18
κόσμου ἦν ἔτος #22γτ ϟηʹ. καὶ πῦρ κατὰ τῆς Πενταπόλεως ὑετίζει θεός, καὶ ἀναλίσκει μὲν ἐξ αὐτῆς ἅπαν τὸ γένος τῶν ἀνθρώ πων, διαφθείρει δὲ καὶ αὐτὸ τὸ ἀνάστημα τῆς γῆς, καὶ τῆς προκειμέ νης θαλάσσης νεκροῦται τὰ ὕδατα. μετὰ ταῦτα τῆς κατὰ Μαβρῆ δρυὸς ἀπαναστὰς ὁ Ἀβραὰμ ἐπὶ τὸ φρέαρ κατασκηνοῖ τοῦ ὅρκου. ἑαυτῷ δὲ ἰδίᾳ καὶ τοῖς οἰκέταις αὐτοῦ κατὰ συγγενείας πηξάμενος σκηνάς, τότε πρῶτον Ἀβραὰμ τῆς σκηνοπηγίας ἐπὶ ἑπτὰ ἡμέρας ἐπιτελεῖ τὴν ἑορτήν, ἣν εἰσέτι καὶ νῦν ὁ Ἰουδαῖος ἑορτάζει σκηνο πηγῶν. ἐκ γοῦν τοῦ Ἰσμαὴλ Ἰσμαηλῖται οἱ Σαρακηνοὶ ὀνομάζονται. Σαρακηνοὺς δὲ ἑαυτοὺς μετωνόμασαν, ἀπαξιοῦντες καλεῖ σθαι δουλικῶς Ἀγαρηνοί· οἱ δέ φασιν ὅτι Σάρρα τὴν Ἄγαρ 1.51 κενὴν ἐξαπέστειλε κληρονομίας. παροικήσας δὲ ἐν Γεράροις, τὴν νῦν Ἀσκάλωνα λεγομένην, μετὰ τὴν τῆς Σάρρας τελευτὴν ἔλαβε τὴν Χεττοῦραν εἰς γυναῖκα, ἐν τῷ γήρᾳ αὐτοῦ· ἀφ' ἧς ἔσχεν υἱοὺς πέντε, Ζεμβρίαν Ἰεξὰν Μαδὰμ Μαδιὰμ Ἰεσβών. Ὅτι ὁ Λὼτ χωρισθεὶς τοῦ Ἀβραὰμ κατῴκησεν εἰς Σόδομα δι' ἀρετὴν καὶ κάλλος τῆς γῆς, ἐχούσης πέντε πόλεις, Σόδομα Γόμορρα Ἄδαμα Σεβόϊν καὶ Σηγώρ, καὶ τοσούτους βασιλεῖς. τούτοις οἱ πλησιόχωροι τέσσαρες βασιλεῖς Σύρων ἐπολέμησαν, ὧν ἡγεῖτο Χοδολλογομὸρ βασιλεὺς ὁ Ἰλάμ. συνέβαλον δὲ παρὰ τὴν θάλασσαν τὴν ἁλικήν. καὶ καλεῖται νῦν θάλασσα νεκρά, πλεῖ στα θαυμάσια ἔχουσα, ἃ ἐγὼ ἐθεασάμην. ζῷόν τε γὰρ οὐδὲν ἐκεῖνο φέρει τὸ ὕδωρ, καὶ νεκρὰ μὲν σώματα ὑποβρύχια γίνεται, ζῶν δέ τις οὐδ' ἂν ῥᾳδίως βαπτίσαιτο. καὶ λύχνοι μὲν καιόμενοι ἐπιφέρονται, σβεννύμενοι δὲ καταδύουσιν. ἐνταῦθά εἰσιν αἱ τῆς ἀσφάλτου πηγαί. φέρει δὲ στυπτηρίαν καὶ ἅλας ὀλίγον τι τῶν ἄλλων διαφέροντα· πικρά τε γάρ εἰσι καὶ διαυγῆ. ἔνθα δ' ἂν καρπὸς εὑρεθῇ, καπνοῦ πλέον εὑρίσκεται οὐδέν. τὸ δὲ ὕδωρ ἰᾶται τοὺς χρωμένους αὐτῷ, λήγει τε παντὶ ὕδατι πάσχον τὰ ἐναντία. εἰ δὲ μὴ Ἰορδάνην εἶχεν ὁ τόπος τροφὴν ὡς πορφύραν διατρέχοντα καὶ ἐπὶ πολὺ ἀντέχοντα, ἔληξεν ἂν θᾶττον ἢ φαίνε ται. ἔστι δὲ παρ' αὐτῇ πάμπολυ τὸ βαλσάμου φυτόν. ὑπονοεῖται δὲ ἀνατετράφθαι ὑπὸ τοῦ θεοῦ διὰ τὴν τῶν περιοικούντων ἀσέ βειαν.
