21
ἥτις νῦν Ἐλευθερόπολις καλεῖται, ἐν τῷ σπηλαίῳ ὃ ὠνήσατο ὁ Ἀβραὰμ παρὰ Ἐφρὼν τοῦ Χετταίου τετρακοσίων δραχμῶν, ἐπὶ μαρτυρίᾳ τῶν υἱῶν Χέτ· ἀφ' οὗ καὶ τὰ διὰ γραμμάτων συμβόλαια οἱ Ἕλληνες ὁμολογοῦσι παρειληφέναι. Ἰσαὰκ δὲ τεσσαράκοντα ἐτῶν γενόμενος ἔλαβε 1.59 τὴν Ῥεβέκκαν, θυγατέρα Βαθουήλ, ὃς υἱὸς Ναχὼρ ἦν ὄγδοος καὶ τελευταῖος· ὀκτὼ γὰρ ἦσαν ἀπὸ Μελχᾶς αὐτῷ παῖδες. Να χὼρ δὲ ὁ πατὴρ Βαθουὴλ ἦν ἀδελφὸς Ἀβραάμ. τούτου ἔσχατος υἱὸς Βαθουὴλ πατὴρ ἦν Ῥεβέκκας καὶ Λάβαν τοῦ πενθεροῦ Ἰακώβ. τούτου νέμει τὰ πρόβατα ἐφ' ὅλοις ἔτεσιν εἴκοσι. Ῥεβέκκα δὲ στεῖρα οὖσα μετὰ εἴκοσιν ἔτη ἐγέννησε δύο ἐπὶ τὸ αὐτὸ υἱούς, τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ, ἐν τῷ ξʹ ἔτει Ἰσαάκ. τοῦ δὲ κόσμουἦν ἔτος #22γυοβʹ. Ὅτι κολλυρίδα ποιήσασα Ῥεβέκκα δέδωκε τῷ Ἰακώβ, καὶ εἰσήγαγε μεθ' ἑτέρων δώρων διὰ Ἰσαὰκ πρὸς Ἀβραάμ· ὃν κατέχων ἐν τῷ κόλπῳ αὐτοῦ, εὐλογῶν πολυτρόπως, ἐτελεύτησεν ἀφυ πνώσας ὁ Ἀβραάμ, τῷ ιεʹ ἔτει τῆς ζωῆς Ἰακώβ. Τῷ δὲ μεʹ ἔτει τῆς ζωῆς Ἰακὼβ ὁ Ἠσαῦ καὶ αὐτὸς ὁμόχρονος ὢν αὐτῷ ἔλαβε δύο γυναῖκας, Ἰουδὶθ τὴν θυγατέρα Βεὴρ τοῦ Χετταίου καὶ τὴν Μασεμὰθ θυγατέρα Ἐλὼν Ἐβαίου. Ἰακὼβ δὲ ἐτῶν ὑπάρχων ἑξήκοντα τριῶν οὐκ ἔγνω ὅλως γυναῖκα, ὡς αὐτὸς ἐξεῖπε τῇ μητρὶ Ῥεβέκκᾳ. τῷ δὲ ογʹ ἔτει αὐτοῦ, τοῦ δὲ κόσμου ἔτει #22γφμεʹ κατὰ τὸν ἀκριβῆ λόγον, ἀπέδρασεν Ἰακὼβ ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ δουλεύσας ἔτη ζʹ ἔλαβε τὴν Λεῖαν, καὶ μετὰ ἕτερα ἑπτὰ ἔλαβε τὴν Ῥαχήλ. ἐκ μὲν οὖν τῆς Λείας ἐγέννησε τὸν Ῥουβείμ, τὸν Συμεών, τὸν Λευί, τὸν Ἰούδαν, τὸν Ἰσσαχάρ, τὸν Ζαβουλὼν καὶ τὴν ∆ίναν, ἐκ δὲ τῆς Ῥαχὴλ τὸν Ἰωσήφ, ἐκ δὲ τῆς παιδίσκης Βάλας τὸν ∆ὰν καὶ 1.60 τὸν Νεφθαλίμ, ἐκ δὲ τῆς ∆ελφᾶς τὸν Γὰδ καὶ τὸν Ἀσήρ. εἰκο στὸν τοίνυν ἔτος διατρίψας μετὰ τοῦ Λαβὰν ἀπέδρα ἐξ αὐτοῦ, ὄντος τοῦ Ἰωσὴφ χρόνων τριῶν. διαβαίνων δὲ τὸν Ἰορδάνην ἐπευλογήθη καὶ μετεκλήθη Ἰσραήλ. ὁ δὲ Ἰακὼβ τῆς ὁράσεως ὑπομνησθεὶς ἣν ἐθεάσατο κατὰ τὴν