29
ἱερὸς Ἰσίδωρός φησιν· ἡ τῶν ἁμαρ τημάτων ἐπίτασις ἀναγκάζει ὥσπερ τὴν θείαν καὶ ἀπαθῆ φύσιν ἐκ τῆς κατὰ φύσιν ἀγαθότητος εἰς τὴν παρὰ φύσιν ὀργὴν χωρεῖν. ὅθεν καὶ Ἰουδαίοις ἔφη Χριστός· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν ὑμᾶς, καὶ οὐκ ἠθελήσατε; ἐπειδὴ γάρ, φησίν, οὐ δέχεσθε τὴν φιλανθρωπίαν, ἐπιγνώσεσθε τὴν ἐξουσίαν τῆς τιμωρίας. ὅταν γὰρ ἴδῃ ὁ θεὸς εἰς ἄκρον κακίας ἐκκλίναντα τὸν ἄνθρωπον, ἐπαί ρει τὴν ἑαυτοῦ χάριν ἐξ αὐτοῦ· ἧς ὁ ἄνθρωπος στερούμενος ἐπὶ πλεῖον τραχύνεται ἐκ τοῦ διαβόλου, καὶ μὴ ἔχων τὸν θεὸν ἐν ἑαυτῷ καταλαμβάνει αὐτὸν ἡ ὀργὴ τοῦ θεοῦ. Ἐν δὲ τοῖς ἀνωτέρω προγεγραμμένοις χρόνοις ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ ἐγεννήθη Σερούχ, ὅστις πρῶτος ἤρξατο τοῦ ἑλληνισμοῦ καὶ τοῦ δόγματος τῆς εἰδωλολατρείας, καθὼς Εὐσέβιος ὁ Παμφίλου συνεγράψατο· αὐτὸς γὰρ ὁ Σεροὺχ καὶ οἱ σὺν αὐτῷ τοὺς πάλαι γενομένους ἢ πολεμιστὰς ἢ ἡγεμόνας καί τι πράξαντας ἀνδρίας ἢ ἀρετῆς ἄξιον ἐν τῷ βίῳ τοῦ μνημονεύεσθαι, καὶ ὡς ὄντας αὐτῶν προπάτορας, ἀνδριᾶσι στηλῶν ἐτίμησαν, καὶ ὡς θεοὺς προσεκύνουν αὐτοὺς καὶ ἐθυσίαζον. οἱ δὲ μετὰ ταῦτα ἄν θρωποι ἀγνοοῦντες τὴν τῶν προγόνων γνώμην, ὅτι ὡς προπά τορας καὶ ἀγαθῶν εὑρετὰς ἐτίμησαν μνήμαις μόναις, ὡς θεοὺς 1.82 ἐπουρανίους ἐτίμων καὶ ἐθυσίαζον αὐτοῖς. ἦν δὲ τὸ τῆς ἀποθεώ σεως σχῆμα τοιοῦτον. ἐν ταῖς ἱερατικαῖς αὐτῶν βίβλοις ἐτάσ σοντο τὰ ὀνόματα αὐτῶν μετὰ τελευτήν, καὶ κατ' ἐκεῖνον τὸν καιρὸν ἑορτὴν αὐτῷ ἐπετέλουν, λέγοντες τὰς αὐτῶν ψυχὰς εἰς τὰς τῶν μακάρων νήσους εἶναι καὶ μηκέτι κρίνεσθαι ἢ καίεσθαι πυρί. καὶ διέμειναν ἕως τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραὰμ ταῦτα. ἀλλὰ καὶ ὁ σοφώτατος Σοφοκλῆς ἐν τοῖς αὐτοῦ συγγράμμασιν ἐξέ θετο ταῦτα· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστὶν θεός, ὃς οὐρανὸν τέτευχε καὶ γαῖαν μακρὰν πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. θνητοὶ δὲ πολλοὶ καρδίᾳ πλανώμενοι ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματ' ἐκ λίθων τε