25
σάρκωσιν, καὶ αὐτὸν δὲ τοῦτον ἀνα πεσόντα κοιμηθῆναι καὶ ἐγερθῆναι διὰ τὸ πάθημα τοῦ θανάτου καὶ τὴν ἀνάστασιν, ἀριδήλως ὁ θεῖος ἐκεῖ πρῶτος προηγόρευσεν Ἰσραήλ. μὴ ἐκλείψειν δὲ ἄρχοντα ἐξ Ἰούδα ἢ ἡγούμενον, ἕως ἄν, φησίν, ἔλθῃ ὃ ἀπόκειται, τουτέστιν ὁ Χριστός, ὅς ἐστιν ὄν τως προσδοκία τῶν ἐθνῶν· ὃς τὸ ἐπὶ τῇ βασιλείᾳ καὶ ἡγεμονίᾳ καὶ ἀρχικῇ ἐξουσίᾳ πάσῃ γαυρίαμα ἀφελόμενος τῶν Ἰουδαίων, καὶ εἰς ἑαυτὸν πᾶν τὸ κράτος τῶν ὅλων ὡς παντοκράτωρ ἀναρτησάμενος, οἷς βούλεται τοῦτο καὶ χαρίζεται. οὗτος πρὸς τὴν ἄμπελον αὐ τοῦ, ἥ ἐστιν ἐκ περιτομῆς τῶν ἁγίων ἐκκλησιῶν, τὸν πῶλον τῆς ὄνου, τὰς ἐξ ἐθνῶν ἐκκλησίας, ἐν τῇ ἕλικι τῆς ἀμπέλου ἤτοι τῷ πνεύματι τῆς ἀγάπης προσεδέσμευσεν. οὗτος τὴν αὐτοῦ στολὴν καὶ τοῦ σώματος τὴν περιβολήν, ὡς ἐν οἴνῳ τῷ αἵματι τῆς στα φυλῆς βεβαμμένην, ἐν τῷ οἰκείῳ αἵματι πλυνεῖ, ὅ ἐστιν, ἐκ τῆς φυσικῆς φθορᾶς εἰς ἀφθαρσίαν μεταβαλεῖ, ἐν σταυρῷ αἱματού μενος καὶ ἐκ νεκρῶν ἀμίαντος καὶ ἄφθαρτος ἀνιστάμενος. τού του καὶ οἱ ὀφθαλμοὶ χαροποί, ὡς ἀπὸ οἴνου τοῦ πνεύματος πε πληρωμένοι τοῦ ἁγίου, οἱ ὀδόντες δὲ ὑπὲρ τὸ γάλα λευκοί, τὸ ὑπερφυῶς φωτοειδέστατον τῶν αὐτοῦ λόγων καὶ καθαρώτατον ἐμφαίνοντες. Ζαβουλὼν παράλιον πρὸς ὅρμον πλοίων προελόμε 1.71 νος κατοικεῖν ἕως Σιδῶνος τῆς πόλεως τὴν αὐτοῦ κατοίκησιν παρα τενεῖ. ὁ Ἰσσαχὰρ δὲ τὴν ἐν μέσῳ τῶν κλήρων ἰδὼν γῆν, ὅτι πίων, ὅτι εὔκαρπος καὶ καλή, φιλοπονεῖν αἱρετίσεται καὶ ἀνὴρ γεωργὸς ἔσται. καὶ ∆ὰν μὲν τὸν λαὸν αὐτοῦ, φησί, κρινεῖ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ, ὡς ἡ βασιλικὴ τοῦ Ἰούδα φυλή, καθάπερ πάλαι ὁ Σαμψὼν καὶ ὕστερον ὁ τῆς ἀνομίας υἱός, ὥσπερ τις ὄφις ἐφ' ὁδοῦ τοῦδε λανθανόντως τοῦ βίου λοχῶν, καὶ πτέρναν ἵππου, τοῦ ἀπερισκέπτως τὸν βίον τουτονὶ τρέχοντος τὴν ὁδόν, διαστρέψας. τοῦτον γὰρ δάκνων καὶ λοιπὸν πανούργως ὑπὸ τοῦ θεοῦ ὑποσκελίσας, πεσεῖται χαμαὶ ὁ ἱππεύς, πιστὸς καὶ εὐσεβὴς ἄνθρωπος, μετανοῶν καὶ τὴν ἐκ θεοῦ σωτηρίαν αὖθις ἀνακαλού μενος. τὸν Γὰδ δὲ πειρατήριον, φησί, πειρατεύει, οἷα πολλὰ κατὰ τοὺς πολλοὺς καιροὺς πειρατήρια τῷ Γὰδ μὲν ἀπὸ τῶν πλη σιοχώρων συνέπεσεν ἐχθρῶν, αὐτοῖς δὲ αὖθις ὁ Γὰδ πειρατήριον κατὰ πόδας ἐπενήνεκται. καὶ Ἀσὴρ μὲν οὕτως τῷ ἄρτῳ περισ σεύει ὡς καὶ τοῖς ἄρχουσι διδόναι τροφήν, Νεφθαλεὶμ δὲ στελέχει φυτοῦ ἀνειμένῳ παρεικασθήσεται, ἐπιδιδοὺς εἰς πλῆθος καὶ κάλ λος δυνάμεως ὡς γεννήματα πληθύϊ καρπῶν. τοῖς μὲν οὖν τὰ τοιαῦτα προφητεύων ἐπέλεγεν ὁ Ἰσραήλ. σφόδρα δὲ τὸν Ἰωσὴφ ὡς λίαν ἠγαπημένον εὐλογῶν "υἱὸς ηὐξημένος καὶ δεδοξασμένος, ὡς ζηλωτὸς ἢ ἐπίζηλος καὶ μακάριός μου ὁ υἱὸς ὁ νεώτερος. Ἰωσήφ, πρός με ἀνάστρεψον, πρός με τὸν πατέρα τὸν σόν. ὅρα 1.72 λοιπὸν μὴ πρὸς Φαραώ, μὴ πρὸς Αἰγυπτίους ἀσεβεῖς, ἀλλὰ πρὸς ἐμέ, φησί, καὶ τὴν εὐσέβειαν τῶν πατέρων ἐπιστρέφου τῶν σῶν. καὶ γὰρ κατά σου διαβουλευόμενοι ἐλοιδοροῦντο καὶ ἐνεῖχον τοξόται, τρῶσαι θέλοντες καὶ ἀποκτεῖναι· ἢ ὥσπερ οἱ ἀδελφοὶ διαφθονούμενοι πρότερον, καὶ ἄλλοι τοῦτο δράσουσι μετέπειτα εἰς ἐκγόνους τοὺς σούς. ἀλλὰ διὰ χειρὸς δυνάστου τοῦ ἐμοῦ θεοῦ τοῦ κατισχύσαντος Ἰσραὴλ συνετρίβη τὰ τόξα αὐτῶν, καὶ τὰ νεῦρα τῶν βραχιόνων αὐτῶν ἐξελύθη. καὶ εὐλόγησέ σε ὁ θεὸς ὁ ἐμὸς εὐλογίαν οὐρανοῦ καὶ γῆς, οὐρανίοις χαρίσμασιν ἀγαθῶν ἀρετῶν καὶ ἐπιγείοις καταπλουτίσας ἀγαθοῖς πᾶσι. καὶ διὰ τὰς ἀπὸ μα στῶν καὶ μήτρας τῆς μητρός σου εὐλογίας καὶ διὰ τὰς τοῦ πατρός σου ἐκ νηπίου ἐπιθυμίας καὶ ἀγαπήσεις ὑπερίσχυσας καὶ ἐδυνά σθης ὑπὲρ εὐλογίας ὀρέων μονίμων, ἤτοι βασιλέων πολυχρονίων, καὶ ἐπιθυμίας θινῶν αἰωνίων, ἤτοι βουνῶν καὶ ἀρχόντων μακρο βιότητι διευθηνουμένων πάντων ὑπερέσχες. αὗται γοῦν, φησίν, αἱ εὐλογίαι εἴησαν ἐπὶ κεφαλὴν Ἰωσὴφ καὶ ἐπὶ κορυφὴν ὧν αὐτὸς ἡγεῖται ἀδελφῶν. Βενιαμὶν δὲ λύκος ἅρπαξ· τὸ πρωϊκὸν αὐτὸς ἔδεται, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν. τοιοῦτον γοῦν τι πέπονθεν ἡ τούτου φυλή.