ἄφιξιν τὴν εἰς Μεσοποταμίαν, ἀνέρχεται εἰς Βαιθήλ. ἔνθα κατακοιμηθεὶς εἶδε τὸ ὅραμα. καὶ πάντα ἀποδεκατώσας ἃ ἐκέκτητο, τελευταῖον ὑποβάλλει κλήρῳ τοὺς παῖδας, καὶ τὸν Λευὶ τῷ θεῷ ἀφιεροῖ, ἐτῶν ὑπάρχοντα ιηʹ, καὶ ἀρχιερέα ἀναδείκνυσι, δέκατον ὄντα ἀπὸ ἐσχάτου κατὰ τὸν τῆς ἀστρολογίας. Ῥουβεὶμ γὰρ διὰ τὴν παλλακὴν τοῦ πατρὸς ἐστερήθη τῆς τε βασιλείας καὶ τῆς ἱερωσύνης, πρωτότοκος ὤν. ἐλθόντος δὲ τοῦ Ἰακὼβ πλησίον Σικίμων εἰς πόλιν Σαλήμ, ὑφί σταται ὑπὸ Σιχὲμ τὴν βίαν ἡ ∆ίνα· καὶ ἐκδικεῖται παρὰ Συμεὼν καὶ Λευί, παντὶ τρόπῳ διαχρησαμένων τοὺς περὶ τὸν Σιχέμ. ἔτι δὲ τίκτει ἡ Ῥαχὴλ τῷ Ἰακὼβ τὸν Βενιαμίν, καὶ τελευτήσασα θάπτεται ἐν τῷ Εὐφρανθᾷ, ἔνθα νῦν ἐστὶν ἡ Βηθλεέμ· μεταξὺ γὰρ τῆς Βηθλεὲμ καὶ τῆς Ἱερουσαλήμ, εἰς τὸν ἱππόδρομον, ἡ λάρναξ ἐστὶ τῆς Ῥαχήλ, ὑπερκειμένη τῆς γῆς. καὶ ἐπειδὴ τὸ ἐκ Λευὶ γένος ἐπὶ Ἀαρὼν κατατρέχει καὶ Μωϋσῆν, ὧν ὁ μὲν ἱερατεύει ὁ δὲ στρατηγεῖ τῷ λαῷ, εἰκότως ἐξ αὐτῶν λαμβάνεται ἡ ἐκ τοῦ Ἰακὼβ γενεαλογία. Ῥεβέκκα δέ, ὥς φησιν Ἰώσηπος ἐν τῇ ἀρχαιολογίᾳ, ἠξίωσε τὸν Ἰσαὰκ ἀγαγεῖν Ἠσαῦ καὶ Ἰακὼβ καὶ διαλ 1.61 λάξαι αὐτούς. ὃ δὴ καὶ ποιήσας, καὶ παρακαλέσας αὐτοὺς ἅμα, καὶ ἐνορκίσας εἰρήνην ἄγειν πρὸς ἀλλήλους καὶ τῆς πνευματικῆς οἰκειότητος ἀσπάζεσθαι τὴν διάθεσιν, προεῖπε τῷ Ἠσαῦ ὅτι ἐὰν ἐπαναστῇς τῷ Ἰακώβ, ἐμπεσῇ εἰς τὰς χεῖρας αὐτοῦ. Μετὰ τὴν τελευτὴν Ἰσαὰκ οἱ υἱοὶ Ἠσαῦ παρώξυναν τὸν πατέρα αὐτῶν κατὰ Ἰακὼβ καὶ τῶν υἱῶν αὐτοῦ. καὶ καθοπλι σθεὶς μετὰ ἐθνῶν ἦλθε πρὸς πόλεμον. Ἰακὼβ δὲ ἀποκλείσας τῆς πόλεως τὰς πύλας παρεκάλει τὸν Ἠσαῦ μνησθῆναι τῶν προγονι κῶν ἐντολῶν καὶ παραινέσεων. τοῦ δὲ μὴ ἀνεχομένου ἀλλὰ καὶ μᾶλλον ὑβρίζοντος, τοῦ Ἰούδα παρακαλέσαντος ἐνέτεινε τὸ τόξον Ἰακώβ, καὶ πλήξας κατὰ τοῦ δεξιοῦ μαζοῦ τὸν Ἠσαῦ κατέβαλε· καὶ τούτου τελευτήσαντος ἐξῆλθον τῆς πόλεως οἱ υἱοὶ Ἰακώβ, καὶ πάντας σχεδὸν ἀνεῖλον. τελευτῶσι δὲ πρότερον μὲν ἡ Ῥεβέκκα, μετ' οὐ πολὺ δὲ καὶ ὁ Ἰσαάκ, τῷ Ἰακὼβ τῆς πρωτοτοκίας