28
ἐστὶν ὁ τὴν εἰκόνα σώζων καὶ τὸ πρωτότυπον μὴ ἀφανίζων. εἶπεν οὖν τὸν Ἰὼβ ἄνθρωπον καὶ ἀπὸ τῆς Αὐσίτιδος χώρας, ὅπως ἐκ τῆς κομώσης γῆς τὴν ἀσέ βειαν τὸν καρπὸν ἀνυμνήσεις. ὃν ὁ ἀρχέκακος ὁρῶν, καὶ φθόνῳ βαλλόμενος, αἰτεῖται παρὰ θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμόν, ἵνα σὺ θάρσος λάβῃς, καὶ μάθῃς ὅπως οὐκ ἔχει ἐξουσίαν δαίμων κατὰ θεοσεβοῦς καὶ ὄντως Χριστιανοῦ καὶ φοβουμένου τὸν θεόν, ἐὰν μὴ ἐπιτροπὴ ἄνωθεν γένηται ἢ διὰ παιδείαν ἢ διὰ συγχώρη σιν. ὅταν γὰρ ἐπάγῃ ὁ θεὸς παιδευτήρια, ἢ δίκας ἀπαιτεῖ τῶν ἁμαρτημάτων ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμάτων. οὐ γὰρ ἠδυνήθη πολεμῆσαι τῷ Ἰώβ, ἕως ἐπετράπη. καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ κατὰ χοίρων ἐξουσίαν ἔχει, καθὼς ἐν τοῖς 1.79 εὐαγγελίοις ἤκουσας. οἱ μὲν οὖν θεῖοι ἄγγελοι διακονοῦσι ταῖς τῶν ἀγαθῶν ἀνθρώπων σωτηρίαις· πάντες γάρ φησι λειτουργικὰ πνεύματα εἰσίν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν· οἱ δὲ πονηροὶ δαίμονες ταῖς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίαις· ἐξαπέστειλε γάρ φησιν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι' ἀγγέ λων πονηρῶν. οἱ τοίνυν δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέ σει, ἀλλ' ὑπὸ ζυγὸν κεῖνται τῆς δουλείας, καὶ κελεύονται πρᾶξαι ὡς δήμιοί τινες τὰ προσταττόμενα παρὰ τοῦ θεοῦ καὶ τῶν ἁγίων. καὶ δηλοῖ Παῦλος περὶ τῶν Κορινθίων λέγων "οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν." ἵνα γὰρ μὴ νομι σθῶσιν οἱ δαίμονες ὅτι πάντα κατ' αὐθεντίαν πράττουσι, κε λεύονται καὶ ἄκοντες ποιεῖν τὰ προσταττόμενα. καὶ τοῖς μὲν ἁγίοις ἀποστέλλει ὁ θεὸς διακόνους ἁγίους ἀγγέλους εἰς σωτηρίαν, τοῖς δὲ ἁμαρτωλοῖς ἐπιτρέπει δαίμονας εἰς τιμωρίαν. καὶ γὰρ ὅτε κατὰ τοῦ Ἀχαὰβ ὁ θεὸς ἀπεφήνατο λέγων "τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαάβ, καὶ πεσεῖται;" ἀπεκρίθη πνεῦμα πο νηρόν "ἰδοὺ ἐγώ," πάντως γινῶσκον ὡς εἰς τοῦτο τέτακται. καὶ ἀποστέλλονται μὲν εἰδικῶς εἰσπράξασθαι τιμωρίαν παρὰ τῶν πο νηρῶν, ἀποστέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσων ται ἀλλ' ἵνα πειράσωσιν· ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται (οὐδὲ γὰρ ὁ θεὸς κελεύει τὸ ἀπρεπὲς ἀγ γέλῳ θείῳ), διὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν. καὶ μὴ θαυμάσῃς εἰ πρὸς δικαίους δαίμονες ἀποστέλλονται· 1.80 ἀνήχθη γὰρ ὁ πάντων δεσπότης ἀπὸ τοῦ Ἰορδάνου εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. εἰ τοίνυν τὸν τοῦ παντὸς κύριον ὁ διάβολος ἐπείρασε, τί θαυμάζεις εἰ καὶ τοῖς δικαίοις εἰς γυμνά σιον ὑπομονῆς δαίμων ἀποστέλλεται; ἀποστέλλεται δὲ οὐ θεοῦ κελεύοντος αὐτῷ, ἀλλὰ παραχωροῦντος· σχηματίζει γὰρ τὸν λόγον ἡ γραφὴ ὡς ἐν προσωποποιίᾳ, ὡς ὅταν λέγει "τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός." καὶ ὁ μέγας δὲ Κύριλλος ἔφη "μετροῦνται δὲ τῶν ἀνὰ πᾶσαν τὴν γῆν ἀνθρώπων τὰ κατὰ καιροὺς πλημμελή ματα, ἃ καὶ μέχρι ποσότητός τινος ἐκδήλου τῆς ἁμαρτίας ἡμῶν ἡκούσης, ἐπάγει δὴ τηνικαῦτα λοιπὸν τὰς δίκας λελυπημένος ὁ νομοθέτης καὶ κύριος, διακαρτερεῖ δὲ ἐξ ἐμφύτου φιλανθρωπίας ἔσθ' ὅτε, καὶ πλημμελούντων ἀνέχεται, οὐκ εἰσάπαν ἀγανακτῶν· καὶ γὰρ ἔφη πρὸς τὸν Ἀβραάμ «οὔπω ἀναπεπλήρωνται αἱ ἁμαρ τίαι τῶν Ἀμοραίων ἕως τοῦ νῦν,» πρὸς δέ γε τοὺς Φαρισαίους ἀκαθέκτως λελυπηκότας φησί «καὶ ὑμεῖς ἀνεπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.» οὐκοῦν εἰ βούλοιτό τις διαβιῶναι μὲν ὀρ θῶς, εὐβουλοτάτας δὲ καὶ ἐπιεικεστάτας ἐν τῷδε τῷ βίῳ ποιεῖσθαι τὰς διατριβάς, ὀρθοποδίσαι τε καὶ διανήξασθαι τὰ δεινὰ γνώμης ἐχόμενος ὀρθῆς καὶ ἀδιαστρόφου, καρποῦται τὸ μὴ ἐναλῶναι κακοῖς. καὶ ἀτρεκὴς ὁ λόγος. ἐφ' ἡμῖν γάρ ἐστι τὸ ἐπ' ἄμφω βλέπειν, πρός τε τἀγαθόν, φημί, καὶ τοὐναντίον. καὶ οἱ μὲν ἐν λόγῳ πεποιημένοι τὸ θαυμάζεσθαι πεφυκὸς ἐν καλῷ γενήσονται 1.81 τῆς ἀρετῆς· οἱ δ' ἀποκλίναντες εἰς τοὐναντίον καὶ τῶν ἀμεινόνων προθέντες τὸ ἀδικοῦν τὴν οἰκείαν καταφθείραντες ζωὴν ἁλοῖεν ἄν, αὐθένται καὶ ὀλετῆρες δεινοὶ κατὰ τῆς σφῶν αὐτῶν κεφαλῆς ἐξε ληλεγμένοι. ταύτῃ τοι καὶ ὁ