24
Αἰγύπτῳ τῷ Ἰωσήφ, τῆς ζωῆς δὲ αὐτῷ αἱ πᾶσαι ἡμέραι εἰς ρμζʹ ἔτη ἐξεμε τρήθησαν. ἤγγιζε μὲν οὖν ἡ ἡμέρα τῆς αὐτοῦ τελευτῆς, αὐτὸς δὲ τὸν Ἰωσὴφ προσκαλούμενος θεῖναι τὴν χεῖρα ὑπὸ τὸν μηρόν, ὡς ἔθος, καὶ ὀμόσαι αὐτῷ κατεδυσώπει μὴ θάψαι αὐτὸν ἐν Αἰ γύπτῳ, ἀλλ' ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἀναγαγεῖν. αὐτοῦ δὲ καταθεμένου καὶ ὀμωμοκότος εὐθὺς προσκυνῆσαι τὸν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου Ἰωσήφ. μετὰ ταῦτα ἀκούσας ὁ Ἰωσὴφ ὅτι ἐνοχλεῖται ὁ πατήρ, τοὺς δύο υἱοὺς Μανασσῆν καὶ Ἐφραῒμ ἀναλαβόμενος ἧκεν εἰς ἐπίσκεψιν. Ἰσραὴλ δὲ ἀνεκάθισε, καὶ ἀνοίξας τὸ στόμα τῶν εὐλογιῶν τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν, ὧν αὐτῷ ἐν γῇ Χαναὰν χρηματίζων ἐπήγγελται, ὑπομιμνήσκει. ἰδιο ποιεῖται δὲ τοὺς δύο υἱοὺς αὐτοῦ, τοὺς γενομένους αὐτῷ ἐν γῇ 1.68 Αἰγύπτου, Ἐφραῒμ λέγω καὶ Μανασσῆν, εἰπών "ὡς Ῥουβεὶμ καὶ Συμεὼν οὗτοί μοι ἔσονται, τὰ δέ γε ἔκγονα τούτων σοὶ ἔσον ται." ὅτι γὰρ ἔμελλεν ὥσπερ τἆλλα οὕτω καὶ τοὺς υἱοὺς τῷ θεῷ ἀποδεκατοῦν ὁ Ἰσραὴλ (καὶ γὰρ ὁ Λευὶ εἰς κλῆρον ἀφώρι σται μετὰ ταῦτα τῷ θεῷ), ἵνα μὴ ὁ τῶν δώδεκα φυλῶν ἀριθμὸς ἐλαττωθῇ, τούτου χάριν οἶμαι ὁ Ἰσραὴλ τὸν Ἰωσὴφ ἀντὶ δύο υἱῶν ἡγησάμενος τοὺς υἱοὺς αὐτοῦ εἰς φυλὰς διετάξατο δύο, Ἐφραῒμ δηλαδὴ καὶ Μανασσῆν. καὶ οἱ μὲν ὀφθαλμοὶ τοῦ Ἰσραὴλ βαρυωποῦντες ἀπὸ τοῦ γήρως ἦσαν, ἀμυδρὰ δὲ ὁρῶντες ὁρῶσι τοὺς υἱοὺς Ἰωσήφ, καὶ ἐπυνθάνετο τίνες ἂν εἶεν. οὓς καὶ προσεγγίσαντας περιέλαβε καὶ κατεφίλησεν, καὶ φησὶ πρὸς Ἰωσήφ "ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστέρησέ με ὁ θεός, ἀλλ' ἔδειξέ μοι καὶ τὸ σπέρμα σου." ἐξαγαγὼν δὲ Ἰωσὴφ αὐτοὺς ἀπὸ τῶν γο νάτων Ἰσραὴλ τοῦ προσκυνῆσαι αὐτῷ, εἶτα τὸν Μανασσῆν μὲν ἐν τῇ δεξιᾷ ἐξ ἀριστερῶν δὲ τὸν Ἐφραΐμ, αὐτὸς τὰς χεῖρας ἀμείβων τὴν μὲν δεξιὰν ἐπὶ τοῦ νεωτέρου τὴν ἀριστερὰν δὲ ἐπὶ τοῦ πρεσ βυτέρου τὴν κεφαλὴν τιθείς, εἰς μυστήριον σταυρικοῦ τύπου, οὕ τως εὐλόγησεν αὐτοὺς ὥστε πληθυνθῆναι αὐτοὺς ἐπὶ τῆς γῆς καὶ ὥστε αὐτοὺς ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ καὶ τῶν πατέρων αὐτοῦ. βαρὺ δὲ κατεφάνη τοῦτο τῷ Ἰωσήφ, καὶ τῆς πατρικῆς δεξιᾶς ἀντελάβετο, ἀφελεῖν βουλόμενος ἀπὸ τῆς κεφαλῆς Ἐφραῒμ καὶ ἐπιθεῖναι ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, "οὗτός ἐστι, πάτερ," εἰ 1.69 πών, "ὁ πρεσβύτερος, καὶ τούτῳ ἐπίθες, ὡς καθήκει, τὴν δε ξιάν." αὐτὸς δέ "οἶδα, τέκνον, οἶδα" ἀπεκρίθη· "αὐτὸς ἔσται εἰς λαὸν καὶ ὑψωθήσεται, ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μεί ζων αὐτοῦ ἔσται," καθάπερ ὁ νέος καὶ ἐν πνεύματι Ἰσραὴλ τοῦ πρεσβυτέρου καὶ κατὰ σάρκα Ἰσραὴλ ὁμολογουμένως μείζων ἐστί. μετὰ ταῦτα τοὺς πάντας υἱοὺς ὁ Ἰσραὴλ συγκαλούμενος διετίθετο αὐτοῖς ἀπὸ τοῦ πρώτου ἕως τοῦ ἐσχάτου, οἷς μὲν ἐπὶ τοῖς πε πραγμένοις διέλεγξιν καὶ μέμψιν, οἷς δὲ προφητείαν τοῦ μέλλον τος καὶ τῶν ἐσομένων δήλωσιν, οἷς δὲ εὐλογίαν καὶ ἔπαινον· καὶ καθὼς ἐδίδου τὸ πνεῦμα, ἑκάστῳ τὸ δέον ἐπιφθεγξάμενος ὁ μα κάριος οὕτως ἐτελεύτα. καὶ πρώτην μὲν ῥῆσιν, οὐκ εὐλογίας ἀλλὰ μέμψεως καὶ ἐλέγξεως, τῷ πρωτοτόκῳ Ῥουβεὶμ ἐπιφωνεῖ, ἰσχὺν μὲν αὐτὸν καὶ τῶν τέκνων ἀρχὴν ἀποκαλῶν, σκληρῶς δὲ καὶ αὐθαδῶς φερόμενον ὑβρίζειν ἔν τε ἄλλοις πλείστοις καὶ ἐν τῷ ἐπὶ τὴν κοίτην ἀναβαίνειν καὶ μιαίνειν τοῦ πατρὸς τὴν στρωμνὴν μετὰ Βάλας τῆς αὐτοῦ παλλακῆς. παραγγέλλει τοίνυν μηκέτι ὡς ὕδωρ ἐκζέσαι τοῦτον ἀσελγεῖ πόθῳ καὶ ἐπ' ἀνομίᾳ προσθεῖναι ἀνο μίαν. δεύτερον δὲ τὸν θυμὸν Συμεὼν καὶ Λευὶ καὶ τὴν μῆνιν ἐπικαταρᾶται, ὡς αὐθάδη τε καὶ σκληρὰν τὴν εἰς τοὺς Σιχιμίτας μιαιφονίαν καὶ πᾶσαν αὐτῶν τὴν κατὰ ἀθώων ὕβριν διασύρων, καὶ τὴν ἀδικίαν τῆς αὐτῶν προαιρέσεως, ὥσπερ καὶ ἣν διὰ τὴν ἀδελφὴν αὐτῶν ∆ίναν ἀναιτίοις ἐπήγαγον, μήποτε ἐπερεῖσαι τὰ σπλάγχνα ἤτοι συναινέσαι τῇ βουλῇ αὐτῶν ἐπευχόμενος. τῷ Ἰούδα δὲ σαφῶς, διὰ τὸν ἐξ αὐτοῦ μέλλοντα βλαστάνειν Χρι 1.70 στόν, αἴνεσιν καὶ προσκύνησιν καὶ νίκην κατὰ τῶν ἐχθρῶν αὐτοῦ πάντων εὐαγγελίζεται· ὃν καὶ ὡς σκύμνον λέοντος διὰ τὸ φύσει βασιλικὸν τοῦ μονογενοῦς, ὡς ἐκ βλαστοῦ δὲ αὐτοῦ ἀναβῆναι διὰ τὴν ἐκ παρθένου γέννησιν ἢ