23
στοχαστικοί, οἳ κατὰ συμβε βηκὸς ἀληθεύοντες ἔν τισιν ἐν τοῖς πλείστοις ἁμαρτάνουσιν. ἄλλη δὲ προφητεία φυσική, ὡς ἡ διὰ τῶν ἀλόγων· χελιδόνες γὰρ καὶ μύρμηκες καὶ γέρανοι ἐχῖνοί τε καὶ ἀλκυόνες χειμῶνος ἐπιόντος φυσικῶς ἐπαισθάνονται. ἄλλη δὲ τεχνητή, ὡς ἡ παρ' ἰατροῖς καὶ κυβερνήταις ὁρωμένη, ἥτις στοχασμὸς μᾶλλον ἢ προφητεία μετωνόμασται. καὶ παρὰ ταύτας ἡ δημώδης τε καὶ κοινή, ὡς ὅταν εἴπῃ τις ὅτι μετὰ τρεῖς ἡμέρας ἔσται χειμών, ὅτι ἐκ φιλο 1.65 νεικίας ψυχῆς πολλάκις μῖσος ἐγείρεται, ἐκ τοῦ μίσους δὲ ἔριδος ἀνισταμένης καὶ κρατυνομένης ζῆλος ἐγένετο πικρός, ἐκ δὲ τοῦ φθόνος ἐνέσκηψε κρυπτός, ἐκ δὲ τοῦ ὁ θυμὸς ἀνῆπται δεινός, ἐκ τοῦ θυμοῦ δὲ θάνατος ἀνακύπτει πονηρός, εἰ μὴ κρείττοσι δη λονότι προνοίαις ἀνακόπτοιτο. Ἐν τῷ πραθῆναι τὸν Ἰωσὴφ ἐν Αἰγύπτῳ Πετεφρῇ εὐνούχῳ τῷ ἀρχιμαγείρῳ Φαραώ, καὶ ἐν δεσμωτηρίῳ ἐγκλεισθῆναι, συνέβη τὸν ἀρχισιτοποιὸν καὶ τὸν ἀρχιοινοχόον, τοὺς εὐνούχους Φαραώ, ἐγκλεισθῆναι ἐν τῷ αὐτῷ δεσμωτηρίῳ ἔνθα καὶ Ἰωσήφ. ἡμερῶν δὲ διελθουσῶν ἀμφότεροι εἶδον ἐνύπνια. ὁ μὲν ἀρχιοινοχόος ἄμ πελον εἶδε θάλλουσαν βλαστοῖς καὶ πεπείρους βότρυας σταφυλῆς προβάλλουσαν, τρεῖς δὲ ταύτην ὑπέχουσαν κάτωθεν πυθμένας. "ἐγὼ δέ" φησίν "ᾤμην τῷ ποτηρίῳ τὴν σταφυλὴν ἐκθλίβων εἰς τὴν χεῖρα διδόναι Φαραώ." καὶ ὁ Ἰωσὴφ τοὺς τρεῖς πυθμένας ἔτι τρεῖς ἡμέρας ἔσεσθαι φησί, καὶ τῆς ἀρχῆς σου μεμνήσεται ὁ Φαραώ, καὶ ἀποκαταστήσει σε εἰς τὴν προτέραν ἀρχιοινοχοΐαν. ἀλλὰ μνήσθητι κἀμοῦ, ὅταν εὖ σοι γένηται, ὅτι μάτην διαβλη θεὶς τῷ ὀχυρώματι τούτῳ κατακέκριμαι. ἐπὶ τούτοις καὶ ὁ ἀρχι σιτοποιὸς ἔφη "τρία κανᾶ χονδριτῶν σιτοποιοῦ, ἐξ ὧν ἔργων ὁ βασιλεὺς ἐσθίει, ἐπὶ τῆς κεφαλῆς μου ἔχειν ὑπελάμβανον· καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπιόντα κατήσθιεν αὐτά." καὶ ὁ Ἰωσήφ "ἔτι τρεῖς ἡμέραι" ἔφη, "καὶ ἀφελεῖται Φαραὼ τὴν κεφαλήν σου ἀπό σου, καὶ ἐπὶ ξύλον κρεμάμενον τὰ ὄρνεά σε καταθοινήσονται. 