22
καταλιπόντες τὰ γέρα. Ὅτι ὁ Ἰσαὰκ ἑκατὸν ἐτῶν ἦν, ὅτε τὰς εὐλογίας τοῦ Ἠσαῦ Ἰακὼβ ἔκλεψεν.
Ὅτι ἐν τοῖς χρόνοις Ἀβραὰμ καὶ Ἰσαὰκ πολυσωμάτους ἀνθρώπους Αἰγύπτιοι ἱστοροῦσι γενέσθαι, τοὺς ὑπὸ Ἑλλήνων Γί γαντας ὀνομαζομένους, τοὺς καὶ δρακοντόποδας. τότε δὲ καὶ τοὺς Κουρῆτας λέγουσι γενέσθαι. οἳ δὲ ἀπογόνους τῶν Ἰδαίων, 1.62 οἳ ἐλέγοντο παρ' Ἕλλησιν εἶναι· καὶ Ἡρακλῆς εἷς τῶν Ἰδαίωνδακτύλων. Ὅτι οἱ Χαλδαῖοι ἀπὸ τοῦ Σὴμ κατάγονται, ἐξ ὧν ὁ Ἀβραάμ. Ὅτι δεκαεπτὰ ἐτῶν ὁ Ἰωσὴφ ὑπὸ τῶν ἀδελφῶν ἐπράθη, μετὰ πέμπτον ἔτος τῆς τελευτῆς Ῥαχήλ, χρυσῶν ὀκτώ. Ὅτι τῷ ρκʹ ἔτει τοῦ Ἰακὼβ Ἰωσὴφ ἦρξε τῆς βασιλείας Αἰγύπτου, τριακονταετὴς ὤν. καὶ τῷ αὐτῷ ἔτει τελευτᾷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ, ζήσας ἔτη ρʹ ὀγδοήκοντα· καὶ ἐτάφη ὑπὸ Ἰακὼβ καὶ Ἠσαῦ τῶν υἱῶν αὐτοῦ. τῷ δὲ ληʹ ἔτει τοῦ Ἰωσὴφ ἤρξατο ὁ λιμός· οὐ γὰρ ἀνέβη ὁ Νεῖλος ἐν ὅλοις τοῖς ἑπτὰ ἔτεσι τοῦ λιμοῦ, ὡς Ἰώσηπος μαρτυρεῖ. μετὰ δὲ δύο ἔτη κατέβη Ἰακὼβ εἰς Αἴγυπτον ἐν οεʹ ψυχαῖς, ἑκατὸν τριάκοντα ἐτῶν ὤν, ὁ δὲ Ἰωσὴφ τεσσαράκοντα. τελευτᾷ δὲ Ἰακὼβ ἑκατὸν τεσσαρακονταεπτὰ ἐτῶν, καὶ θάπτεται ὑπὸ Ἰωσὴφ ἐν Χεβρών. Γεσαῒμ δὲ ἡ πρὸς Αἴγυπτον Ἀρραβία ἐστίν. μετὰ γὰρ οʹ χρόνους τῆς ἐν Αἰγύπτῳ καθόδου Ἰακώβ, ἐτελεύτησεν Ἰωσὴφ ἑκατὸν δέκα ἐτῶν. Μετὰ γοῦν τὸν θάνατον Ἰωσὴφ δουλεύουσιν Ἑβραῖοι τοῖς Αἰγυπτίοις ἔτη ρμδʹ. τὰ πάντα τοίνυν τῆς τῶν Ἑβραίων ἐν Αἰγύπτῳ διατριβῆς ἔτη σιεʹ. λαμβάνουσι δὲ τὴν εὐλογίαν τῶν πρω τοτοκιῶν ἀντὶ τοῦ Ῥουβεὶμ οἱ υἱοὶ Ἰωσὴφ διὰ τὸ τοῦ πατρὸς αὐτῶν σῶφρον, καθὸ ὁ μὲν Ῥουβεὶμ τῇ παλλακῇ συνῆλθε τοῦ πα 1.63 τρός, ὁ δὲ Ἰωσὴφ τῇ Αἰγυπτίᾳ οὐ συνεφθάρη. ἀλλὰ καὶ δεκα τριῶν ἀδελφῶν ὄντων εἰς δώδεκα ἐμερίσθη ἡ γῆ διὰ τὸ τὸν Λευὶ ἀποδεκατοῦν τοὺς λοιποὺς πάντας. Ὅτι Ἰωσὴφ κομιδῇ νέος ὢν ἔτι πρόβατα τοῦ πατρὸς ποι μαίνων ἦν, καὶ μᾶλλον τῶν ἄλλων ἠγαπᾶτο τῷ πατρί. διὸ καὶ οἱ ἀδελφοὶ διαφθονούμενοι οὐδὲν πρὸς αὐτὸν εἰρηνικὸν ἐλάλουν. προσετίθουν δὲ καὶ μῖσος τῶν ἐνυπνίων αὐτοῦ ἀκούοντες. καὶ γὰρ ἔφη "δράγματα δεσμευόντων ἡμῶν ἐν τῷ πεδίῳ ᾤμην μὲν ἀνορθωθῆναι τὸ ἐμόν, τὰ δὲ ὑμέτερα περιστραφέντα προσκυνεῖν αὐτῷ." τούτου γοῦν ἀκούσαντες, καὶ ὡς βασιλεύσει ἐπ' αὐτοὺς ὀρθῶς ἐπικρίναντες, λίαν ἐπέτειναν τὸ μῖσος. προσθεὶς δέ "αὖθις ἐνυπνισάμην" ἔφη, "καί γε ᾤμην τὸν ἥλιον καὶ τὴν σελήνην καὶ ἕνδεκα ἀστέρας προσκυνοῦντάς με καθορᾶν." διαπαίζων δὲ τὸ ὅραμα Ἰακὼβ ἔφη "ἆρα ἐγὼ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἥξομεν προσκυνῆσαί σοι ἐπὶ τῆς γῆς;" καὶ ἐπιτιμή σας παρῄνει σιγᾶν. οὕτω μὲν οὖν τὰ ὁράματα ἀμυδρὰ τῆς ἀλη θείας προτύπωσις ἦν· καὶ γὰρ τοῦτο προφητείας εἶδος, καὶ ἐν πολλοῖς ἐθεωρήθη πολλάκις δι' ὀνείρων ἡ τοῦ μέλλοντος προ δήλωσις, ἐν οἷς διὰ κρείττονος γίνεται κατοχῆς, ὥσπερ ἐν τῷ Φαραὼ καὶ τῷ Ναβουχοδονοσὸρ καὶ ἄλλοις πλείστοις. Ἄξιον δὲ εἰδέναι τὰς διαφορὰς τῶν προφητειῶν. ἡ μὲν γάρ ἐστι πνευματικὴ καὶ ἀληθὴς πάντῃ, ὡς ἡ τοῦ θεοῦ καὶ τῶν ἁγίων, 1.64 ἐν καιρῷ τῷ ἰδίῳ τὸ πέρας τῶν προφητευομένων ἐπιφέρουσα. ἄλλη δὲ δαιμονική, ἐν τοῖς τῶν δαιμόνων θεραπευταῖς ἐνεργου μένη· πολύτροπος δὲ αὕτη, οἵα ἡ τῶν ἀλευρομαντῶν καὶ κριθο μαντῶν λεγομένη, οἵα ἡ Πυθία καὶ ἡ διὰ τῆς ∆ωδωναίας λη ροῦσα δρυός, ἡ διὰ τῶν σπλάγχνων μαντεία καὶ ἡ δι' ὀρνέων πτήσεως, καὶ ἡ διὰ κλαγγῶν καὶ πταρμῶν συμβολική· οἵα ἡ διὰ βροντῆς, μυῶν, γαλῆς, τρισμοῦ ξύλων, ὠτὸς ἤχων, παλμῶν σώματος, συμβολικὴ καὶ οἰωνιστικὴ λεγομένη. ἧς τὸ μέν ἐστιν ὀρνεοσκοπικόν, τὸ δὲ παλμωτικόν, τὸ δὲ οἰωνοσκοπικόν, τὸ δὲ χειροσκοπικόν, τὸ δὲ ἐνόδιον ἢ κληδονιστικόν, οἷον ὅταν ἐκ τοῦ παρατυχόντος εἰρημένου τεκμαίρηταί τις τὸ ἐσόμενον, καὶ ὅταν δι' ὀνομάτων νεκρῶν ἐπικλήσεως, καὶ ὅταν δι' ἄστρων καὶ ὑδά των ἢ ὀνείρων ματαίων, οἷοι καθ' ἑκάστην πᾶσι προσπίπτουσι· σπάνιοι γὰρ λίαν οἱ ἄνωθεν ἥκοντες. οὗτοι δὲ πάντες δαιμονιώ δεις οἱ τρόποι τῆς προφητείας καὶ