27
πρώτην ἡλικίαν ἀνδρωθέντα Μωϋσέα ὀνομάζει· ἐκ τοῦ ὕδατος γάρ, φησίν, αὐτὸν ἀνειλόμην. ὡραιότατον δὲ ὄντα υἱοποιή σατο. τούτου τοῦ κάλλους καὶ Θαρβῆ μετὰ ταῦτα, ἡ θυγάτηρ βασιλέως Αἰθιόπων, ἐπιθυμήσασα, τὴν Σαββὰ μητρόπολιν Αἰ θιοπίας προύδωκεν· ἣν χρόνοις ὕστερον Καμβύσης ἑλὼν ὁ Κύρου Μερόην εἰς ὄνομα τῆς ἀδελφῆς ἐκάλεσε. φασὶ δὲ ὅτι ποτὲ τοῦ 1.76 τον ἡ θετὴ μήτηρ Φαρία τῷ Φαραὼ προσαγαγοῦσα, ἐκεῖνος τὸν ἐπὶ τῆς κεφαλῆς στέφανον αὐτοῦ τὸν βασιλικὸν ἀφελὼν περιέθηκε τῷ Μωϋσῇ νηπιάζοντι· ὁ δὲ τοῦτον ῥίψας κατεπάτησεν. Ὅτι Μωϋσῆς ἐν τοῖς χρόνοις Ἰνάχου ἦν ἀκμάζων τοῦ κατὰ Πελοπόννησον. ἐν ἄλλοις δὲ εὕρηται ὅτι κατὰ μὲν Ἴναχον τὸν πρώτως βασιλεύσαντα Ἄργους Ἰσραὴλ γενόμενος, ἐξ οὗ τὸ δωδεκάφυλον τοῦ Ἰουδαίων ἔθνους τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἠξιώθη, κατὰ δὲ τὴν Σεμίραμιν τὸν Ἀβραάμ. Μωϋσέα δὲ τού των μὲν νεώτερον, τῶν δὲ παρ' Ἕλλησιν ἀρχαιολογουμένων ἁπάν των πρεσβύτατον, Ὁμήρου λέγω καὶ Ἡσιόδου καὶ αὐτῶν τῶν Τρωϊκῶν, καὶ ἔτι ∆ιοσκούρων Ἀσκληπιοῦ ∆ιονύσου ἡρώων τε πάντων, Ἑρμοῦ τε καὶ Ἀπόλλωνος τῶν τε λοιπῶν παρ' Ἕλλησιθεῶν μυστηρίων τε καὶ τελετῶν, ∆ιός τε αὐτοῦ καὶ τῶν παρ' Ἕλλησι μνημονευομένων πράξεων. τούτων γὰρ ἁπάντων τὴν ἱστορίαν νεωτέραν καὶ τῆς Κέκροπος ἡλικίας Ἑλλήνων παῖδες παραδιδόασι, Μωϋσέα δὲ ἡ παροῦσα συνεξέτασις κατὰ Κέκροπα τὸν διφυῆ γενέσθαι δείκνυσιν, ὃς πρῶτος, ὥς φασι, τῆς Ἀττι κῆς ἐβασίλευσε, πρὸ τνʹ ἐτῶν τοῦ Ἰλίου. Ὅτι ἐκ τοῦ Ἀβραὰμ καὶ τῆς Χεττούρας γεννᾶται Ἰεξάν, ἐκ τούτου ∆αδάμ, ἐκ τούτου Ῥαγουὴλ καὶ Ἰοθὸρ ὁ καὶ Ἰοβάβ,ἐκ δὲ Ἰοθὸρ Σεπφόρα, ἣν ἔγημε Μωϋσῆς, καθὼς ἱστορεῖ ∆η μήτριος, ὡς φάσκει καὶ Εὐσέβιος ἐν τῷ χρονικῷ. καὶ Μωϋσῆς μὲν ἀπὸ Ἀβραὰμ ἕβδομος, ἡ δὲ Σεπφόρα ἕκτη. ὡς δὲ λέγει ὁ 1.77 Ἀφρικανός, ὅτι ἐκ τοῦ Ἠσαῦ ἄλλοι τε πολλοὶ καὶ Ῥαγουὴλ γεννᾶται, ἀφ' οὗ Ζαρέθ, ἐξ οὗ Ἰώβ, ὃς κατὰ συγχώρησιν θεοῦ ὑπὸ διαβόλου ἐπειράσθη καὶ ἐνίκησε τὸν πειράζοντα. ὁ δέ γε θεῖος Ἀβραὰμ ἐγέννησε πάλιν υἱοὺς ἐκ τῆς ἐσχάτης αὐτοῦ γυναι κὸς Χεττούρας πέντε, ἀφ' ὧν