1.66 κατὰ τὴν κρίσιν οὖν τοῦ Ἰωσὴφ οὕτω καὶ ἐγένετο. μετὰ ταῦτα δύο ἐτῶν παρῳχημένων αὐτὸς ἐνύπνιον εἶδε Φαραώ. ἑπτὰ βόας καλὰς τῷ εἴδει καὶ ταῖς σαρξὶ λιπαράς, ἀναβαινούσας ἐκ τοῦ πο ταμοῦ καὶ ἐν τῷ ἄχιν νεμομένας ᾤετο ὁρᾶν, ἄλλας δὲ ἑπτὰ βόας ἑπομένας ταῖς πρώταις, αἰσχρὰς τῷ εἴδει καὶ λεπτάς, αἳ καὶ κατέφαγον τὰς λιπαρὰς καὶ ἐκλεκτάς. εἶτα ἐγερθεὶς καὶ αὖθις δεύτερον ἐνυπνισθεὶς ὁ βασιλεὺς ὁρᾶν ἐδόκει ἑπτὰ στάχυας ἐν ἑνὶ πυθμένι ἀνιέναι, καλοὺς καὶ ἐκλεκτούς, καὶ μετ' αὐτοὺς ἄλλους ἑπτὰ ἀναφύεσθαι ἀνεμοφθόρους καὶ λεπτούς, οἳ τοὺς ἐκλεκτοὺς καὶ πλήρεις κατέπιον. ταῦτα ἰδὼν Φαραὼ ἐταράχθη, καὶ ὁ ἀπαγγέλλων αὐτῷ τὴν σύγκρισιν οὐκ ἦν. ἀναμιμνήσκεται οὖν ὁ ἀρχιοινοχόος τοῦ Ἰωσήφ, ὃς καὶ παραστὰς τὰς μὲν ἑπτὰ βόας τὰς καλὰς καὶ τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς ἑπτὰ ἔτη εὐθηνίας εἶναι φησί, τὰς δὲ ἑπτὰ βόας τὰς ἰσχνὰς καὶ τοὺς ἑπτὰ στάχυας τοὺς λεπτοὺς καὶ κενούς, ἑπτὰ ἔτη λιμοῦ ἰσχυροῦ ἐπακολουθήσει, ἅπερ ἐξαναλώσει πάντα τὰ ἀγαθὰ τῶν ἐτῶν τῆς εὐθηνίας. τὸ δὲ δευτερῶσαι τὸ ἐνύπνιον, ἀληθές ἐστι δηλοῖ. τὸ δὲ καὶ διὰ τῶν ἀσταχύων δευτερωθῆναι τὸ διὰ τῶν γεωργημάτων τῆς γῆς σημαί νει· ὅπερ καὶ ταχυνεῖ τοῦ ποιῆσαι ὁ θεός. ἦν μὲν οὖν ἐτῶν τριά κοντα ὁ Ἰωσήφ, ὅτε παρέστη τῷ Φαραώ· ᾧ καὶ γυναῖκα τὴν Ἀσενὲθ ἐδίδου, θυγατέρα τοῦ ἱερέως Πετεφρῆ, μεθ' ἧς καὶ δύο υἱοὺς ἐτετόκει, Μανασσῆν καὶ Ἐφραΐμ. τοῦ λιμοῦ δὲ ἐπὶ ἑπταετίᾳ 1.67 γενομένου πάντα μὲν χρυσὸν καὶ κτήνη καὶ γῆν, ἀλλὰ μὴν καὶ ἐξ ἀνθρώπων ἀνδράποδα τῷ οἴκῳ Φαραὼ εἰσεποιήσατο· ἐν δὲ τῷ ἑβδόμῳ ἐνιαυτῷ σπέρματα δοὺς πάσῃ τῇ γῇ Αἰγύπτου, τὸ πέμ πτον μέρος ἀποκληροῦν ἐποίησε τοῖς βασιλείοις. ὅπερ καὶ μέχρι τῆς νῦν κρατεῖ ἐν Αἰγύπτῳ, μόνων τῶν ἱερέων ὑπεξῃρημένων· τὴν ἱερατικὴν γὰρ γῆν ἀτελῆ καταλέλοιπε μόνην. οἱ δὲ Αἰγύπτιοι σωτηρίαν μεγίστην καὶ εὐεργεσίαν τοῦτο ἡγησάμενοι, ἄχρι τοῦ δεῦρο ἀποπεμπτοῦν παρειλήφασι τῷ Φαραὼ πάντας τοὺς καρ ποὺς τῆς γῆς αὐτῶν. Ἑπτακαίδεκα μὲν ἔτη ὁ Ἰακὼβ ἐπέζησεν ἐν