26
Εἰδέναι δὲ δεῖ ὅτι ἐάν τις ἐκ παρατάσεως ἁμαρτάνει πειράζων τὸν θεὸν ὡς μὴ ἐπεξιόντα τοῖς πονηροῖς, ὁ τοιοῦτος οὔτε μετα νοίας ἀξιοῦται οὔτε ἀφέσεως, ὥσπερ γε καὶ ἄλλοι πλείους καὶ οὗ τος Φαραώ. κἂν λέγῃ τις παρ' ἑαυτῷ, ὅσιά μοι γένοιτο, ὅτι 1.73 πορεύσομαι ἐν τῇ ἀναστροφῇ τῆς καρδίας μου τῆς πονηρᾶς, καὶ ὀψέ ποτε μετανοήσω, ὥσπερ Ἀμὼς ὁ τοῦ Μανασσῆ. διὸ καὶ τὸ τάχος ἐξωλόθρευσεν αὐτὸν ὁ θεός. Ὅτι γεωμετρίαν μὲν Αἰγύπτιοι πρῶτοι ἐξεῦρον, ἀστρολο γίαν δὲ καὶ γενεθλιαλογίαν Χαλδαῖοι, Ἄραβες καὶ Φρύγες οἰωνο σκοπίαν, θεοῖς δὲ θύειν Χαλδαῖοι εἴτ' οὖν Κύπριοι (διφοροῦν ται γάρ, ἔθνος Περσικὸν ὄντες), ἀστρονομίαν δὲ Βαβυλώνιοι διὰ Ζωροάστρου, ἐξ ὧν παρέλαβον Αἰγύπτιοι, μαγείαν δὲ καὶ γοη τείαν καὶ φαρμακείαν Μῆδοι καὶ Πέρσαι. ἔστι δὲ μαγεία μὲν ἐπίκλησις δαιμόνων ἀγαθοποιῶν δῆθεν πρὸς ἀγαθοῦ τινὸς σύστα σιν, ὥσπερ τὰ τοῦ Τυανέως Ἀπολλωνίου· γοητεία δὲ καλεῖται ἀπὸ τῶν γόων καὶ θρήνων τῶν περὶ τοὺς τάφους τοῖς τὰ τοιαῦτα ἐπι τηδεύουσι γινομένων· φαρμακεία δέ, ὅταν συσκευασία θανατη φόρος ᾖ πρὸς φίλτρον δοθεῖσά τινι διὰ τοῦ στόματος. Ἰστέον ὅτι τὸ Φαραὼ κοινὸν ὄνομα πάντων τῶν Αἰγύπτου βασιλέων ἐστίν, ἀπὸ τοῦ πρώτου Φαραώ, ὥσπερ καὶ Πτολεμαῖοι ὕστερον, καὶ Αὔγουστοι οἱ βασιλεῖς Ῥωμαίων ἀπὸ τοῦ Αὐγού στου ἐκαλοῦντο. ἰδίῳ δὲ ὀνόματι ἕκαστος ἐχρῆτο, ὥσπερ καὶ ὁ σκληροκάρδιος οὗτος Φαραὼ Πετισσώνιος, ὡς ἱστοροῦσιν οἱ πα λαιοί, ἰδίῳ ὠνόμαστο ὀνόματι, ὃς ὑπὸ τῶν θεηλάτων πληγῶν περιστατούμενος, εἰς τὸ περιβόητον ἐν Μέμφει μαντεῖον γενόμε νος καὶ θυσιάσας, ἐπύθετο παρὰ τῆς Πυθίας οὕτω φάσκων 1.74 "σαφήνισόν μοι, τίς ἐστι πρῶτος ὑμῶν καὶ μέγας θεὸς τοῦ Ἰσραήλ." καὶ εὐθὺς ἀπεφθέγξατο χρησμολογοῦν οὕτω τὸ πνεῦμα "ἔστι κατ' οὐρανοῦ μεγάλοιο βεβηκός, φλογὸς ὑπερ βάλλον, αἴθριον ἀέναον ἀθάνατον πῦρ, ὃ τρέμει πᾶν, οὐρανὸς γαῖά τε καὶ θάλασσα, ταρτάριοι βύθιοί τε δαίμονες ἐρρίγησαν. οὗτος θεὸς ἀπάτωρ, αὐτοπάτωρ, πατὴρ υἱὸς