19
ἀγαπᾷ σε Ἀβραάμ, θυσάτω σοι τὸν υἱὸν αὐτοῦ." τῷ κεʹ ἔτει τοῦ Ἰσαὰκ προσήνεγκεν αὐτὸν Ἀβραὰμ εἰς θυσίαν ἐν τῷ ὄρει Σιών· εἰς ἐκεῖνον γὰρ τὸν τόπον τὸ θυσιαστήριον ᾠκοδόμησεν Ἀβραάμ, ἔνθα ὕστερον ὁ ∆αβὶδ τὸ ἱερὸν ἱδρύσατο. τύπος δὲ τῆς μὲν θεότητος ὁ Ἰσαάκ, τῆς δὲ ἀνθρωπότητος ὁ κριός. καὶ αὐτὸς δὲ ὁ χρόνος ἰσάριθμος· τρεῖς γὰρ ἡμέραι καὶ τρεῖς νύκτες ἐνταῦθα κἀκεῖ. Ὅτι πρὸ τῶν προφητῶν τῷ Ἀβραὰμ ὁ τοῦ θεοῦ λόγος φα νεὶς ἐν ἀνθρώπου σχήματι τὴν τῶν ἐθνῶν κλῆσιν θεσπίζει, ἣν καθ' ἡμᾶς ὁ τοῦ θεοῦ λόγος εἰς πέρας ἤγαγεν διὰ τῆς εἰς πάντα τὰ ἔθνη εὐαγγελικῆς διδασκαλίας. καθὼς δέ φησιν ὁ Ἰώσηπος, πρῶτος Ἀβραὰμ δημιουργὸν τὸν θεὸν ἐκήρυξε, καὶ πρῶτος κατελ θὼν εἰς Αἴγυπτον ἀριθμητικὴν καὶ ἀστρονομίαν Αἰγυπτίους ἐδί δαξε· κἀντεῦθεν ἐπέραστος καὶ παγγέραστος γενόμενος, ἠξίωσεν ὁ βασιλεὺς ὑπ' αὐτοῦ γυμνασθῆναι τὰ περὶ ἀστρολογίαν καὶ μα 1.54 γείαν ἅτε πολυπείρου καὶ Χαλδαίου τυγχάνοντος. ἀστρολογία γὰρ καὶ μαγεία ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν ἤρξατο· οἱ γάρ τοι Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. καὶ δὴ τῶν ἀστρολόγων καὶ μάγων συναθροισθέντων ὁ βασιλεὺς ἅμα τῷ Ἀβραὰμ καὶ τοῖς συνήθεσιν ἐκαθέσθη, καὶ ἡσυχίας γενομένης ὁ Ἀβραὰμ ἔφη "μαθεῖν βούλομαι παρ' ὑμῶν τῶν σοφῶν, εἰ δύ ναται γένεσις καὶ μαγεία βλάψαι τινὰ ἢ ὠφελῆσαι κατὰ τὴν ὑμε τέραν δόξαν." ἀφ' ὧν ἀποκριθεὶς ἀστρολόγος εἶπεν ἀδύνατον εἶναι ἄνθρωπον παρὰ γένεσιν τελευτῆσαι. ὑπὸ δὲ τοῦ Ἀβραὰμ κραταιῶς ἐξελεγχομένων τῶν ἀστρολόγων κελεύει ὁ βασιλεὺς ἀχθῆ ναί τινα δέσμιον, ὑποβαλόντος Ἀβραάμ, προκαταδικασθέντα πυ ρόκαυστον γενέσθαι. ἀχθέντος δὲ προσέταξεν ὁ βασιλεὺς τὴν αὐτοῦ γένεσιν ἀκριβῶς ἐξερευνησαμένους τὸν τρόπον ζητῆσαι τοῦ θανάτου. τῶν δὲ συνεχῶς διασκεψαμένων, καὶ εἰπόντων ὅτι πυρποληθεὶς πάντως ἀποθανεῖται, τῆς γενέσεως μάλα σαφῶς τοῦτο διαγορευούσης, ἀλλ' οὐ νῦν, ἔχει γὰρ ἔτι χρόνους ζωῆς, καὶ οὔπω ἐληλύθει ἡ ὥρα τῆς τελευτῆς αὐτοῦ. καὶ ὁ βασιλεὺς "ἐγὼ σήμερον τοῦτον" φήσας "ἀπαλλάξω τοῦ διὰ πυρὸς θανάτου, τῷ ὕδατι ἀνελών," καὶ οὕτω παραυτὰ ποιήσας, ἔργῳ παρέστη σεν ὅτι δύναταί τι παρὰ γένεσιν γενέσθαι. ἡσυχασάντων δὲ πάν των φησὶν ὁ Ἀβραὰμ "οὐ μόνον οἱ ἄνθρωποι ἀλλὰ καὶ τὰ ἄλογα ζῷα ὑπόκεινται γενέσει. ἀλλὰ καὶ οἱ ἄνθρωποι μὲν ἔχουσι τὸ ἐλευθέριον ἐν ἑαυτοῖς, μὴ ὑποκείμενοι γενέσει, καθότι τῆς γενέ 1.55 σεως ἐκεῖνο πρεσβύτερον, ὅπερ ἐστὶν ἔννοια καὶ αὐτεξουσιότης, ἐκ θεοῦ δηλαδὴ δεδωρημένη. ὅθεν τῶν ἀλόγων κρείττους ὄντες ἡμεῖς μὲν κατ' ἐξουσίαν ἀναιρεῖν αὐτὰ πεφύκαμεν. ἡμῶν δὲ ὡς κρειττόνων τῶν ἀλόγων σὺ πάλιν ὡς βασιλεὺς κρείττων ἡμῶν ὑπάρχεις, κατ' ἐξουσίαν ὑπερέχων. ὡς οὖν ἡμεῖς κατὰ τὸ λογι κὸν τῶν ἀλόγων ζῴων, οὕτω σὺ ὦ βασιλεῦ κατὰ τὸν τῆς ἀρχῆς λόγον ἐξουσιάζεις ἡμῶν, ὥσπερ δὴ καὶ σοῦ πάλιν κρείττων ἀν θρώπων μὲν οὐδείς, θεὸς δὲ ἀόρατος καὶ πάντων δεσπότης καὶ ποιητής, παρ' οὗ καὶ τὸ συμφέρον αἰτεῖσθαι καὶ προσεύχεσθαι δεῖ." φασὶ δὲ καὶ τούσδε τοὺς λόγους τὸν Ἀβραὰμ εἰπεῖν, πολ λὴν εἶναι μεταξὺ ἀληθείας καὶ συνηθείας τὴν διαφοράν. καὶ γὰρ ἡ ἀλήθεια μὲν γνησίως καὶ ζητουμένη μόλις εὑρίσκεται· τὸ ἔθος δέ, ὁποῖον ἂν ᾖ, εἴτε ἀληθὲς εἴτε ψευδές, ἀκρίτως ὑφ' ἑαυτοῦ κρατύνεται. καὶ οὔτε ἀληθεῖ ὄντι ἥδεται ὁ πατρόθεν αὐτὸ παρα δεξάμενος, οὔτε ψευδεῖ ἄχθεται, ὅτι οὐ κρίσει ψυχῆς ἰδίᾳ ἀλλὰ προλήψει πιστεύει καὶ γνώμῃ τῶν πρὸ αὐτοῦ. ἐπ' ἀδήλῳ δὲ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼς ἐλπίδα, οὐ ῥᾳδίως ἔχει τὴν πάτριον ἀποδύ σασθαι περιβολήν, κἂν πάνυ μωρὰ τούτῳ καὶ καταγέλαστος οὖσα σαφῶς ἀποδείκνυται. οἱ μὲν οὖν πολλοὺς καὶ παντοπαθεῖς εἰση γούμενοι θεούς, τὰ ὅμοια δὲ αὐτοῖς καταπραττόμενοι, οὐδὲ αἰ δοῦνται τῷ τῆς κακίας παραδείγματι ἐπερειδόμενοι. οἱ εἱμαρμέ νην δὲ ἀναπλάττοντες καὶ γένεσιν, μηδὲν οὔτε ποιεῖν οὔτε πάσχειν 1.56 δύνασθαι παρὰ ταύτας τερατολογοῦντες, ἀδεῶς ἁμαρτάνουσιν, οὐκ εὐλαβούμενοι, ὡς ὑπὸ γενέσεως ταῦτα ποιεῖν ἀναγκαζόμενοι·