καὶ ξύλων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους, θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις τεύχοντες ἡμεῖς εὐσεβεῖν νομίζομεν. μοναρχίαν γὰρ ἔδοξε δοξάζειν ὁ αὐτὸς Σοφοκλῆς. Ἴωνες δὲ οἱ ἐκ τῆς Ἰοῦς, τῶν Ἑλλήνων ἀρχηγοὶ γεγονότες, τοῖς ξοάνοις προσεκύνουν, οἷστισι μέμφεται ὁ Χερρονήσιος Πλού ταρχος ὡς πλάνην ἀγαλμάτων τινῶν εἰσάγουσι, τοὺς κατ' οὐρα νὸν φωστῆρας θεοποιούμενοι τὸν ἥλιον καὶ τὴν σελήνην, ὡς ἡ τῶν 1.83 Αἰγυπτίων θεογονία περιέχει. αὐτοὺς γὰρ λέγει τὸν σύμπαντα κόσμον διοικεῖν καὶ τρέφειν, αὐξάνοντας τὰ πάντα τῇ τριμερεῖ κινήσει τῶν πέντε πλανήτων καὶ τῆς λοιπῆς ἀστροθεσίας κατὰ γενέσεις καὶ ἀστέρας. Ἐν τοῖς χρόνοις δὲ τοῦ Μωϋσέως ἐβασίλευσεν Ἀσσυρίων Ἐρεχθεύς, Αἰγυπτίων δὲ ἐβασίλευσε Πετισώνιος ὁ καὶ Φαραώ, ὅστις εἶχε μάγους τὸν Ἰαννῆν καὶ Ἰαμβρῆν. ἐπὶ τῆς βασιλείας δὲ τούτου ἐπληθύνθη ἐν Αἰγύπτῳ τὸ τῶν Ἑβραίων γένος. ὁ δὲ Μωϋσῆς ἦν πεπαιδευμένος πάσῃ σοφίᾳ Αἰγυπτίων· οἱ δὲ Αἰγύ πτιοι ἐφοβοῦντο τοὺς Ἑβραίους ὡς γενομένους πολλούς, καὶ ἐκά κουν αὐτοὺς τῇ πλινθείᾳ καὶ τῷ πηλῷ, ἐπιστήσαντες αὐτοῖς ἐπι στάτας βαρεῖς, καὶ ἐστέναζον θλιβόμενοι. καὶ προσέσχε Μωϋσῆς καὶ Ἀαρὼν τῷ στεναγμῷ αὐτῶν, καὶ ηὔξαντο τῷ θεῷ, ὃς καὶ ἐκέλευσε τῷ Μωϋσεῖ εἰσελθεῖν πρὸς Φαραώ, καὶ εἰπεῖν αὐτῷ ἀπο λῦσαι τὸν λαὸν τοῦ Ἰσραήλ, λατρεῦσαι κυρίῳ τῷ θεῷ αὐτῶν. καὶ εἰσελθὼν Μωϋσῆς καὶ Ἀαρὼν πρὸς Φαραὼ ἀνήγγειλεν αὐτῷ τὴν τοῦ θεοῦ κέλευσιν. ὁ δὲ Φαραὼ λέγει αὐτοῖς "εἰ ἀληθεύεις ὅτι ὁ θεός σου ταῦτα ἐκέλευσεν, ἰδού, εἰσὶν Αἰγύπτιοι σὺν ἐμοὶ ποιοῦντες θαύματα· ἐὰν νικήσῃς αὐτοὺς διὰ τοῦ θεοῦ σου, παρέξω σοι ἅπερ ἐκέλευσε." καὶ ἔστησεν ἐναντίον ἀλλήλων τὸν Ἰαννῆν καὶ τὸν Ἰαμβρῆν καὶ τὸν Μωϋσέα καὶ Ἀαρών. καὶ ἐποίησαν οἱ μάγοι διὰ γοητείας τὰς ῥάβδους αὐτῶν ὄφεις· καὶ ῥίψας Μωϋσῆς τὴν ῥάβδον αὐτοῦ εἰς τὴν γῆν, ἐγένετο ὄφις μέγας καὶ κατέπιε 1.84 τοὺς ὑπὸ τῶν μάγων γενομένους ὄφεις. καὶ κατίσχυσεν ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν αὐτοῖς κύριος ὁ θεός. καὶ εἶπε κύριος