17
τῶν ἁπανταχοῦ τὴν ἐπὶ τὰ εἴδωλα πλάνην νοσούντων, τὸν ἀληθῆ θεὸν ἐπέγνω καὶ δημιουργὸν τῶν ὅλων ἀνεκήρυξε. καὶ πρῶτος τὸ θυσιαστήριον κλάδοις φοινίκων 1.48 καὶ ἐλαιῶν ἐκύκλου, καὶ ἐπὶ αὐτοῦ πρώτως ὠνόμασται ἄγγελος ἐν τῇ θείᾳ γραφῇ. καὶ παρ' αὐτοῦ Αἰγύπτιοι τὴν τῶν ἀστέρων θέσιν καὶ ποίησιν καὶ τὴν ἀριθμητικὴν ἐπιστήμην ἔμαθον. Ὅτι τῷ κδʹ ἔτει τῆς ἡλικίας αὐτοῦ ὁ Ἀβραὰμ ἐπιγνοὺς τὸν τῶν ὅλων θεὸν προσεκύνει. ἄγγελος δὲ κυρίου ἐδίδαξεν αὐτὸν τὴν Ἑβραΐδα γλῶσσαν, καθὼς αὐτὸς ὁ ἄγγελος τῷ Μωϋσῇ εἶπεν, ὡς ἐπὶ τῇ λεπτῇ κεῖται Γενέσει. καὶ ὁ Ἀρὰμ δὲ ἀγόμενος γυναῖκα ἐγέννησε τὸν Λώτ, θυγατέρα δὲ Μελχάν. ταύτην ὁ Ναχὼρ λαμ βάνει γυναῖκα. Ἤδη δὲ ἑξηκοστὸν ἔτος ἄγων ὁ Ἀβραάμ, ὡς οὐκ ἐδόκει τὸν πατέρα πείθειν καὶ τοὺς ἄλλους οἰκείους τῆς περὶ τὰ εἴδωλα ἀπο σχέσθαι δεισιδαιμονίας, λανθάνει νυκτὸς τῶν εἰδώλων ἐμπρήσας τὸν οἶκον. αὐτῶν δὲ ἐξαναλουμένων οἱ ἀδελφοὶ νοήσαντες ἀνα πηδῶσι, βουλόμενοι ἐκ μέσου τοῦ πυρὸς ἐξελέσθαι τὰ εἴδωλα. φιλοτιμότερον δὲ ὁ Ἀρὰμ τῷ πράγματι προσφερόμενος ἐν μέσῳ διαφθείρεται τοῦ πυρός. καὶ θάψας αὐτὸν ὁ ἀγαλματοποιὸς πατὴρ ἐν Ὢρ τῇ πόλει Χαλδαίων μετανίσταται καὶ εἰς Χάρραν τῆς Μεσοποταμίας ἔρχεται. ἔνθα ὁ Ἀβραὰμ δεκαπέντε ἔτη τῷ πατρὶ συνοικήσας ἐννοεῖ ποτὲ νυκτὸς ἐκ τῆς τῶν ἄστρων κινήσεως τοῦ ἐπιόντος καιροῦ κατασκέψασθαι τὴν ποιότητα· ἦν γὰρ οὐ μετρίως ὑπὸ τοῦ πατρὸς ἅπασαν τὴν τοιαύτην ἐξασκηθεὶς ἐπιστή μην. καὶ δὴ μετὰ τὴν ἑκάστου τῶν ζητουμένων διάγνωσιν, συνίησι περιττὴν ἅπασαν εἶναι τὴν τοιαύτην περιεργίαν· δύνασθαι γὰρ 1.49 αὖθις τὸν θεόν, εἰ βούλοιτο, μετασκευάσαι πρὸς τὸ οἰκεῖον βούλημα 1.49 τὰ προεγνωσμένα. πᾶσιν οὖν τούτοις καὶ τοῖς τοιούτοις ἐξ ὅλης ἀπο ταξάμενος ψυχῆς καὶ σπουδῆς, καὶ τελείαν τῆς περὶ τὸ θεῖον εὐσεβείας δοὺς τὴν ἀπόδειξιν, ἀκούει παρὰ τοῦ θεοῦ "ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου." καὶ ἐξελ θὼν ἅμα τῇ γυναικὶ Σάρρᾳ καὶ Λὼτ τῷ ἀδελφιδῷ μετοικίζεται εἰς τὴν Ἀρφαξὰδ τοῦ πατρὸς