αὐτὸς ἑαυτοῦ τρισόλβιος. εἰς μικρὸν δὲ μέρος ἀγγέλων ὑμεῖς. μαθὼν ἄπιθι σιγῶν." οὕτως ἀκούσας Φαραὼ αὐτίκα πλακὶ λιθίνῃ γραφῆναι ταῦτα κελεύει τὰ ῥήματα· καὶ ἔστιν ἐκεῖ γεγλυμμένα ἐν τῷ ἱερῷ ἐν Μέμφει. ἐκεῖθεν καταβὰς ἀπέλυσε παραχρῆμα τὸν λαόν. Ὅτι ἀπὸ Ἀδὰμ ἕως τῆς τελευτῆς τοῦ Ἰωσὴφ γενεαὶ κγʹ, ἔτη #22γχοβʹ. Ὅτι Μωϋσῆς καὶ Ἄδμωσις καὶ Τέθμωσις ὠνομάζετο, υἱὸς Ἀβραάμ, ἔγγονος Καγὰθ υἱοῦ Λευί· ὁ γὰρ Λευὶ ἐγέννησε τὸν Καγαθάθ, ὁ δὲ τὸν Ἀβραάμ. ὁ δὲ τὴν Ἰοχαβὲδ τοῦ ἀδελφοῦτοῦ πατρὸς αὐτοῦ λαβὼν γυναῖκα ἐγέννησε πρῶτον τὸν Ἀαρών, εἶτα Μωϋσῆν καὶ τὴν ἀδελφὴν αὐτῶν Μαριάμ. ἐκ φυλῆς δὲ Λευὶ ἦν Μωϋσῆς, καὶ διὰ τοῦτο οὐ γενεαλογεῖται μετὰ Ἰωσήφ. ξεʹ δὲ ἔτη εἰσὶν ἀπὸ τῆς τελευτῆς Ἰωσὴφ ἕως γεννήσεως Μωϋ σέως. καὶ πληροῦται τὰ τετρακόσια τριάκοντα ἔτη ἀπὸ τοῦ οεʹ ἔτους Ἀβραὰμ ἕως τοῦ πρώτου ἔτους Μωϋσέως. εἰ δὲ τετρακό 1.75 σια μόνα ζητεῖς, ἀπὸ τοῦ ἑκατοστοῦ ἔτους Ἀβραὰμ ἀριθμήσας εὑρήσεις. ἀριθμοῦνται γὰρ παρά τινων τὰ τῆς δουλείας ἔτη ρμεʹ ἀπὸ τῆς τελευτῆς Ἰωσὴφ ἕως παʹ ἔτους Μωϋσέως. λέγουσι δὲ ὡς τοῦ Μωϋσέως γεννηθέντος Μελχίαν παρὰ τοῦ πατρὸς κληθῆναι, ὅπερ ἐστὶ βασιλεύς. τὸ δὲ καλεῖσθαι Μωϋσέα, ἐξ ὑδάτων τοῦτο ἐτέθη ὕστερον, προϊστοροῦν τὰ ἐπὶ τῆς ἐρυθρᾶς δι' αὐτοῦ γενό μενα θαύματα. θεοφιλὴς δὲ ὢν ὁ πατὴρ αὐτοῦ ἐχρηματίσθη τὰ κατ' αὐτὸν ἅπαντα. ἀναιρεῖσθαι δὲ προσέταξε Φαραὼ τὰ τῶν Ἑβραίων ἄρρενα δεινοῦ τινὸς ἱερογραμματέως ἀκούσας πρόρρησιν, εἰπόντος ὅτι τὸ γενόμενον παιδίον τούτῳ τῷ καιρῷ τὴν τῶν Αἰγυ πτίων ἀρχὴν καταλύσει. Μούθιδις δὲ ἡ θυγάτηρ Φαραώ, ἡ καὶ Φαρηΐς, βασιλὶς οὖσα, τοῦτον ἀνελομένη τοῦ ὕδατος, ταῖς συμ πορευομέναις γυναιξὶ τοῦτον θηλάζειν ἐπέτρεψεν. αὐτὸς δὲ πάσας ἀπεστράφη. Μαρία δὲ ἡ τούτου ἀδελφὴ τῇ Μούθιδι συνοῦσα, ἥτις καὶ ῥιφέντος Μωϋσέως ἐσκόπει τὸ ἐκβησόμενον, τὴν ἰδίαν μητέρα Ἰοχαβέτην λεγομένην καλεῖ ὡς ἀλλοτρίαν, καὶ μισθοὺς ὑποσχεθέντας αὐτῇ τῆς τιτθείας ἀνατρέφειν δοῦσα, μετὰ τὴν