ἐστὶ Μαδιάμ, ἐξ οὗ Μαδιανῖται, καὶ Ἄφαρ, ἐξ οὗ Ἀφρική, ἐν ᾗ παρῴκησεν, ἡ χώρα προσηγορεύθη παρωνύμως, ὥσπερ Αὐσῖτις ἡ χώρα ἐκ τοῦ Ἠσαῦ, ἐν ᾗ ἀνεβλάστησεν ὁ μακάριος καὶ πολύτλας καὶ διαβόητος Ἰώβ· ὃν ἐγκωμιάζων ὁ θεῖος Χρυσόστομος λέγει "ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι," κηρύττων αὐτὸν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς χώρας, ἵν' ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον θαυμάζεις ὅτι ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, οὕτω μαθὼν καὶ τὴν χώραν ἐξ ἧς ὁ τοιοῦτος καρπὸς ἤνθησεν, ἐκπλαγῇς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν. ἐπίγονος γάρ ἐστι τοῦ διαβαλλομένου Ἠσαῦ, καθὼς ἡ γραφὴ πέμπτον αὐτὸν ἀπὸ τοῦ Ἀβραὰμ λέγει. Ἀβραὰμ γάρ, φησίν, ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ τὸν ἨσαῦἨσαῦ δὲ τὸν Ῥαγουὴλ καὶ τὸν Ζάρα, Ζάρα δὲ τὸν Ἰώβ, ὃςἐγένετο ἄνθρωπος σώφρων καὶ σεμνός, λέγων οὕτως "εἰ δὲ καὶ ἐπηκολούθησεν ὁ ὀφθαλμός μου γυναικὶ ἀλλοτρίᾳ, καὶ διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου." οὐ μὴν δὲ ἀλλὰ καὶ ὑπὲρ τῶν οἰκείων τέκνων θυσίας προσῆγε καθ' ἡμέραν, φάσκων "μήποτε κακὰ ἐνενόησαν πρὸς τὸν θεόν." εἰκότως οὖν ἔφη "καὶ ἦν ὁ ἄν θρωπος ἐκεῖνος ἄμεμπτος δίκαιος θεοσεβὴς" καὶ τὰ ἑξῆς. οἱ μὲν γὰρ ἔξω φιλόσοφοι τὸν ὅρον δηλοῦντες τοῦ ἀνθρώπου φασίν· 1.78 ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, ἡ δὲ θεία γραφὴ οὐχ οὕτως, ἀλλ' ἄνθρωπός ἐστι θεοσεβής, ἄμεμπτος, δίκαιος, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὡς ὅγε τούτοις μὴ μεμαρτυρη μένος οὐδὲ ἄνθρωπος ἀλλὰ κτῆνος ἐστίν. ἐὰν γὰρ ἔχῃ τὸν χαρα κτῆρα τῆς φύσεως ὑβρίζῃ δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούσεται παρὰ τοῦ προφήτου λέγοντος "ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς." ὥσπερ τοίνυν καὶ ἡμεῖς ἀποστέλλοντες υἱὸν ἢ οἰκέτην ἐπί τινα πρᾶξιν λέγομεν "ὡς ἄνθρωπος ἅψαι τῆς πρά ξεως" καὶ τὸ κοινὸν ποιούμεθα ἴδιον, οὕτως εἰ καὶ πάντες ἄν θρωποι λέγονται, μόνος ἐκεῖνος ἀληθῶς