
ἐβασίλευον Θη βαίων ἕως Οἰδίποδος υἱοῦ Ἰοκάστης καὶ Λαΐου. οὗτος γὰρ ὁ Λάϊος βασιλεὺς ὢν Θηβαίων μετὰ Ἰοκάστης ἔσχεν υἱὸν πρῶτον Ἰοκᾶν· χρησμὸν δὲ λαβὼν περὶ αὐτοῦ ὡς τῇ ἰδίᾳ μητρὶ συναφθή σεται, ἐν ξύλῳ τοὺς πόδας καθηλώσας, ὃ δὴ καὶ κοῦσπος λέγεται, εἰς ἀπώλειαν ἐν τοῖς ὄρεσιν ἔρριψεν. ἄγροικος δέ τις ὀνό ματι Μελίβιος τοῦτον εὑρὼν ἀνεθρέψατο, Οἰδίποδα μετονομάσας διὰ τὸ τοὺς πόδας αὐτοῦ ἐν τῷ ξύλῳ διῳδηκότας ὀγκωθῆναι. μετὰ ταῦτα γυνή τις ὀνόματι Σφίγξ, δυσειδής, κατάμαστος, χωριτική, μετὰ πλήθους ἀγροίκων εἰς κορυφὴν μίαν μόνην εἴσοδον καὶ ταύτην στενωτάτην ἔχουσαν καθίσασα, λῃστρικῶς τοὺς παρά γοντας δι' ἐκείνης ἀνῄρει καὶ τὰς αὐτῶν ὑπάρξεις ἀφῃρεῖτο, ὡς ἀποστενοῦσθαι τὰς Θήβας δι' αὐτῆς μήτε στρατοῦ μήτ' αὐτοῦ τοῦ βασιλέως Λαΐου ἰσχύοντος κατ' αὐτῆς διὰ τὸ δύσβατον τοῦ ὄρους καὶ ὀχυρόν. ταῦτ' οὖν Οἰδίπους ἀκούσας σοφόν τι καὶ γενναῖον ποιεῖ· καὶ ὀλίγους ἐπιλεξάμενος καὶ τὴν Σφίγγα ἐλθὼν ᾐτεῖτο σὺν αὐτῇ εἶναι καὶ συλλῃστρεύειν αὐτῇ. ἡ δὲ τῇ ὥρᾳ καὶ γενναιότητι τούτου τερφθεῖσα αὐτὸν εἰσδέχεται. ὁ δὲ καιρὸν ἐσχηκὼς αὐτὴν μὲν λόγχῃ ἀναιρεῖ καὶ πολλοὺς τῶν μετ' αὐτῆς, λαβὼν δὲ καὶ τὸ σῶμα καὶ ὅσα χρήματα εὗρε πρὸς Λάϊον εἰς Θήβας ἤνεγκε, μισθὸν τῆς ἀνδραγαθίας κομιούμενος. Θηβαῖοι δὲ τοῦ 1.46 τον ὡς βασιλέα ἀνύμνουν. ἀλλ' οὐκ ἤρεσε ταῦτα τῷ Λαΐῳ, ἀλλὰ στρατὸν ἐφοπλίσας κατ' αὐτοῦ ἐξῄει, καὶ πληγεὶς τελευτᾷ. ἡ τοίνυν Ἰοκάστη τῆς βασιλείας ἐκπεσεῖν οὐ θέλουσα, καὶ ὡς υἱὸς αὐτῆς ἐστὶν ὁ Οἰδίπους οὐκ εἰδυῖα, ἅμα δὲ καὶ πρὸς θεραπείαν τῆς πόλεως σπουδάζουσα, προσκαλεῖται τοῦτον· ἐξ οὗ καὶ ποιεῖ δύο υἱούς, τὸν Ἐτεοκλέα καὶ τὸν Πολυνείκην, καὶ θυγατέρας δύο, Ἰσμήνην καὶ Ἀντιγόνην. καὶ οὕτως ἐπὶ ἔτη ιθʹ τῶν Θηβῶν ἐβασίλευσαν, ἀγνοοῦντες ἑαυτούς. μετὰ ταῦτα τῆς Ἰοκάστης τὴν πατρίδα καὶ τὸ γένος πυθομένης, ἐπεὶ Μελίβιος αὐτὸν ἀνεθρέ ψατο ἤκουσε, παρ' αὐτοῦ τε ἔμαθε τὸν τρόπον τῆς αὐτοῦ ἀνευ ρέσεως καὶ βεβαιωθεῖσα ἀνεβόησε. Οἰδίπους δὲ πληροφορηθεὶς ὡς καὶ μήτηρ Ἰοκάστη καὶ γυνὴ τυγχάνει, τοῖς μὲν υἱοῖς Ἐτεοκλεῖ καὶ Πολυνείκει ἐνιαυτὸν παρ' ἐνιαυτὸν βασιλεύειν ἐκέλευσε τῶν Θη βῶν, αὐτὸς δὲ παραυτὰ δύο ἥλους κατὰ τῶν ἰδίων ἐμπήξας ὀφθαλ μῶν τελευτᾷ. οἱ δὲ υἱοὶ αὐτοῦ ἑκάτερος τῆς βασιλείας ἀντιποιούμενοι εἰς πόλεμον ἦλθον μονομαχήσαντες, καὶ ὑπ' ἀλλήλων ἄμφω κατελύθησαν. καὶ οὕτως ἡ τῶν Θηβῶν ἤτοι Βοιωτῶν κατελύθη βασιλεία, διαρκέσασα ἔτη τριακόσια ἑξηκονταεννέα. Ἀναγκαῖον οὖν ἐστὶ λοιπὸν ἀναδραμεῖν ἐπὶ τὸ προκείμενον. καταλήξαντες δὲ ἐπὶ τὴν ἐκ Φαλὲκ τοῦ Ῥαγὰβ γέννησιν ἀρξώμεθα ἀπ' αὐτοῦ.
1.47 Ῥαγὰβ γενόμενος ἑκατὸν τριακονταδύο ἐτῶν ἐγέννησε τὸν Σερούχ. ἐπὶ τούτου οἱ ἄνθρωποι τὸν κατ' ἀλλήλων αὐξήσαντες τῦφον στρατηγούς τε ἑαυτοῖς κατεστήσαντο καὶ βασιλεῖς. καὶ τότε πρώτως πολεμικὰ κατασκευάσαντες ὄργανα πολεμεῖν ἀλλήλοις ἐνήρξαντο. καὶ εὐθὺς οἱ ἀπὸ Χαναὰν ἡττῶνται καὶ πρῶτοι τῆς δουλείας ὑποκύπτουσι τῷ ζυγῷ, κατὰ τὴν τοῦ Νῶε κατάραν. Σεροὺχ γενόμενος ἑκατὸν τριάκοντα ἐτῶν ἐγέννησε τὸν Να χώρ. ᾤκει δὲ ὁ Σεροὺχ ἐν τῇ Χαλδαίων, ἐν πόλει Ὤρ. αὐξη θέντα δὲ τὸν Ναχὼρ ἐδίδαξεν ὁ πατὴρ πάντων ἐπίλυσιν οἰωνῶν, τῶν τε ἐν οὐρανῷ σημείων διακρίσεις καὶ τῶν ἐπὶ γῆς ἁπάντων, καὶ πᾶσαν Χαλδαϊκὴν μαντείαν. Ναχὼρ δὲ γενόμενος οθʹ ἐτῶν ἐγέννησε τὸν Θάρρα. Νίνου δὲ τοῦ πρώτου βασιλέως τῶν Ἀσσυ ρίων τεσσαρακοστὸν τρίτον ἄγοντος ἔτος τῆς βασιλείας γεννᾶται Ἀβραάμ. κατὰ δὲ τοὺς αὐτοὺς χρόνους παρ' Αἰγυπτίοις ἑξκαι δεκάτη δυναστεία, καθ' ἣν ἐβασίλευον Θηβαῖοι. Θάρρα δὲ γενό μενος ἐτῶν οʹ ἐγέννησεν ἐκ γυναικὸς Ἔδνας, θυγατρὸς Ἀβραὰμ πατραδέλφου αὐτοῦ, τὸν Ἀβραάμ, ὅντινα ἡ μήτηρ ἐκάλεσεν ἐπ' ὀνόματι τοῦ ἑαυτῆς πατρός· ἔφθη γὰρ ἐκεῖνος πρὸ τῆς τούτου γεννήσεως τετελευτηκέναι. ἐγέννησε δὲ ἔτι ὁ Θάρρα τὸν Ἀρὰμ καὶ τὸν Ναχώρ. ὁ δὲ Ἀβραὰμ λαμβάνει παρὰ τοῦ πατρὸς γυναῖκα τὴν Σάρραν. οὗτος μόνος,