αὐτοῦ μερίδα, ἣν οἱ Χαναναῖοι κατασχόν τες γῆν Χαναναίων προσηγόρευσαν, ὢν ἐτῶν οεʹ· τοῦ δὲ κόσμου ἦν ἔτος τρισχιλιοστὸν τριακοσιοστὸν ὀγδοηκοστὸν ἕβδομον. ἐλθὼν δὲ Ἀβραὰμ εἰς Συχὲμ κατὰ θεῖον χρησμὸν ᾠκοδόμησε θυσιαστήριον ἀνὰ μέσον Βαιθὴλ καὶ Ἀγγαί. διαπεράσας δὲ τὸν Εὐφράτην τὴν προσωνυμίαν ἔλαβεν· Ἑβραῖοι γὰρ περᾶται λέγονται. οἱ δὲ ἀπὸ Ἕβερ λέγουσιν αὐτοὺς καλεῖσθαι Ἑβραίους. καὶ τῷ παʹ ἔτει αὐτοῦ, ἤτοι τῷ ζʹ ἔτει τῆς αὐτοῦ παροικίας, κατῆλθεν εἰς Αἴγυ πτον μετὰ Σάρρας. Τούτοις τοῖς χρόνοις ἤκμασε Μελχισεδέκ, παρθένος ἱερεὺς ἀγενεαλόγητος, ἐν ἄρτῳ καὶ οἴνῳ προτυπῶν τὴν ἀναίμακτον θυ σίαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν. υἱὸς δὲ ἦν ὁ Μελχισεδὲκ Σίδου βασιλέως, υἱοῦ Αἰγύπτου, ὃς καὶ κτίζει Σιδῶνα πόλιν. ἀπάτωρ δὲ καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος λέγεται διὰ τὸ μὴ ἐξ Ἰουδαϊκῆς γενεᾶς κατάγεσθαι καὶ διὰ τὸ τοὺς γονεῖς αὐτοῦ πονηροὺς ὄντας μὴ ἀριθμεῖσθαι μετὰ ὁσίων. καὶ ὅτι τῶν Χαναναίων ἄρχων τῆς Ἱερουσαλὴμ ἐβασίλευε· μελχὶ γὰρ βασιλεὺς ἑρμηνεύεται, σεδὲκ δὲ δικαιοσύνη. Ἱερουσαλὴμ δὲ καὶ ἡ πόλις ὠνομάσθη, πρῴην 1.50 Ἰεβοῦς λεγομένη διὰ τὸ Ἰεβουσαίους οἰκεῖν ἐν αὐτῇ. τὸ γὰρ Ἰεβοῦς κατὰ τροπὴν τοῦ β εἰς ρ γίνεται Ἱεροῦ· τὸ δὲ σαλὴμ προστι θέμενον Ἱερουσαλὴμ ὄνομα ἀποτελεῖ. σαλὴμ γὰρ εἰρήνην ση μαίνει. τοῦτο δὲ ὠνομάσθη ἢ διὰ τὸ τὸν Μελχισεδὲκ ἱερατεύειν θεῷ ἐν αὐτῇ, ἢ διὰ τὸ ἱερὸν εἶναι τοῦ θεοῦ κατὰ τόπον. τοῦτο δὲ καὶ ἐπὶ τοῦ Ἰορδάνου γέγονε· δύο γὰρ ποταμοὶ ὅ τε Ἰὸρ καὶ ὁ ∆ὰν μιγνύμενοι καὶ ἕνα ποταμὸν ἀποτελοῦντες καὶ τὰς ἐπωνυμίας ἥνωσαν. ἐπεὶ δὲ ἀπὸ ἀλλοτρίου ἔθνους καὶ οὐκ ἀπὸ τοῦ Ἀβραὰμ ὁ Μελχισεδὲκ κατάγεται, οὐκ ἐγράφη δὲ πότε ἐγεννήθη καὶ ἀπὸ ποίου πατρὸς καὶ μητρὸς ἢ πότε ἀπέθανε, δικαίως ἂν λέγοιτο μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχειν αὐτόν· οὐ γὰρ ἠδύνατο γενεαλογηθῆναι, ἐκ τῶν παραλειφθέντων ἐθνῶν καταγόμενος. Τῷ δὲ π ϛʹ ἔτει τοῦ Ἀβραὰμ ἔτεκεν Ἄγαρ τὸν Ἰσμαήλ·τοῦ δὲ