1.52 Ὅτι ὁ Ἰσαὰκ γέλως μεθ' ἡδονῆς ἑρμηνεύεται· διὰ γὰρ τὸ ἐπιμειδιᾶσαι τὴν Σάρραν τῇ θείᾳ τοῦ ἐν γήρᾳ τοκετοῦ ἐπαγγελίᾳ κέκληται οὕτω κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον. γεννηθέντος Ἰσαὰκ ἔτος ἦν κόσμου #22γυιγʹ. Κατὰ τούτους δὲ τοὺς χρόνους ἐν οἷς Ἰσαὰκ ἐγεννήθη, ἐν Κρήτῃ ἄρξαι Κρόνον καὶ Ῥέαν Ἕλληνες ἱστοροῦσι. τοῖς δὲ τὸνἈτλάντιον κόλπον οἰκοῦσι τοῦ ὠκεανοῦ πρῶτον Οὐρανὸν τοὔνομα βασιλεῦσαι, γήμαντα Τιτάν, ἀφ' οὗ Τιτᾶνας ὀνομασθῆναι. τοῦ τον λέγουσι γενόμενον ἐπιμελῆ παρατηρητὴν τῶν ἄστρων πολλοῖς· προλέγειν τὰ κατὰ κόσμον. Τῷ δὲ πεʹ ἔτει Ἀβραὰμ λιμοῦ γενομένου κατέβη αὐτὸς εἰς Αἴγυπτον. ἐν τούτῳ τῷ ἔτει τῆς Κρήτης βασιλεύει Ζεὺς ὁ τοῦ Κρόνου υἱὸς καὶ Ἥρα. γίνεται δὲ καὶ ὁ Τιτάνων πρὸς ∆ία πόλεμος. καὶ ∆ιόνυσος, οὐχ ὁ τῆς Σεμέλης ἀλλ' ἄλλος τούτου πολὺ ἀρχαιότερος, τὸν οἶνον ἐξεῦρε καὶ ἐν τοῖς ληνοῖς ἀπέθλιψεν, ἀφ' ὧν καὶ Ληναῖος ὠνομάσθη. ὡς καὶ ∆ήμητρα λέγεται ἐφευ ρεῖν τὸν σῖτον καὶ τὴν κριθήν. αὕτη δέ ἐστιν ἡ παρ' Αἰγυπτίοις τιμωμένη Ἶσις. ὁ δὲ ∆ιόνυσος παρ' Αἰγυπτίοις Ὄσιρις λέγεται. ἐνταῦθα δὲ καὶ ἡ Μαρσύου τοῦ Φρυγὸς ἔρις κατὰ τοὺς μύθους πρὸς Ἀπόλλωνα διὰ τὴν κιθάραν· ἐλθεῖν πρὸς ∆ιόνυσον εἰς Νύσσαν, κἀκεῖ τὸν Μαρσύαν ἡττηθέντα ἐκδαρῆναι ζῶντα παρὰ τοῦ Ἀπόλλωνος διὰ τὴν ὀργήν, τάς τε χορδὰς ἐκρῆξαι καὶ τὴν 1.53 εὑρημένην ἁρμονίαν ἀφανίσαι. ὕστερον δὲ Μούσας καὶ Ὀρφέα ταύτην ἀνευρεῖν Λίνῳ. Τότε καὶ τοὺς παῖδας τοῦ Οὐρανοῦ ἀκμάσαι, ὧν τὸν μὲν Ἄτλαντα ἐπιφανέστατον γενόμενον λαχεῖν τοὺς παρὰ τὸν ὠκεανὸν τόπους. καὶ πρῶτόν φασι τὴν ἀστρολογίαν ἐξακριβῶσαι καὶ τὸν σφαιρικὸν λόγον ἐξενεγκεῖν, ἀφ' ἧς αἰτίας δόξαι τὸν κόσμον ἐπὶ τῶν Ἄτλαντος ὤμων ὀχεῖσθαι. Ἐν τῇ λεπτῇ Γενέσει κεῖται ὅτι Μαστιφὰτ ὁ ἄρχων τῶν δαιμονίων προσελθὼν τῷ θεῷ εἶπεν "εἰ